1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

13

αὐτοὶ λέγουσι, «κεκρίκασιν», οὐκ ἀγανακτοῦσιν, εἰ παρ' ἑτέρων ἐξετάζοιτο ἡ κρίσις, ἀλλὰ θαρροῦσιν, ὅτι ἃ δικαίως ἔκριναν, 22.2 ταῦτα ἄδικα οὐκ ἄν ποτε γένοιτο. διὰ τοῦτο καὶ οἱ ἐν τῇ κατὰ Νίκαιαν μεγάλῃ συνόδῳ συνελθόντες ἐπίσκοποι οὐκ ἄνευ θεοῦ βουλήσεως συνεχώρησαν ἐν ἑτέρᾳ συνόδῳ τὰ τῆς προτέρας ἐξετάζεσθαι, ἵνα καὶ οἱ κρίνοντες πρὸ ὀφθαλμῶν ἔχοντες τὴν ἐσομένην δευτέραν κρίσιν μετὰ πάσης ἀσφαλείας ἐξετάζωσι καὶ οἱ κρινόμενοι πιστεύωσι, μὴ κατ' ἔχθραν τῶν προτέρων, ἀλλὰ κατὰ τὸ δίκαιον ἑαυτοὺς κρίνεσθαι. εἰ δὲ τὸ τοιοῦτον ἔθος παλαιὸν τυγ χάνον, μνημονευθὲν δὲ καὶ γραφὲν ἐν τῇ μεγάλῃ συνόδῳ, ὑμεῖς τοῦτο παρ' ὑμῖν ἰσχύειν οὐ θέλετε, ἀπρεπὴς μὲν ἡ τοιαύτη παραίτησις· τὸ γὰρ ἅπαξ συνήθειαν ἐσχηκὸς ἐν τῇ ἐκκλησίᾳ καὶ ὑπὸ συνόδων βεβαιωθὲν οὐκ εὔλογον ὑπὸ ὀλίγων παραλύεσθαι. ἄλλως 22.3 τε οὐδὲ ἐν τούτῳ δικαίως ἂν φανεῖεν λυπηθέντες. οἱ γὰρ παρ' ὑμῶν τῶν περὶ Εὐσέβιον ἀποσταλέντες μετὰ γραμμάτων, λέγω δὴ Μακάριος ὁ πρεσβύτερος καὶ Μαρτύριος καὶ Ἡσύχιος οἱ διάκονοι, ἀπαντήσαντες ἐνταῦθα, ὡς οὐκ ἠδυνήθησαν πρὸς τοὺς ἐλθόντας Ἀθανασίου πρεσβυτέρους ἀντιστῆναι, ἀλλ' ἐν πᾶσι διετρέποντο καὶ διηλέγχοντο, τὸ τηνικαῦτα ἠξίωσαν ἡμᾶς ὥστε σύνοδον συγκροτῆσαι καὶ γράψαι καὶ Ἀθανασίῳ τῷ ἐπισκόπῳ εἰς Ἀλεξάνδρειαν, γράψαι δὲ καὶ τοῖς περὶ Εὐσέβιον, ἵνα ἐπὶ παρουσίᾳ πάντων ἡ δικαία κρίσις ἐξενεχθῆναι δυνηθῇ· τότε γὰρ καὶ ἀποδεικνύναι πάντα τὰ κατὰ Ἀθανάσιον 22.4 ἐπηγγείλαντο. κοινῇ γὰρ ὑφ' ἡμῶν διηλέγχθησαν οἱ περὶ Μαρτύριον καὶ Ἡσύχιον καὶ οἱ Ἀθανασίου τοῦ ἐπισκόπου πρεσβύτεροι μετὰ πεποιθήσεως ἀνθίσταντο, οἱ δὲ περὶ Μαρτύριον, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐν πᾶσι διετρέποντο, ὅθεν καὶ ἠξίωσαν σύνοδον γενέ 22.5 σθαι. εἰ τοίνυν μηδὲ τῶν περὶ Μαρτύριον καὶ Ἡσύχιον ἀξιωσάντων γενέσθαι σύνοδον προτρεψάμενος ἤμην ἐγὼ σκῦλαι τοὺς γράψαντας ἕνεκεν τῶν ἀδελφῶν ἡμῶν τῶν αἰτιω μένων ἀδικίαν πεπονθέναι, καὶ οὕτως εὔλογος ἦν καὶ δικαία ἡ προτροπή, ἔστι γὰρ ἐκκλησιαστικὴ καὶ θεῷ ἀρέσκουσα· ὅτε δὲ οὓς ὑμεῖς αὐτοὶ οἱ περὶ Εὐσέβιον ἀξιοπίστους ἡγήσασθε, καὶ οὗτοι ἠξίωσαν ἡμᾶς συγκαλέσαι, ἀκόλουθον ἦν τοὺς κληθέντας μὴ λυπη 22.6 θῆναι, ἀλλὰ μᾶλλον προθύμως ἀπαντῆσαι. οὐκοῦν ἡ μὲν δόξασα ἀγανάκτησις τῶν λυπηθέντων προπετής, ἡ δὲ παραίτησις τῶν μὴ θελησάντων ἀπαντῆσαι ἀπρεπὴς καὶ ὕποπτος ἐκ τούτων δείκνυται. αἰτιᾶταί τις ἃ πράττων αὐτὸς ἀποδέχεται, εἰ παρ' ἑτέρου γινόμενα βλέποι; εἰ γάρ, ὡς γράφετε, «ἀσάλευτον ἔχει τὴν ἰσχὺν ἑκάστη σύνοδος, καὶ ἀτιμάζεται ὁ κρίνας ἐὰν παρ' ἑτέρων ἡ κρίσις ἐξετάζηται», σκοπεῖτε, ἀγαπητοί, τίνες εἰσὶν οἱ σύνοδον ἀτιμάζοντες καὶ τίνες τὰ τῶν φθασάντων κρῖναι διαλύουσι. καὶ ἵνα μὴ τὰ καθ' ἕκαστον νῦν ἐξετάζων ἐπιβαρεῖν τινας δοκῶ, ἀλλὰ τό γε τελευταῖον γενόμενον, ἐφ' ᾧ καὶ φρίξειεν ἄν τις ἀκούων, ἀρκεῖ πρὸς ἀπόδειξιν πάντων τῶν παραλειφθέντων.

23.1 Οἱ Ἀρειανοὶ οἱ ἀπὸ τοῦ τῆς μακαρίας μνήμης Ἀλεξάνδρου τοῦ γενομένου ἐπισκόπου τῆς Ἀλεξανδρείας ἐπὶ ἀσεβείᾳ ἐκβληθέντες οὐ μόνον ὑπὸ τῶν καθ' ἑκάστην πόλιν ἀπεκηρύχ θησαν, ἀλλὰ καὶ ὑπὸ πάντων τῶν κοινῇ συνελθόντων ἐν τῇ κατὰ Νίκαιαν μεγάλῃ συνόδῳ ἀνεθεματίσθησαν. οὐ γὰρ ἦν αὐτῶν τὸ τυχὸν πλημμέλημα, οὐδὲ εἰς ἄνθρωπον ἦσαν ἁμαρτή σαντες, ἀλλ' εἰς αὐτὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος. 23.2 καὶ ὅμως οἱ ὑπὸ πάσης τῆς οἰκουμένης ἀποκηρυχθέντες καὶ κατὰ πᾶσαν ἐκκλησίαν στηλι τευθέντες νῦν λέγονται δεδέχθαι, ἐφ' ᾧ καὶ ὑμᾶς ἀκούσαντας χαλεπαίνειν δίκαιον ἡγοῦμαι. τίνες οὖν εἰσιν οἱ «σύνοδον ἀτιμάζοντες»; οὐχ οἱ τῶν τριακοσίων τὰς ψήφους παρ' οὐδὲν 23.3 θέμενοι καὶ ἀσέβειαν εὐσεβείας προκρίναντες; ἡ μὲν γὰρ τῶν Ἀρειομανιτῶν αἵρεσις ὑπὸ πάντων τῶν ἁπανταχοῦ ἐπισκόπων κατεγνώσθη καὶ ἀπεκηρύχθη, Ἀθανάσιος δὲ καὶ Μάρκελλος οἱ ἐπίσκοποι πλείονας ἔχουσι τοὺς ὑπὲρ ἑαυτῶν λέγοντας καὶ γράφοντας. Μάρκελλος μὲν γὰρ ἐμαρτυρήθη ἡμῖν καὶ ἐν τῇ κατὰ