1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

30

53.1 Ἐπανέρχεται τοίνυν πρὸς ὑμᾶς λαμπρότερος νῦν, ἢ ὅτε παρ' ὑμῶν ἀπεδήμησεν. εἰ γὰρ καὶ τὰς τιμίας ὕλας, χρυσὸν δὴ καὶ ἄργυρον, εἰς καθαρότητα τὸ πῦρ δοκιμάζει, τί ἄν τις εἴποι κατ' ἀξίαν τοῦ τοσούτου ἀνδρὸς, ὃς κινδύνους τοσούτων θλίψεων νικήσας ἀποδί δοται ὑμῖν ἀθῶος οὐ παρ' ἡμῶν μόνον, ἀλλὰ καὶ παρὰ πάσης τῆς συνόδου ἀποδειχθείς; 53.2 ὑποδέξασθε τοίνυν, ἀγαπητοὶ ἀδελφοί, μετὰ πάσης τῆς κατὰ θεὸν δόξης καὶ χαρᾶς τὸν ἐπίσκοπον ὑμῶν Ἀθανάσιον μετὰ τούτων, οἵτινες αὐτῷ καὶ τῶν τοσούτων καμάτων κοινωνοὶ γεγόνασι καὶ χαίρετε τῶν εὐχῶν ἑαυτῶν ἀπολαύοντες, οἳ τὸν ποιμένα τὸν ὑμέτερον, ἵν' οὕτως εἴπω, ποθοῦντα καὶ διψῶντα τὴν ὑμετέραν θεοσέβειαν, σωτηρίοις 53.3 γραφαῖς ἐθρέψατε καὶ ἐποτίσατε. καὶ γὰρ τῆς ἐπὶ ξένης αὐτοῦ διατριβῆς ὑμεῖς παρα μυθία γεγόνατε καὶ διωκόμενον ἐθάλψατε ταῖς πιστοτάταις ἑαυτῶν ψυχαῖς καὶ διανοίαις. 53.4 ἐμὲ δὲ ἤδη εὐφραίνει ἐννοούμενον καὶ προορῶντα τῷ λογισμῷ τὴν ἐπὶ τῇ ἐπανόδῳ ἑκάστου ὑμῶν χαρὰν καὶ τοῦ πλήθους τὰς θεοσεβεστάτας ἀπαντήσεις καὶ τὸ ἔνδοξον τῆς τῶν συντρεχόντων ἑορτῆς. καὶ τίς ἐκείνη ἡ ἡμέρα ὑμῖν καὶ ποία ἔσται, ἐπανερχομένου μὲν τοῦ ἀδελφοῦ μου, παυομένων δὲ τῶν προγενομένων καὶ τῆς πολυτιμήτου καὶ κατ' εὐχὴν 53.5 ἐπανόδου εἰς εὐφροσύνην τινὰ πληρεστάτης χαρᾶς συναπτούσης τοὺς πάντας; ἡ τοιαύτη δὲ χαρὰ κατὰ τὸ μέγιστον μέχρις ἡμῶν φθάνει, εἰ θεόθεν καὶ τοῦτο συγχωρεῖσθαι συνέστηκεν, ὅπως εἰς γνῶσιν τοῦ τηλικούτου ἀνδρὸς ἐλθεῖν δυνηθῶμεν. εἰς εὐχὴν δὴ οὖν 53.6 τὴν ἐπιστολὴν τελειῶσαι καλόν. ὁ θεὸς ὁ παντοκράτωρ καὶ ὁ τούτου υἱὸς ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς διηνεκῆ τὴν χάριν ὑμῖν παράσχοι διδοὺς ἔπαθλον τῇ θαυμαστῇ ὑμῶν πίστει, ἣν περὶ τὸν ἐπίσκοπον ὑμῶν ἐνδόξῳ μαρτυρίᾳ ἐνεδείξασθε, ἵνα ὑμῖν τε καὶ τοῖς μεθ' ὑμᾶς ἐνταῦθα καὶ ἐν τῷ μέλλοντι τὰ βελτίονα νέμοι, ἃ «ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν» διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ τῷ παντοκράτορι θεῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. ἐρρῶσθαι ὑμᾶς ἐν κυρίῳ εὔχομαι, ἀγαπητοὶ ἀδελφοί.

54.1 Μετὰ τούτων ἐλθόντα με γνησίως ἑώρακεν ὁ βασιλεὺς καὶ ἀπέστειλε πρὸς τὴν πα τρίδα καὶ τὴν ἐκκλησίαν γράψας τοῖς ἐπισκόποις καὶ πρεσβυτέροις καὶ λαοῖς ταῦτα· 54.2ν Νικητὴς Κωνστάντιος Μέγιστος Σεβαστὸς ἐπισκόποις καὶ πρεσβυτέροις τῆς καθολι κῆς ἐκκλησίας. Οὐκ ἀπελείφθη τῆς τοῦ θεοῦ χάριτος ὁ αἰδεσιμώτατος Ἀθανάσιος. ἀλλ' εἰ καὶ ἐν βραχεῖ χρόνῳ τῇ κατὰ ἀνθρώπους δοκιμασίᾳ ὑπεβλήθη, ὅμως τὴν ὀφειλομένην παρὰ τῆς παντεφόρου προνοίας ἀπηνέγκατο ψῆφον ἀπολαβὼν βουλήσει τοῦ κρείττονος καὶ κρίσει ἡμετέρᾳ τὴν πατρίδα ὁμοῦ καὶ τὴν ἐκκλησίαν, ἧς θείῳ νεύματι προστάτης ἐτύγ 54.3 χανε. τούτῳ τὰ ἀκόλουθα ἔδει παρὰ τῆς ἡμετέρας ὑπάρξαι πραότητος, ὥστε πάντα τὰ πρὸ τούτου κατὰ τῶν αὐτῷ κεκοινωνηκότων ὡρισμένα νῦν ἀμνηστίᾳ παραδοθῆναι 54.4 πᾶσάν τε ὑποψίαν τὴν κατ' αὐτῶν σχολάσαι τοῦ λοιποῦ. τὴν ἀτέλειαν, ἧς ἔτυχον πάλαι οἱ ἅμα αὐτῷ κληρικοί, τούτοις βεβαιωθῆναι προσηκόντως-ἀλλὰ μὴν καὶ τοῦτο τῇ εἰς αὐτὸν χάριτι προστιθέναι ἐδικαιώσαμεν, ὥστε πάντας τοὺς τοῦ ἱεροῦ καταλόγου γινώσκειν ἐνδεδόσθαι τὸ ἄφοβον πᾶσι τοῖς αὐτῷ προστιθεμένοις εἴτε ἐπισκόποις εἴτε 54.5 κληρικοῖς. ἱκανὸν δὲ γνώρισμα τῆς ἑκάστου ὀρθῆς προαιρέσεως ἔσται ἡ πρὸς τοῦτον ἕνωσις. ὅσοι γὰρ ἂν τῆς καλλίονος ὁμοῦ κρίσεώς τε καὶ μοίρας γενόμενοι τὴν τούτου ἕλωνται κοινωνίαν, τούτους πάντας ἐκελεύσαμεν καθ' ὁμοιότητα τῆς φθανούσης προ νοίας καὶ νῦν τῆς ὑφ' ἡμῶν βουλήσει τοῦ κρείττονος παρασχεθείσης χάριτος ἀπολαύειν. ὁ θεὸς ὑμᾶς διαφυλάττοι. 55.τ Ἐπιστολὴ δευτέρα 55.1ν Νικητὴς Κωνστάντιος Μέγιστος Σεβαστὸς τῷ λαῷ τῆς κατὰ Ἀλεξάνδρειαν καθολι κῆς ἐκκλησίας. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν εἰδότες τε ὡς ἐπὶ