1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

20

ἑτοίμους γὰρ ἑαυτοὺς καὶ αὐτοὶ εἶναι ἐπηγγείλαντο, ὥστε καὶ ἀποδεῖξαι καὶ διελέγξαι, περὶ ὧν ἡμῖν ἀπήγγειλαν.

35.1 Σημάνατε οὖν ἡμῖν, ἀγαπητοί, περὶ τούτου, ἵνα κἀκείνοις γράψωμεν καὶ τοῖς ὀφείλουσι πάλιν συνελθεῖν ἐπισκόποις πρὸς τὸ πάντων παρόντων τοὺς ὑπευθύνους κατα γνωσθῆναι καὶ μηκέτι ἀκαταστασίαν ἐν ταῖς ἐκκλησίαις γενέσθαι. ἀρκεῖ γὰρ τὰ γενόμενα· ἀρκεῖ ὅτι παρόντων ἐπισκόπων ἐπίσκοποι ἐξωρίζοντο. περὶ οὗ οὐδὲ μακρηγορεῖν δεῖ, ἵνα μὴ βαρεῖσθαι οἱ παρόντες τότε δοκῶσιν. εἰ γὰρ δεῖ τἀληθὲς εἰπεῖν, οὐκ ἔδει μέχρι τούτων 35.2 φθάσαι οὐδὲ εἰς τοσοῦτον ἐλθεῖν τὰς μικροψυχίας. ἔστω δὲ Ἀθανάσιος καὶ Μάρκελλος, ὡς γράφετε, «μετετέθησαν ἀπὸ τῶν ἰδίων τόπων», τί καὶ περὶ τῶν ἄλλων ἄν τις εἴποι τῶν ἐκ διαφόρων τόπων, ὡς προεῖπον, ἐλθόντων ἐνταῦθα ἐπισκόπων καὶ πρεσβυτέρων; 35.3 καὶ αὐτοὶ γὰρ πάλιν ἡρπάσθαι ἑαυτοὺς καὶ τοιαῦτα πεπονθέναι ἔλεγον. ὦ ἀγαπητοί, οὐκέτι κατὰ τὸ εὐαγγέλιον, ἀλλὰ λοιπὸν ἐπὶ ἐξορισμῷ καὶ θανάτῳ αἱ κρίσεις τῆς ἐκκλησίας εἰσίν. εἰ γὰρ καὶ ὅλως, ὥς φατε, γέγονέ τι εἰς αὐτοὺς ἁμάρτημα, ἔδει κατὰ τὸν ἐκκλη σιαστικὸν κανόνα καὶ μὴ οὕτως γεγενῆσθαι τὴν κρίσιν, ἔδει γραφῆναι πᾶσιν ἡμῖν, ἵνα οὕτως παρὰ πάντων ὁρισθῇ τὸ δίκαιον. ἐπίσκοποι γὰρ ἦσαν οἱ πάσχοντες καὶ οὐχ αἱ τυχοῦσαι ἐκκλησίαι αἱ πάσχουσαι, ἀλλ' ὧν αὐτοὶ οἱ ἀπόστολοι δι' ἑαυτῶν καθηγή 35.4 σαντο. διὰ τί δὲ περὶ τῆς Ἀλεξανδρέων ἐκκλησίας μάλιστα οὐκ ἐγράφετο ἡμῖν; ἢ ἀγνοεῖτε, ὅτι τοῦτο ἔθος ἦν, πρότερον γράφεσθαι ἡμῖν καὶ οὕτως ἔνθεν ὁρίζεσθαι τὰ δίκαια; εἰ μὲν οὖν τι τοιοῦτον ἦν ὑποπτευθὲν εἰς τὸν ἐπίσκοπον τὸν ἐκεῖ, ἔδει πρὸς τὴν ἐνταῦθα ἐκκλησίαν γραφῆναι, νῦν δὲ οἱ ἡμᾶς μὴ πληροφορήσαντες, πράξαντες δὲ αὐτοὶ ὡς 35.5 ἠθέλησαν, λοιπὸν καὶ ἡμᾶς οὐ καταγνόντας βούλονται συμψήφους εἶναι. οὐχ οὕτως αἱ Παύλου διατάξεις, οὐχ οὕτως οἱ πατέρες παραδεδώκασιν· ἄλλος τύπος ἐστὶν οὗτος καὶ καινὸν τὸ ἐπιτήδευμα. παρακαλῶ, μετὰ μακροθυμίας ἐνέγκατε· ὑπὲρ τοῦ κοινῇ συμ φέροντός ἐστιν ἃ γράφω. ἃ γὰρ παρειλήφαμεν παρὰ τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου, ταῦτα καὶ ὑμῖν δηλῶ. καὶ οὐκ ἂν ἔγραψα φανερὰ ἡγούμενος εἶναι ταῦτα παρὰ πᾶσιν, 35.6 εἰ μὴ τὰ γενόμενα ἡμᾶς ἐτάραξεν. ἐπίσκοποι ἁρπάζονται καὶ ἐκτοπίζονται, ἄλλοι δὲ ἀλλαχόθεν ἀντιτίθενται καὶ ἄλλοι ἐπιβουλεύονται, ὥστε ἐπὶ μὲν τοῖς ἁρπασθεῖσιν αὐτοὺς πενθεῖν, ἐπὶ δὲ τοῖς πεμπομένοις ἀναγκάζεσθαι, ἵνα οὓς μὲν θέλουσι, μὴ ἐπιζητῶσιν, οὓς 35.7 δὲ μὴ βούλονται, δέχωνται. ἀξιῶ ὑμᾶς μηκέτι τοιαῦτα γίνεσθαι, γράψατε δὲ μᾶλλον κατὰ τῶν τὰ τοιαῦτα ἐπιχειρούντων, ἵνα μηκέτι τοιαῦτα πάσχωσιν αἱ ἐκκλησίαι μηδέ τις ἐπίσκοπος ἢ πρεσβύτερος ὕβριν πάσχῃ ἢ παρὰ γνώμην, ὥσπερ ἐδήλωσαν ἡμῖν, ἀναγκάζηταί τις ποιεῖν, ἵνα μὴ καὶ παρὰ τοῖς ἔθνεσι γέλωτα ὀφλήσωμεν, καὶ πρό γε πάντων, ἵνα μὴ τὸν θεὸν παροξύνωμεν. ἕκαστος γὰρ ἡμῶν «ἀποδώσει λόγον ἐν ἡμέρᾳ 35.8 κρίσεως», περὶ ὧν ἐνταῦθα ἔπραξε. γένοιτο δὲ πάντας κατὰ θεὸν φρονῆσαι, ἵνα καὶ αἱ ἐκκλησίαι τοὺς ἐπισκόπους αὐτῶν ἀπολαβοῦσαι χαίρωσι διὰ παντὸς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι' οὗ τῷ πατρὶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. ἐρρῶσθαι ὑμᾶς ἐν κυρίῳ εὔχομαι, ἀγαπητοὶ καὶ ποθεινότατοι ἀδελφοί.

36.1 Ταῦτα τῆς ἐν Ῥώμῃ συνόδου γραψάσης διὰ Ἰουλίου τοῦ ἐπισκόπου Ῥώμης, ἐπειδὴ πάλιν ἠναισχύντουν οἱ περὶ Εὐσέβιον τάς τε ἐκκλησίας ἐτάραττον καὶ πολλοῖς ἐπεβούλευον, μαθόντες οἱ θεοφιλέστατοι βασιλεῖς Κωνστάντιος καὶ Κώνστανς ἐκέλευσαν τούς τε ἀπὸ τῆς ∆ύσεως καὶ τῆς Ἀνατολῆς ἐπισκόπους συνελθεῖν εἰς τὴν Σερδῶν πόλιν. 36.2 ὁ μὲν οὖν Εὐσέβιος ἐν τῷ μεταξὺ τετελεύτηκε, πλείστων δὲ πανταχόθεν συνελθόντων, ἡμεῖς μὲν προεκαλούμεθα τοὺς κοινωνοὺς τῶν περὶ Εὐσέβιον εἰς κρίσιν, ἐκεῖνοι δὲ πρὸ ὀφθαλμῶν ἔχοντες ἃ ἔπραξαν καὶ βλέποντες τοὺς ἀνελθόντας κατηγόρους αὐτῶν ἐφο βοῦντο τὴν κρίσιν· καὶ γὰρ