1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

14

Νίκαιαν συνόδῳ τοῖς τὰ Ἀρείου φρονοῦσιν ἀντειρηκώς, Ἀθανάσιος δὲ ἐμαρτυρήθη μηδὲ ἐν Τύρῳ καταγνωσθείς, ἐν δὲ τῷ Μαρεώτῃ μὴ παρεῖναι, ἔνθα τὰ ὑπομνήματα κατ' αὐτοῦ γεγενῆσθαι λέγεται. οἴδατε 23.4 δέ, ἀγαπητοί, ὅτι τὰ κατὰ μονομέρειαν ἰσχὺν οὐκ ἔχει, ἀλλ' ὕποπτα τυγχάνει. καὶ ὅμως τούτων ὄντων ἡμεῖς ὑπὲρ ἀκριβείας οὔτε ὑμῖν οὔτε τοῖς ὑπὲρ αὐτῶν γράψασι πρό κριμα ποιοῦντες προετρεψάμεθα τοὺς γράψαντας ἐλθεῖν, ἵν' ἐπειδὴ πλείους εἰσὶν οἱ ὑπὲρ αὐτῶν γράψαντες, ἐπὶ συνόδου πάντα ἐξετασθῇ πρὸς τὸ μηδὲ τὸν ἀναίτιον κατα κριθῆναι μήτε τὸν ὑπεύθυνον ὡς καθαρὸν λογισθῆναι. οὐκοῦν οὐ παρ' ἡμῶν «ἀτιμάζεται σύνοδος», ἀλλὰ παρ' ἐκείνων τῶν ἁπλῶς καὶ ὡς ἔτυχε τοὺς παρὰ πάντων κατακριθέντας Ἀρειανοὺς καὶ παρὰ γνώμην τῶν κρινάντων δεξαμένων. οἱ γὰρ πλείονες ἤδη ἀναλύσαντές εἰσι σὺν Χριστῷ, οἱ δὲ ἔτι καὶ νῦν ἐν τῷ βίῳ τούτῳ ἐξετάζονται ἀγανακτοῦντες ὅτι τὴν αὐτῶν κρίσιν ἔλυσάν τινες.

24.1 Τοῦτο δὲ καὶ ἀπὸ τῶν γενομένων μὲν ἐν τῇ Ἀλεξανδρείᾳ ἔγνωμεν (καὶ γὰρ καὶ Καρπώνης τις ἐκβληθεὶς ὑπὸ Ἀλεξάνδρου διὰ τὴν Ἀρείου αἵρεσιν μετά τινων καὶ αὐτῶνἐκβληθέντων διὰ τὴν αὐτὴν αἵρεσιν ἐληλύθασιν ἐνταῦθα ἀποσταλέντες παρὰ Γρηγορίου τινός), ὅμως δὲ ἐμάθομεν καὶ παρὰ Μακαρίου τοῦ πρεσβυτέρου καὶ Μαρτυρίου καὶ Ἡσυχίου τῶν διακόνων. πρὸ τοῦ γὰρ ἀπαντῆσαι τοὺς Ἀθανασίου πρεσβυτέρους προετρέποντο ἡμᾶς γράφειν ἐν Ἀλεξανδρείᾳ Πιστῷ τινι, ἡνίκα καὶ Ἀθανάσιος ὁ ἐπίσκοπος ἐν Ἀλεξ24.2 ανδρείᾳ ἦν. τοῦτον δὲ τὸν Πιστὸν οἱ Ἀθανασίου τοῦ ἐπισκόπου πρεσβύτεροι παρα γενόμενοι ἀπέδειξαν εἶναι Ἀρειανὸν ἐκβληθέντα μὲν ὑπὸ Ἀλεξάνδρου τοῦ ἐπισκόπου καὶ τῆς κατὰ Νίκαιαν συνόδου, κατασταθέντα δὲ ὑπὸ Σεκούνδου τινός, ὃν ἡ μεγάλη σύνοδος Ἀρειανὸν ὄντα ἐξέβαλε. τοῦτο δὲ οὐδὲ αὐτοὶ οἱ περὶ Μαρτύριον ἀντέλεγον οὐδὲ ἠρνοῦντο τὸν Πιστὸν ὑπὸ Σεκούνδου ἐσχηκέναι τὴν κατάστασιν. σκοπεῖτε τοίνυν καὶ ἐκ τούτων, τίνες ἂν ὑπὸ μέμψιν δικαίως γένοιντο, οἱ μὴ πεισθέντες ἡμεῖς, ὥστε Πιστῷ τῷ Ἀρειανῷ γράψαι, ἢ οἱ συμβουλεύοντες «ἀτιμάσαι» τὴν μεγάλην σύνοδον καὶ τοῖς ἀσεβέσιν ὡς 24.3 εὐσεβέσι γράψαι; καὶ γὰρ καὶ Μακάριος ὁ πρεσβύτερος ὁ παρὰ Εὐσεβίου μετὰ τῶν περὶ Μαρτύριον ἀποσταλεὶς ὡς ἤκουσεν ἐπιστάντας τοὺς πρεσβυτέρους Ἀθανασίου, ἐκδεχομένων ἡμῶν τὴν παρουσίαν αὐτοῦ μετὰ τῶν περὶ Μαρτύριον καὶ Ἡσύχιον, ἀπε δήμησε νυκτὸς καίτοι νοσῶν τῷ σώματι, ὡς ἐκ τούτου λοιπὸν ἡμᾶς ἀκολούθως στοχά 24.4 ζεσθαι ὅτι αἰσχυνόμενος τὸν κατὰ Πιστοῦ ἔλεγχον ἀνεχώρησεν. ἀδύνατον γὰρ τὴν κατάστασιν Σεκούνδου τοῦ Ἀρειανοῦ ἐν τῇ καθολικῇ ἐκκλησίᾳ ἰσχύσαι. «ἀτιμία» γὰρ ἀληθῶς αὕτη κατὰ τῆς συνόδου καὶ τῶν ἐν αὐτῇ συνελθόντων ἐπισκόπων, ἐὰν τὰ μετὰ τοσαύτης σπουδῆς καὶ εὐλαβείας ὡς θεοῦ παρόντος γενόμενα ἀντὶ μηδενὸς λυθῇ.

25.1 Εἴπερ οὖν, ὡς γράφετε, «ἐκ τοῦ κατὰ Νοβάτον καὶ τὸν Σαμοσατέα Παῦλον παρα δείγματος τὰ τῶν συνόδων ἰσχύειν δόγματα χρή», ἔδει μᾶλλον μὴ λυθῆναι τῶν τρια κοσίων τὴν ψῆφον, ἔδει τὴν καθολικὴν σύνοδον ὑπὸ τῶν ὀλίγων μὴ ἀτιμασθῆναι. αἱρετι κοὶ γὰρ οἱ Ἀρειανοὶ ὥσπερ κἀκεῖνοι καὶ ὅμοιαι αἱ κατὰ τούτων ψῆφοι ταῖς κατ' ἐκείνων. τούτων δὲ τολμηθέντων τίνες εἰσὶν οἱ «φλόγα διχονοίας ἀνάψαντες»; ἡμᾶς γὰρ τοῦτο πεποιηκέναι γράψαντες ἐμέμψασθε. ἆρ' οὖν ἡμεῖς διχονοίας εἰργασάμεθα οἱ συναλγοῦντες τοῖς πάσχουσιν ἀδελφοῖς καὶ κατὰ κανόνα πάντα πεποιηκότες; ἢ οἱ φιλονείκως καὶ παρὰ κανόνα τῶν τριακοσίων τὴν ψῆφον λύσαντες καὶ κατὰ πάντα «τὴν σύνοδον ἀτιμά 25.2 σαντες»; οὐ γὰρ μόνον οἱ Ἀρειανοὶ ἐδέχθησαν, ἀλλὰ καὶ ἀπὸ τόπου εἰς τόπον μεμελε τήκασιν ἐπίσκοποι διαβαίνειν. εἰ οὖν ἀληθῶς «ἴσην καὶ τὴν αὐτὴν ἡγεῖσθε τιμὴν τῶν ἐπι σκόπων καὶ μὴ ἐκ τοῦ μεγέθους τῶν πόλεων», ὡς γράφετε, «κρίνετε τοὺς ἐπισκόπους», ἔδει τὸν πεπιστευμένον μικρὰν μένειν ἐν τῇ πιστευθείσῃ καὶ μὴ ἐξουθενεῖν μὲν τὸ