1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

26

Ἀθανασίου, ἐμαρτύρησαν μὲν οἱ παραγενόμενοι ἀπὸ τῆς 44.3 Ἀλεξανδρείας καὶ Μαρεώτου καὶ τῶν τόπων, ὅτι μηδὲν τούτων πέπρακται. καὶ οἱ ἐπίσκοποι δὲ γράφοντες οἱ ἀπὸ τῆς Αἰγύπτου πρὸς Ἰούλιον τὸν συλλειτουργὸν ἡμῶν ἱκανῶς διεβεβαιοῦντο μηδὲ ὑπόνοιαν ὅλως τοιαύτην ἐκεῖ γεγενῆσθαι. ἄλλως τε ἃ λέ 44.4 γουσιν ὑπομνήματα ἔχειν κατ' αὐτοῦ, κατὰ μονομέρειαν συνέστηκε γεγενῆσθαι. καὶ ὅμως καὶ ἐν τοῖς ὑπομνήμασι τούτοις ἐθνικοὶ καὶ κατηχούμενοι ἠρωτῶντο, ἐξ ὧν εἷς κατη χούμενος ἐρωτώμενος ἔφασκεν ἔνδον εἶναι, ὅτε ὁ Μακάριος ἐπέστη τῷ τόπῳ, καὶ ἕτερος ἐρωτώμενος ἔλεγε τὸν θρυλούμενον παρ' αὐτῶν Ἰσχύραν νοσοῦντα τότε κατακεῖσθαι ἐν κελλίῳ, ὡς ἀπὸ τούτου φαίνεσθαι μηδόλως γεγενῆσθαί τι τῶν μυστηρίων διὰ τὸ τοὺς κατηχουμένους ἔνδον εἶναι καὶ τὸν Ἰσχύραν μὴ παρεῖναι, ἀλλὰ νοσοῦντα κατακεῖσθαι. 44.5 καὶ γὰρ καὶ αὐτὸς ὁ παμπόνηρος Ἰσχύρας ψευσάμενος ἐπὶ τῷ εἰρηκέναι κεκαυκέναι τὸν Ἀθανάσιόν τινα τῶν θείων βιβλίων καὶ διελεγχθεὶς ὡμολόγησε κατ' ἐκεῖνο καιροῦ νοσεῖν, ὅτε Μακάριος παρῆν, καὶ κατακεῖσθαι, ὡς καὶ ἐκ τούτου συκοφάντην αὐτὸν εἶναι. ἀμέλει τῆς συκοφαντίας ταύτης μισθὸν αὐτῷ τῷ Ἰσχύρᾳ δεδώκασιν ἐπισκοπῆς ὄνομα τῷ μηδὲ 44.6 πρεσβυτέρῳ τυγχάνοντι. ἀπαντήσαντες γὰρ δύο πρεσβύτεροι σὺν Μελιτίῳ ποτὲ γενόμενοι, ὕστερον δὲ ὑπὸ τοῦ μακαρίτου Ἀλεξάνδρου τοῦ γενομένου ἐπισκόπου Ἀλεξανδρείας δεχθέντες καὶ νῦν σὺν Ἀθανασίῳ ὄντες ἐμαρτύρησαν μηδεπώποτε τοῦτον πρεσ βύτερον Μελιτίου γεγενῆσθαι μηδὲ ὅλως ἐσχηκέναι Μελίτιον εἰς τὸν Μαρεώτην ἐκκλη σίαν ἢ λειτουργόν, καὶ ὅμως τὸν μηδὲ πρεσβύτερον τυγχάνοντα νῦν ὡς ἐπίσκοπον ἤγαγον, ἵνα τῷ ὀνόματι τούτῳ δόξωσι τῇ συκοφαντίᾳ καταπλήττειν τοὺς ἀκούοντας.

45.1 Ἀνεγνώσθη δὲ καὶ τὸ σύγγραμμα τοῦ συλλειτουργοῦ Μαρκέλλου καὶ ηὑρέθη τῶν περὶ Εὐσέβιον ἡ κακοτεχνία. ἃ γὰρ ὡς ζητῶν ὁ Μάρκελλος εἴρηκε, ταῦτα ὡς ὁμολογούμενα διαβεβλήκασιν. ἀνεγνώσθη γοῦν τὰ ἑξῆς καὶ τὰ πρὸ αὐτῶν τῶν ζητημάτων, καὶ ὀρθὴ ἡ πίστις τοῦ ἀνδρὸς εὑρέθη. οὔτε γὰρ ἀπὸ τῆς ἁγίας Μαρίας, ὡς αὐτοὶ διεβεβαιώσαντο, ἀρχὴν ἐδίδου τῷ τοῦ θεοῦ λόγῳ οὔτε τέλος ἔχειν τὴν βασιλείαν αὐτοῦ, ἀλλὰ καὶ τὴν 45.2 βασιλείαν ἄναρχον καὶ ἀτελεύτητον εἶναι τὴν τούτου ἔγραψε. καὶ Ἀσκληπᾶς δὲ ὁ συλλειτουργὸς προήνεγκεν ὑπομνήματα γενόμενα ἐν Ἀντιοχείᾳ παρόντων τῶν κα τηγόρων καὶ Εὐσεβίου τοῦ ἀπὸ Καισαρείας· καὶ ἐκ τῶν ἀποφάσεων τῶν δικασάντων ἐπι 45.3 σκόπων ἔδειξεν ἑαυτὸν ἀθῶον εἶναι. εἰκότως οὖν, ἀγαπητοὶ ἀδελφοί, καλούμενοι πολλάκις οὐχ ὑπήκουσαν, εἰκότως ἔφυγον. ὑπὸ γὰρ τοῦ συνειδότος ἐλαυνόμενοι φυγῇ τὰς συκοφαντίας ἑαυτῶν ἐβεβαίωσαν καὶ πιστευθῆναι κατ' αὐτῶν πεποιήκασιν, ἃ παρ 45.4 όντες οἱ κατηγοροῦντες ἔλεγον καὶ ἐπεδείκνυον. ἔτι τοίνυν πρὸς τούτοις πᾶσι καὶ τοὺς πάλαι καθαιρεθέντας καὶ ἐκβληθέντας διὰ τὴν Ἀρείου αἵρεσιν οὐ μόνον ἐδέξαντο, ἀλλὰ καὶ εἰς μείζονα βαθμὸν προήγαγον, διακόνους μὲν εἰς πρεσβυτέριον, ἀπὸ δὲ πρεσβυ τέρων εἰς ἐπισκόπους, δι' οὐδὲν ἕτερον ἢ ἵνα τὴν ἀσέβειαν διασπεῖραι καὶ πλατῦναι δυνηθῶσι καὶ τὴν εὐσεβῆ διαφθείρωσι πίστιν.

46.1 Εἰσὶ δὲ τούτων μετὰ τοὺς περὶ Εὐσέβιον νῦν ἔξαρχοι Θεόδωρος ὁ ἀπὸ Ἡρακλείας, Νάρκισσος ὁ ἀπὸ Νερωνιάδος τῆς Κιλικίας, Στέφανος ὁ ἀπὸ Ἀντιοχείας, Γεώργιος ὁ ἀπὸ Λαοδικείας, Ἀκάκιος ὁ ἀπὸ Καισαρείας τῆς Παλαιστίνης, Μηνόφαντος ἀπὸ Ἐφέσου τῆς Ἀσίας, Οὐρσάκιος ὁ ἀπὸ Σιγγιδόνου τῆς Μυσίας, Οὐάλης ἀπὸ Μουρσῶν τῆς Παν 46.2 νονίας. καὶ γὰρ οὗτοι τοὺς σὺν αὐτοῖς ἐλθόντας ἀπὸ τῆς Ἑῴας οὐκ ἐπέτρεπον οὔτε εἰς τὴν ἁγίαν σύνοδον εἰσελθεῖν οὔτε ὅλως εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ παραβάλλειν. καὶ ἐρχόμενοι δὲ εἰς τὴν Σερδικὴν κατὰ τόπους συνόδους ἐποιοῦντο καθ' ἑαυτοὺς καὶ συνθήκας μετὰ ἀπειλῶν, ὥστε ἐλθόντας αὐτοὺς εἰς τὴν Σερδικὴν μηδὲ ὅλως εἰς τὴν κρίσιν ἐλθεῖν μηδ' ἐπὶ τὸ αὐτὸ