1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

11

λαμβανόντων, μὴ μεμψαμένων, ὁμολογούντων λαμ βάνειν, διαβέβληται Ἀθανάσιος ὡς ὅλον τὸν σῖτον πιπράσκων καὶ εἰς τὸ ἴδιον ἀπο 18.3 φερόμενος. καὶ τοῦτο ἔγραψε βασιλεὺς αἰτιώμενος ἐκ τῶν γεγενημένων διαβολῶν. τίνες τοίνυν οἱ διαβεβληκότες; οὐχ οἱ καὶ τὰ πρῶτα ποιήσαντες καὶ τὰ δεύτερα κινεῖν μὴ παραιτούμενοι; τίνες οἱ τῶν γραμμάτων τούτων αἴτιοι τῶν παρὰ τοῦ βασιλέως λεγο μένων; οὐχ οἱ Ἀρειανοὶ σπουδάζοντες καὶ μηδὲν κατὰ τοῦ ἀνδρὸς παραιτησάμενοι μήτε λέγειν μήτε γράφειν; οὐδεὶς γὰρ ἂν τοὺς τοσαῦτα ποιήσαντας ἀφεὶς ἄλλους ὑποπτεύσειε. 18.4 καὶ γὰρ ἐναργέστατον αὐτῶν τὸ δεῖγμα τῆς διαβολῆς φαίνεται· σπουδάζουσι γὰρ τῆς ἐκκλησίας ἀφελέσθαι τὸν σῖτον τῇ προφάσει τῆς διαβολῆς καὶ Ἀρειανοῖς παρασχεῖν, ὃ πάντων μάλιστα εἰς τοὺς αἰτίους τῆς σπουδῆς καὶ τοὺς ἐξάρχους αὐτῶν ἀνατρέχει τοὺς μήτε φόνους κατὰ τοῦ ἀνδρὸς κινῆσαι παραιτησαμένους, δι' ὧν ψευδῆ διαβεβλήκασι βασιλεῖ, μήτε τῶν κλήρων τῆς ἐκκλησίας ἀφελέσθαι τὰς τροφάς, ἵνα τῷ ὄντι κέρδος αἱρετι κοῖς παράσχωνται.

19.1 Ἀπεστείλαμεν δὲ καὶ τὴν μαρτυρίαν τῶν κατὰ Λιβύην καὶ Πεντάπολιν καὶ τῶν ἐξ Αἰγύπτου συλλειτουργῶν ἡμῶν, ἵνα καὶ ἐκ τούτου γνῶτε τὴν κατὰ Ἀθανασίου γεγενημένην συκοφαντίαν. ταῦτα δὲ ποιοῦσιν, ἵνα φόβῳ λοιπὸν ἡσυχαζόντων τῶν τὰ τῆς εὐσεβείας φρονούντων ἡ τῶν ἀσεβῶν Ἀρειανῶν αἵρεσις ἀντεισαχθῇ. ἀλλὰ καὶ τῇ μὲν ὑμῶν εὐλαβείᾳ χάρις, ἀγαπητοί, ὅτι πολλάκις τοὺς Ἀρειανοὺς ἀναθεματίζοντες ἐγράψατε καὶ χώραν αὐτοῖς εἰς τὴν ἐκκλησίαν οὐ δεδώκατε· τῶν δὲ περὶ Εὐσέβιον ὁ ἔλεγχος 19.2 ἐγγύς. ἰδοὺ γὰρ μετὰ τὰ πρότερα παρ' αὐτῶν περὶ τῶν Ἀρειανῶν γράμματα, ὧν καὶ ἀπεστείλαμεν τὰ ἀντίγραφα, φανερῶς λοιπὸν τοὺς παρὰ πάσης τῆς καθολικῆς ἐκκλησίας ἀναθεματισθέντας Ἀρειομανίτας ἐπεγείρουσι κατὰ τῆς ἐκκλησίας καὶ ἐπίσκοπον αὐτοῖς κατέστησαν καὶ ταῖς ἀπειλαῖς καὶ τοῖς φόβοις διαιροῦσι τὰς ἐκκλησίας, ἵνα πανταχοῦ 19.3 συνεργοὺς ἔχωσι τῆς ἀσεβείας αὐτῶν. καὶ γὰρ καὶ διακόνους πρὸς τοὺς Ἀρειομανίτας ἀποστέλλουσιν, οἳ φανερῶς συνάγονται παρ' αὐτοῖς καὶ γράφουσιν αὐτοῖς καὶ ἀντί γραφα παρ' αὐτῶν κομίζονται τὴν ἐκκλησίαν κατασχίζοντες καὶ κοινωνοῦντες αὐτοῖς καὶ γράμματα ἀποστέλλοντες πανταχοῦ τὴν αἵρεσιν αὐτῶν συνιστῶντα καὶ τὴν ἐκκλησίαν ἀποκηρύττοντα, ὡς δυνήσεσθε μαθεῖν, ἀφ' ὧν αὐτοὶ τῷ Ῥωμαίων ἐπισκόπῳ καὶ τάχα 19.4 καὶ πρὸς ὑμᾶς ἔγραψαν. ὡς οὖν οὐκ ἀνεκδίκητα ταῦτά ἐστι, συνορᾶτε καὶ ὑμεῖς, ἀγαπητοί. δεινὰ γὰρ καὶ ἀλλότρια τῆς κατὰ Χριστὸν διδασκαλίας ἐστί. τούτου γοῦν ἕνεκεν κοινῇ συνελθόντες ἐγράψαμεν ὑμῖν ἀξιοῦντες ὑμῶν τὴν ἐν Χριστῷ σύνεσιν ἀπο δέξασθαι μὲν τὴν ὁμολογίαν ταύτην καὶ συναλγῆσαι τῷ συνεπισκόπῳ ἡμῶν Ἀθα νασίῳ, ἀγανακτῆσαι δὲ κατὰ τῶν περὶ Εὐσέβιον τῶν τὰ τοιαῦτα ἐπιχειρούντων, πρὸς τὸ μηκέτι τοιαύτην κακίαν καὶ πονηρίαν κατὰ τῆς ἐκκλησίας ἰσχύειν. ὑμᾶς γὰρ ἐκδίκους κατὰ τῆς τοιαύτης ἀδικίας ἐπικαλούμεθα ὑπομιμνήσκοντες τὸ ἀποστολικόν «ἐξάρατε τὸν 19.5 πονηρὸν ἐξ ὑμῶν αὐτῶν». πονηρὰ γὰρ ἀληθῶς καὶ οὐκ ἄξια κοινωνίας τὰ παρ' αὐτῶν πραχθέντα. οὐκοῦν μηκέτι προσέχετε, κἂν πάλιν ὑμῖν γράφωσι κατὰ τοῦ ἐπισκόπου Ἀθανασίου (πάντα γὰρ ψευδῆ τὰ παρ' αὐτῶν), μηδ' ἂν ὀνόματα δὲ ἐπισκόπων Αἰγυπτίων ἐγχαράττωσιν ἐπιστολαῖς. δῆλον γὰρ ὅτι οὐχ ἡμεῖς ἐσμεν οἱ γράφοντες, ἀλλὰ Μελιτιανοὶ οἱ ἀεὶ σχισματικοί, οἱ καὶ μέχρι νῦν τὰς ἐκκλησίας ταράττοντες καὶ στάσεις κινοῦντες. καταστάσεις γὰρ ἀλόγους καὶ σχεδὸν ἐθνικῶν ποιοῦνται, καὶ τοιαῦτα πράττουσιν, ἃ δυσωπούμεθα μὲν γράφειν, δύνασθε δὲ μαθεῖν παρὰ τῶν ἀποσταλέντων παρ' ἡμῶν τῶν καὶ τὴν ἐπιστολὴν ὑμῖν ἐπιδιδόντων.

20.1 Ταῦτα μὲν οἱ ἀπὸ τῆς Αἰγύπτου πρὸς πάντας καὶ πρὸς Ἰούλιον τὸν ἐπίσκοπον τῆς Ῥώμης, καὶ οἱ περὶ Εὐσέβιον δὲ πρὸς Ἰούλιον ἔγραψαν, καὶ νομίζοντες ἡμᾶς ἐκφοβεῖν ἠξίωσαν σύνοδον καλέσαι καὶ αὐτὸν Ἰούλιον, εἰ