1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

12

βούλοιτο, κριτὴν γενέσθαι. ἡμῶν τοίνυν ἀνελθόντων εἰς τὴν Ῥώμην ἔγραψεν εἰκότως Ἰούλιος καὶ ἐπὶ τοὺς περὶ Εὐσέβιον ἀπο20.2 στείλας καὶ δύο πρεσβυτέρους ἑαυτοῦ Ἐλπίδιον καὶ Φιλόξενον. ἐκεῖνοι δὲ ἀκούσαντες περὶ ἡμῶν ἐταράχθησαν οὐ προσδοκήσαντες ἡμᾶς ἀνέρχεσθαι, καὶ παρῃτήσαντο προφάσεις ἀπιθάνους πορισάμενοι, μᾶλλον δὲ φοβηθέντες, μὴ ἅπερ οἱ περὶ Οὐάλεντα καὶ 20.3 Οὐρσάκιον ὡμολόγησαν, ταῦτα κατ' αὐτῶν ἐλεγχθῇ. λοιπὸν οὖν συνελθόντες ἐπίσκοποι πλέον πεντήκοντα, ἔνθα Βίτων ὁ πρεσβύτερος συνῆγεν, ἡμᾶς μὲν ἀπολογουμένους ἀπεδέξαντο καὶ ἐκύρωσαν εἰς ἡμᾶς τήν τε κοινωνίαν καὶ τὴν ἀγάπην. ἠγανάκτησαν δὲ κατ' ἐκείνων καὶ ἠξίωσαν Ἰούλιον γράψαι τοῖς περὶ Εὐσέβιον ταῦτα τοῖς καὶ γράψασιν αὐτῷ. καὶ ἔγραψεν αὐτὸς καὶ ἀπέστειλε διὰ Γαβιανοῦ τοῦ κόμητος.

21.τ Ἐπιστολὴ Ἰουλίου

21.1 Ἰούλιος ∆ιανίῳ καὶ Φλακίλλῳ Ναρκίσσῳ Εὐσεβίῳ Μάρι Μακεδονίῳ Θεοδώρῳ καὶ τοῖς σὺν αὐτοῖς τοῖς ἀπὸ Ἀντιοχείας γράψασιν ἡμῖν, ἀγαπητοῖς ἀδελφοῖς, ἐν κυρίῳ χαίρειν. 21.2 Ἀνέγνων τὰ γράμματα τὰ διὰ τῶν πρεσβυτέρων μου Ἐλπιδίου καὶ Φιλοξένου ἀποκομισθέντα καὶ ἐθαύμασα, πῶς ἡμεῖς μὲν ἀγάπῃ καὶ συνειδήσει ἀληθείας ἐγράψαμεν, ὑμεῖς δὲ μετὰ φιλονεικίας, καὶ οὐχ ὡς ἔπρεπεν, ἐπεστείλατε. ὑπεροψία γὰρ καὶ ἀλαζονεία τῶν γραψάντων διὰ τῆς ἐπιστολῆς ἐδείκνυτο. ταῦτα δὲ ἀλλότρια τῆς ἐν Χριστῷ πίστεώς 21.3 ἐστιν. ἔδει γὰρ τὰ μετὰ ἀγάπης γραφέντα ἀμοιβῆς τῆς ἴσης μετὰ ἀγάπης τυχεῖν καὶ μὴ μετὰ φιλονεικίας. ἢ οὐχὶ ἀγάπης ἐστὶ γνώρισμα πρεσβυτέρους ἀποστεῖλαι, συμπαθεῖν τοῖς πάσχουσι, προτρέψασθαι τοὺς γράψαντας ἐλθεῖν, ἵνα πάντα θᾶττον λύσιν λαβόντα διορθωθῆναι δυνηθῇ, καὶ μηκέτι μήτε οἱ ἀδελφοὶ ἡμῶν πάσχωσι μήτε ὑμᾶς τινες διαβάλλωσιν; ἀλλ' οὐκ οἶδα, τί τὸ δόξαν οὕτως ὑμᾶς διατεθῆναι, ὥστε καὶ ἡμᾶς ποιῆσαι λογίζεσθαι ὅτι καὶ ἐν οἷς ἐδόξατε ῥήμασιν ἡμᾶς τιμᾶν, ταῦτα μετασχηματιζόμενοι μετὰ 21.4 εἰρωνείας τινὸς εἰρήκατε. καὶ γὰρ καὶ οἱ πρεσβύτεροι οἱ ἀποσταλέντες, οὓς ἔδει μετὰ χαρᾶς ἐπανελθεῖν, τοὐναντίον λυπούμενοι ἐπανῆλθον, ἐφ' οἷς ἑωράκασιν ἐκεῖ γινομένοις. καὶ ἔγωγε τοῖς γράμμασιν ἐντυχὼν πολλὰ λογισάμενος κατέσχον παρ' ἐμαυτῷ τὴν ἐπι στολήν, νομίζων ὅμως ἥξειν τινὰς καὶ μὴ χρείαν εἶναι τῆς ἐπιστολῆς, ἵνα μὴ καὶ ἐς φανερὸν ἐλθοῦσα πολλοὺς τῶν ἐνταῦθα λυπήσῃ. ἐπειδὴ δὲ μηδενὸς ἐλθόντος ἀνάγκη γέγονεν αὐτὴν προκομισθῆναι, ὁμολογῶ ὑμῖν, πάντες ἐθαύμασαν καὶ ἐγγὺς ἀπιστίας γεγόνασιν, εἰ ὅλως παρ' ὑμῶν τοιαῦτα ἐγράφη· φιλονεικίας γὰρ μᾶλλον καὶ οὐκ ἀγάπης ἦν ἡ ἐπι 21.5 στολή. εἰ μὲν οὖν φιλοτιμίας λόγων ἕνεκεν ὁ ὑπαγορεύσας ἔγραψεν, ἄλλων τὸ τοιοῦτον ἐπιτήδευμα. ἐν γὰρ τοῖς ἐκκλησιαστικοῖς οὐ λόγων ἐπίδειξίς ἐστιν, ἀλλὰ κανόνες ἀποστολικοὶ καὶ σπουδὴ τοῦ μὴ σκανδαλίζειν ἕνα τῶν μικρῶν τῶν ἐν τῇ ἐκκλησίᾳ. συμ φέρει γὰρ κατὰ τὸν ἐκκλησιαστικὸν λόγον «μύλον ὀνικὸν κρεμασθῆναι εἰς τὸν τράχηλον καὶ καταποντισθῆναι ἢ σκανδαλίσαι κἂν ἕνα τῶν μικρῶν». εἰ δὲ ὥς τινων λελυπημένων διὰ τὴν πρὸς ἀλλήλους μικροψυχίαν (οὐ γὰρ ἂν εἴποιμι πάντων εἶναι ταύτην γνώμην) τοιαύτη γέγονεν ἡ ἐπιστολή, ἔπρεπε μὲν μηδὲ ὅλως λυπηθῆναι μηδὲ «ἐπιδῦναι τὸν ἥλιον ἐπὶ τῇ λύπῃ», ἔδει δὲ ὅμως μὴ εἰς τοσοῦτον προαχθῆναι, ὥστε καὶ ἔγγραφον αὐτὴν ἐπιδείξασθαι.

22.1 Τί γὰρ καὶ γέγονεν ἄξιον λύπης ἢ ἐν τίνι ἦν ἄξιον λυπηθῆναι ὑμᾶς οἷς καὶ ἐγράψαμεν; ἢ ὅτι προετρεψάμεθα εἰς σύνοδον ἀπαντῆσαι; ἀλλὰ τοῦτο μᾶλλον ἔδει μετὰ χαρᾶς δέξασθαι. οἱ γὰρ παρρησίαν ἔχοντες, ἐφ' οἷς πεποιήκασι καί, ὡς