1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

7

ἐν τοῖς ζῶσιν ἦν· κεκίνηται φόνον ἀκού σας ἐπὶ ζῶντι καὶ τοῦ βίου μὴ στερηθέντι, οὗ καὶ τὴν ἐπιστολὴν ἀπεστείλαμεν.

10.1 οἱ δὲ περὶ Εὐσέβιον οἱ θαυμαστοί, ἵνα καὶ τὴν ἀλήθειαν καὶ τὰ γραφέντα λύειν δόξωσιν, ὄνομα συνόδου σχηματίζονται καὶ τὸ ἔργον αὐτῆς παρὰ βασιλέως λαμβάνουσι. καὶ κόμης ἐπὶ τούτῳ καὶ στρατιῶται δορυφόροι τῶν ἐπισκόπων καὶ βασιλικὰ γράμ 10.2 ματα συνελθεῖν οὓς ᾔτησαν ἐπαναγκάζοντα. ἐνταῦθα τὸ παράδοξον τῆς ἐπιβουλῆς αὐτῶν ἐνθυμήθητε καὶ τὴν ἀνωμαλίαν τῶν τολμωμένων αὐτοῖς, ἵνα ὅθεν δήποτε παντὶ τρόπῳ τὸν ἄνθρωπον ἐξ ἡμῶν ἁρπάσωσιν. εἰ μὲν γὰρ ἐπέτρεπον ἑαυτοῖς τὴν κρίσιν μόνοις ὡς ἐπίσκοποι, τίς κόμητος καὶ στρατιωτῶν χρεία; ἢ πῶς ὑπὸ βασιλικοῖς συν ήγοντο γράμμασιν; εἰ δὲ βασιλέως ἐδέοντο καὶ παρ' αὐτοῦ τὸ κῦρος ἔχειν ἤθελον, διὰ τί 10.3 τὴν κρίσιν αὐτοῦ παρέλυον; ἢ πῶς ἐκείνου τοὺς μὲν Μελιτιανοὺς συκοφάντας, ἀθε 10.3 μίτους, Ἀθανάσιον δὲ καθαρώτατον δι' ὧν ἔγραψε κρίναντος καὶ τὸν φόνον ἐκτραγῳ δοῦντος τὸν ἐπὶ τῷ ζῶντι πεπλασμένον, οὗτοι καὶ Μελιτιανοὺς ἀληθεύειν κἀκεῖνον ὑπεύθυνον εἶναι διωρίζοντο καὶ μὴ αἰδούμενοι τὸν ζῶντα νεκρὸν ἐποίουν, ζῶντα καὶ μετὰ τὴν κρίσιν τοῦ βασιλέως, καὶ ὅτε συνῄεσαν, καὶ ἄχρι νῦν σὺν ἡμῖν ὄντα;

11.1 Ταῦτα μὲν περὶ Ἀρσενίου· ποτήριον δὲ μυστικόν, ποῖον ἢ ποῦ κατεαγὲν παρὰ Μακαρίου; τοῦτο γὰρ ἄνω καὶ κάτω περιιόντες θρυλοῦσι. καίτοι Ἀθανά σιον μὲν οὐδὲ οἱ κατήγοροι τετολμήκασιν αἰτιάσασθαι, εἰ μὴ οἳ παρ' αὐτῶν ὑπεβλήθησαν, ἀλλ' ὅμως αὐτοὶ τὸ τέλος τῆς μέμψεως ἐπ' αὐτὸν ἄγουσιν, ὃ 11.2 μηδὲ ἐπὶ Μακάριον ἔδει χωρεῖν οὐκ ἐλεγχθέντα. καὶ οὐκ αἰσχύνονται ταῦ τα ἐπὶ κατηχουμένων, καὶ τό γε χείριστον, ἐπὶ Ἑλλήνων τραγῳδοῦντες τὰ μυ στήρια, δέον, ὡς γέγραπται, «μυστήριον βασιλέως καλὸν κρύπτειν», καὶ ὡς ὁ κύριος παρήγγειλε «μὴ δῶτε τὰ ἅγια τοῖς κυσὶ μηδὲ βάλητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων». οὐ χρὴ γὰρ τὰ μυστήρια ἀμυήτοις τραγῳδεῖν, ἵνα μὴ Ἕλ ληνες μὲν ἀγνοοῦντες γελῶσι, κατηχούμενοι δὲ περίεργοι γενόμενοι σκανδαλίζωνται. 11.3 ἀλλὰ καὶ ὅμως ποῖον ἢ ποῦ ἢ παρὰ τίσι κατεαγὲν ποτήριον; Μελιτιανοὶ μὲν γάρ εἰσιν οἱ κατηγοροῦντες καθόλου πιστεύεσθαι μὴ ὀφείλοντες. σχισματικοὶ γὰρ καὶ ἐχθροὶ τῆς ἐκκλησίας γεγόνασιν οὐ νῦν, ἀλλ' ἀπὸ τοῦ μακαρίου Πέτρου ἐπισκόπου καὶ μάρτυρος γενομένου, οἱ καὶ αὐτῷ Πέτρῳ ἐπιβουλεύσαντες καὶ Ἀχιλλᾶν τὸν μετ' ἐκεῖνον διαβα 11.4 λόντες καὶ Ἀλεξάνδρου κατηγορήσαντες μέχρις αὐτοῦ τοῦ βασιλέως. οὕτως γὰρ δὴ μελετήσαντες λοιπὸν καὶ εἰς Ἀθανάσιον διέβησαν οὐδὲν ξένον τῆς πονηρίας ἑαυτῶν ποιοῦντες, καὶ γὰρ ὥσπερ τοὺς πρὸ αὐτοῦ, οὕτως καὶ τοῦτον ἐσυκοφάντησαν. ἀλλὰ νῦν αὐτῶν καὶ οὐ πρότερον ἡ συκοφαντία καὶ αἱ διαβολαὶ κεκρατήκασιν, ὅτι τοὺς περὶ Εὐσέβιον ἔσχον συνεργοὺς καὶ προστάτας διὰ τὴν οἰκείαν ἀσέβειαν τῶν Ἀρειομανιτῶν, 11.5 δι' ἣν ὥσπερ πολλοῖς ἐπισκόποις οὕτω καὶ Ἀθανασίῳ συνεσκευάσαντο. καὶ γὰρ ὁ τόπος ἐκεῖνος, ἐν ᾧ κεκλάσθαι τὸ ποτήριόν φησιν, οὐκ ἦν ἐκκλησία· πρεσβύτερος οὐκ ἦν ὁ τὸν τόπον οἰκῶν· ἡμέρα, καθ' ἣν Μακάριον τοῦτο πεποιηκέναι φασίν, οὐκ ἦν κυριακή. μήτε τοίνυν ἐκκλησίας οὔσης ἐκεῖ μήτε τοῦ ἱερουργοῦντος μήτε τῆς ἡμέρας 11.6 ἀπαιτούσης ποῖον ἢ πότε ἢ ποῦ τὸ ποτήριον κέκλασται μυστικόν; ποτήρια μὲν γὰρ εἶναι πολλὰ καὶ κατὰ τὰς οἰκίας καὶ ἐν ἀγορᾷ μέσῃ δῆλον καὶ τούτων οὐδὲν ὁ θραύων ἀσεβεῖ, τὸ δὲ μυστικὸν ποτήριον, ὃ κἂν θραυσθῇ παρ' ἑκόντος, ἀσεβῆ ποιεῖ τὸν ἐπικεχει ρηκότα, παρὰ μόνοις τοῖς νομίμως προεστῶσιν εὑρίσκεται. οὗτος ὁ τρόπος τούτου τοῦ 11.7 ποτηρίου μόνος, ἄλλος οὐδείς. τοῦτο ὑμεῖς νομίμως προπίνετε τοῖς λαοῖς, τοῦτο ὑμεῖς ὑπὸ τοῦ ἐκκλησιαστικοῦ κανόνος παρελάβετε, τοῦτο μόνον ἐστὶ τῶν τῆς καθολικῆς ἐκκλησίας προεστώτων. μόνων γὰρ ὑμῶν ἐστι προπίνειν τὸ αἷμα τοῦ Χριστοῦ, τῶν δὲ ἄλλων οὐδενός. ἀλλ' ὅσον τὸ μυστικὸν ὁ θλάων ἀσεβής, τοσοῦτον ἀσεβέστερος ὁ