1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

27

συνελθεῖν τῇ ἁγίᾳ συνόδῳ, ἀλλὰ μόνον ἐλθόντας καὶ ἀφοσιώσει 46.3 τὴν ἐπιδημίαν ἑαυτῶν ἐπιδειξαμένους ταχέως φυγεῖν. ταῦτα γὰρ γνῶναι δεδυνήμεθα παρὰ τῶν συλλειτουργῶν ἡμῶν Ἀρείου ἀπὸ Παλαιστίνης καὶ Ἀστερίου ἀπὸ Ἀραβίας τῶν ἐλθόντων σὺν αὐτοῖς καὶ ἀναχωρησάντων ἀπὸ τῆς ἀπιστίας αὐτῶν. οὗτοι γὰρ ἐλθόντες εἰς τὴν ἁγίαν σύνοδον τὴν μὲν βίαν ἣν ἔπαθον ἀπωδύραντο, οὐδὲν δὲ παρ' αὐτοῖς ὀρθὸν ἔλεγον πράττεσθαι, προστιθέντες καὶ τοῦτο ὡς ἄρα εἶεν ἐκεῖ πολλοὶ τῆς ὀρθῆς ἀντιποιούμενοι δόξης καὶ κωλυόμενοι παρ' αὐτῶν ἐλθεῖν ἐνταῦθα διὰ τὸ ἀπειλεῖν καὶ ἐπαγγέλλεσθαι κατὰ τῶν βουλομένων ἀναχωρεῖν ἀπ' αὐτῶν. τούτου γοῦν ἕνεκα καὶ ἐν ἑνὶ οἴκῳ πάντας μεῖναι ἐσπούδασαν μηδὲ τὸ βραχύτατον ἰδιάζειν αὐτοὺς ἐπι τρέψαντες.

47.1 Ἐπεὶ οὖν οὐκ ἔδει παρασιωπῆσαι οὐδὲ ἀνεκδιηγήτους ἐᾶσαι τὰς συκοφαντίας, τὰ δεσμά, τοὺς φόνους, τὰς πληγάς, τὰ περὶ τῶν πλαστῶν ἐπιστολῶν, τὰς αἰκίας, τὰς γυμνώσεις τῶν παρθένων, τὰς ἐξοριστίας, τὰς καταλύσεις τῶν ἐκκλησιῶν, τοὺς ἐμπρησμούς, τὰς μεταθέσεις ἀπὸ μικρῶν πόλεων εἰς μείζονας παροικίας, καὶ πρό γε πάντων, τὴν κατὰ τῆς ὀρθῆς πίστεως ἐπαναστᾶσαν δυσώνυμον ἀρειανὴν αἵρεσιν δι' αὐτῶν, τούτου ἕνεκεν τοὺς μὲν ἀγαπητοὺς ἀδελφοὺς ἡμῶν καὶ συλλειτουργοὺς Ἀθανά σιον καὶ Μάρκελλον καὶ Ἀσκληπᾶν καὶ τοὺς σὺν αὐτοῖς συλλειτουργοῦντας τῷ κυρίῳ ἀθώους καὶ καθαροὺς εἶναι ἀπεφηνάμεθα γράψαντες καὶ εἰς τὴν ἑκάστου παροικίαν, ὥστε γινώσκειν ἑκάστης ἐκκλησίας τοὺς λαοὺς τοῦ ἰδίου ἐπισκόπου τὴν καθαρότητα καὶ 47.2 τοῦτον μὲν ἔχειν ἐπίσκοπον καὶ προσδοκᾶν, τοὺς δὲ εἰς τὰς ἐκκλησίας αὐτῶν ἐπελ θόντας δίκην λύκων, Γρηγόριον τὸν ἐν Ἀλεξανδρείᾳ, Βασίλειον τὸν ἐν Ἀγκύρᾳ καὶ Κυιντιανὸν τὸν ἐν Γάζῃ τούτους μηδὲ ἐπισκόπους ὀνομάζειν μηδὲ ὅλως κοινωνίαν τινὰ πρὸς αὐτοὺς ἔχειν μηδὲ δέχεσθαί τινα παρὰ τούτων γράμματα μηδὲ γράφειν πρὸς αὐτούς. 47.3 τοὺς δέ γε περὶ Θεόδωρον καὶ Νάρκισσον καὶ Ἀκάκιον καὶ Στέφανον καὶ Οὐρσάκιον καὶ Οὐάλεντα καὶ Μηνόφαντον καὶ Γεώργιον, εἰ καὶ φοβηθεὶς μὴ παρεγένετο ἀπὸ τῆς Ἑῴας, ὅμως διὰ τὸ ἀπὸ τοῦ μακαρίτου Ἀλεξάνδρου καθῃρῆσθαι αὐτὸν καὶ διὰ τὸ εἶναι καὶ αὐτὸν καὶ τούτους τῆς Ἀρείου μανίας καὶ διὰ τὰ ἐπενεχθέντα αὐτοῖς ἐγκλήματα τούτους 47.4 παμψηφὶ καθεῖλεν ἡ ἁγία σύνοδος ἀπὸ τῆς ἐπισκοπῆς. καὶ ἐκρίναμεν μὴ μόνον αὐτοὺς ἐπισκόπους μὴ εἶναι, ἀλλὰ μηδὲ κοινωνίας μετὰ τῶν πιστῶν αὐτοὺς καταξιοῦσθαι. τοὺς γὰρ χωρίζοντας τὸν υἱὸν καὶ ἀπαλλοτριοῦντας τὸν λόγον ἀπὸ τοῦ πατρὸς χωρίζεσθαι τῆς καθολικῆς ἐκκλησίας προσήκει καὶ ἀλλοτρίους εἶναι τοῦ Χριστιανῶν ὀνόματος. 47.5 ἔστωσαν τοίνυν ὑμῖν ἀνάθεμα διὰ τὸ «κεκαπηλευκέναι τὸν λόγον» τῆς ἀληθείας· ἀποστο λικὸν ἔστι παράγγελμα· «εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω». τούτοις μηδένα κοινωνεῖν παραγγείλατε· «οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος». τούτους πάντας μακρὰν ποιεῖτε· «οὐδεμία γὰρ συμφωνία Χριστῷ πρὸς Βε 47.6 λίαρ». καὶ φυλάξασθε, ἀγαπητοί, μήτε γράφειν πρὸς αὐτοὺς μήτε γράμματα παρ' αὐτῶν δέχεσθαι. σπουδάσατε δὲ μᾶλλον καὶ ὑμεῖς, ἀδελφοὶ καὶ συλλειτουργοί, «ὡς τῷ πνεύματι παρόντες» τῇ συνόδῳ ἡμῶν συνεπιψηφίσασθαι δι' ὑπογραφῆς ὑμετέρας ὑπὲρ τοῦ παρὰ πάντων τῶν πανταχοῦ συλλειτουργῶν τὴν ὁμοφωνίαν διασῴζεσθαι. ἡ θεία πρόνοια καθωσιωμένους ὑμᾶς καὶ εὐθυμοῦντας διαφυλάττοι, ἀγαπητοὶ ἀδελφοί. Ὅσιος ἐπίσκοπος ὑπέγραψα, καὶ οὕτω πάντες.

48.1 Ταῦτα γράψασα ἡ ἐν Σαρδικῇ σύνοδος ἀπέστειλε καὶ πρὸς τοὺς μὴ δυνηθέντας ἀπαντῆσαι, καὶ γεγόνασι καὶ αὐτοὶ σύμψηφοι τοῖς κριθεῖσι. τῶν δὲ ἐν τῇ συνόδῳ γρα ψάντων καὶ τῶν ἄλλων ἐπισκόπων τὰ ὀνόματά ἐστι τάδε· 48.2 Ὅσιος ἀπὸ Σπανίας Ἰούλιος Ῥώμης δι' Ἀρχιδάμου καὶ Φιλοξένου πρεσβυτέρων Πρωτογένης Σερδικῆς Γαυδέντιος Μακεδόνιος Σεβῆρος Πραιτέξτατος Οὐρσίκιος