1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

16

διαβεβαιούμενοι ἐν πᾶσιν αὐτὸν συσκευὴν πεπον 27.3 θέναι. καὶ πάλιν Ἀρσένιός τις ἐπίσκοπος ἐλέχθη ποτὲ ὡς ἀναιρεθεὶς παρὰ Ἀθανασίου, 27.4 ἀλλὰ τοῦτον ἐμάθομεν ζῆν, ἀλλὰ καὶ φιλίαν ἔχειν πρὸς αὐτόν. τὰ ὑπομνήματα τὰ ἐν Μαρεώτῃ γενόμενα διεβεβαιώσατο κατὰ μονομέρειαν γεγενῆσθαι· μήτε γὰρ ἐκεῖ παρεῖναι Μακάριον τὸν πρεσβύτερον τὸν κατηγορούμενον μήτε αὐτὸν τὸν ἐπίσκοπον αὐτοῦ Ἀθανάσιον. καὶ τοῦτο οὐ μόνον ἐκ τῶν αὐτοῦ λόγων, ἀλλὰ καὶ ἐκ τῶν ὑπο μνημάτων, ὧν ἐκόμισαν ἡμῖν οἱ περὶ Μαρτύριον καὶ Ἡσύχιον, ἔγνωμεν. ἀναγνόντες γὰρ εὕρομεν ὅτι ὁ μὲν κατήγορος Ἰσχύρας ἐκεῖ παρῆν, οὔτε δὲ Μακάριος οὔτε ὁ ἐπί σκοπος Ἀθανάσιος· ἀλλὰ καὶ τοὺς πρεσβυτέρους Ἀθανασίου ἀξιοῦντας παρεῖναι καὶ 27.5 μὴ συγχωρηθέντας. ἔδει δὲ, ἀγαπητοί, εἴπερ μετὰ ἀληθείας ἐγίνετο τὸ κριτήριον μὴ μόνον τὸν κατήγορον, ἀλλὰ καὶ τὸν κατηγορούμενον παρεῖναι. ὥσπερ γὰρ ἐν τῇ Τύρῳ Μακάριος παρῆν ὁ κατηγορούμενος καὶ Ἰσχύρας ὁ κατήγορος, καὶ οὐδὲν ἐδείχθη, οὕτως ἔδει καὶ ἐν τῷ Μαρεώτῃ μὴ μόνον ἀπελθεῖν τὸν κατήγορον, ἀλλὰ καὶ τὸν κατη γορούμενον, ἵνα παρὼν ἢ ἐλεγχθῇ ἢ μὴ ἐλεγχθεὶς δείξῃ τὴν συκοφαντίαν. νῦν δὲ τού του μὴ γενομένου, ἀλλὰ μόνου ἀπελθόντος τοῦ κατηγόρου, μεθ' ὧν παρῃτήσατο Ἀθα νάσιος, ὕποπτα τὰ πράγματα φαίνεται.

28.1 Ἠιτιᾶτο δὲ καὶ τοὺς ἀπελθόντας εἰς τὸν Μαρεώτην παρὰ γνώμην αὐτοῦ ἀπεληλυ θέναι. ἔλεγε γὰρ ὅτι Θεόγνιον καὶ Μάριν καὶ Θεόδωρον, Οὐρσάκιον καὶ Οὐάλεντα καὶ Μακεδόνιον ὑπόπτους ὄντας ἀπέστειλαν. καὶ τοῦτο οὐκ ἐκ τῶν λόγων αὐτοῦ μόνον, ἀλλὰ καὶ ἐκ τῆς ἐπιστολῆς Ἀλεξάνδρου τοῦ γενομένου ἐπισκόπου τῆς Θεσσαλονίκης ἐδείκνυε. προήνεγκε γὰρ ἐπιστολὴν αὐτοῦ γραφεῖσαν πρὸς ∆ιονύσιον τὸν ἐν τῇ συνόδῳ 28.2 κόμητα, ἐν ᾗ δηλοῖ φανερὰν συσκευὴν γενέσθαι κατὰ Ἀθανασίου. καὶ αὐτοῦ δὲ τοῦ κατηγόρου Ἰσχύρα προεκόμισε χεῖρα ὁλόγραφον αὐθεντικήν, ἐν ᾗ μάρτυρα τὸν θεὸν τὸν παντοκράτορα ἐπικαλούμενος μήτε ποτηρίου κλάσιν μήτε τραπέζης ἀνατροπὴν γεγενῆσθαι ἔλεγεν, ἀλλ' ὑποβεβλῆσθαι ἑαυτὸν ὑπό τινων πλάσασθαι ταύτην τὴν κα τηγορίαν. ἀπαντήσαντες δὲ καὶ πρεσβύτεροι τοῦ Μαρεώτου διεβεβαιώσαντο μήτε τὸν Ἰσχύραν πρεσβύτερον εἶναι τῆς καθολικῆς ἐκκλησίας μήτε τι τοιοῦτον πεπλημμεληκέναι 28.3 Μακάριον, ὁποῖον ἐκεῖνος κατηγόρησεν. οἱ πρεσβύτεροι δὲ καὶ οἱ διάκονοι ἀπαντή σαντες ἐνταῦθα οὐκ ὀλίγα, ἀλλὰ καὶ πολλὰ ἐμαρτύρησαν ὑπὲρ τοῦ ἐπισκόπου Ἀθανασίου διαβεβαιούμενοι μηδὲν ἀληθὲς εἶναι τῶν κατ' αὐτοῦ λεγομένων, συσκευὴν δὲ αὐτὸν πε πονθέναι. καὶ οἱ ἀπὸ τῆς Αἰγύπτου δὲ καὶ Λιβύης πάντες ἐπίσκοποι γράφοντες διεβεβαιώ σαντο καὶ τὴν κατάστασιν αὐτοῦ ἔννομον καὶ ἐκκλησιαστικὴν γεγονέναι καὶ πάντα τὰ παρ' ὑμῶν λεγόμενα κατ' αὐτοῦ εἶναι ψευδῆ· οὔτε γὰρ φόνον γεγενῆσθαι οὔτε τινὰς ἀναιρεθῆναι δι' αὐτὸν οὔτε κλάσιν ποτηρίου γεγενῆσθαι, ἀλλὰ πάντα εἶναι ψευδῆ. 28.4 καὶ ἐκ τῶν ὑπομνημάτων δὲ τῶν ἐν Μαρεώτῃ κατὰ μονομέρειαν γενομένων ἐδείκνυεν ὁ ἐπίσκοπος Ἀθανάσιος ἕνα κατηχούμενον ἐξετασθέντα καὶ εἰπόντα ἔνδον εἶναι μετὰ Ἰσχύρα, ὅτε Μακάριος ὁ πρεσβύτερος Ἀθανασίου, ὡς λέγουσιν, ἐπέστη τῷ τόπῳ, καὶ ἄλλους δὲ ἐξετασθέντας καὶ εἰπόντας τὸν μὲν «ἐν κελλίῳ μικρῷ», τὸν δὲ «ὄπισθεν τῆς θύρας κατακεῖσθαι τὸν Ἰσχύραν τότε νοσοῦντα», ὅτε Μακάριον λέγουσιν ἀπηντηκέναι 28.5 ἐκεῖ. ἀπὸ δὴ τούτων ὧν ἔλεγε, καὶ ἡμεῖς ἀκολούθως στοχαζόμεθα ὅτι πῶς οἷόν τε τὸν ὄπισθεν τῆς θύρας νόσῳ κατακείμενον τότε ἑστηκέναι καὶ λειτουργεῖν καὶ προσφέρειν; ἢ πῶς οἷόν τε ἦν προσφορὰν προκεῖσθαι ἔνδον ὄντων τῶν κατηχουμένων; εἰ γὰρ ἔνδον 28.6 ἦσαν οἱ κατηχούμενοι, οὔπω ἦν ὁ καιρὸς τῆς προσφορᾶς. ταῦτα, ὥσπερ εἴρηται, ἔλεγεν ὁ ἐπίσκοπος Ἀθανάσιος καὶ ἐκ τῶν ὑπομνημάτων ἐδείκνυε, διαβεβαιουμένων καὶ τῶν σὺν αὐτῷ μηδὲ ὅλως αὐτὸν πρεσβύτερον γεγενῆσθαί ποτε ἐν τῇ καθολικῇ ἐκκλησίᾳ μηδὲ σεσυνῆχθαι αὐτόν ποτε ἐν τῇ ἐκκλησίᾳ ὡς πρεσβύτερον· οὐδὲ γὰρ [οὐδὲ] ὅτε