1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

35

ἐστὶ τοῦ φθόνου τοῖς ἰδίοις ἐπερειδομένη φαρμάκοις. οὐδὲν ἴσχυσαν οἱ πονηροὶ κατὰ τοῦ ἐπισκόπου ὑμῶν, ἐμοὶ πιστεύσατε, ἀδελφοί. οὐδὲν ἕτερον ἐσπουδάκασιν, ἢ ἵνα κατατρίψαντες τοὺς ἡμετέρους χρόνους μηδεμίαν χώραν ἐν τῇ ζωῇ ταύτῃ μεταμελείας ἔχωσιν. ἐπικουρήσατε τοίνυν ὑμῖν αὐτοῖς, παρακαλῶ, τὸ φίλτρον τὸ ἡμέτερον ἀγαπήσατε καὶ παντὶ σθένει διώξατε τοὺς τὴν τῆς ἡμετέρας ὁμονοίας χάριν ἀφανίζειν ἐπιθυμοῦντας καὶ πρὸς τὸν θεὸν ἀπιδόντες ὑμᾶς αὐτοὺς ἀγαπᾶτε. ἐγὼ γὰρ τὸν ὑμέτερον ἐπίσκοπον Ἀθανάσιον ἀσμένως προσηκάμην οὕτως τε προσεφθεγξάμην 62.7 ὡς ἄνθρωπον αὐτὸν θεοῦ ὄντα πεπεισμένος. ὑμέτερόν ἐστι ταῦτα συνιέναι, οὐκ ἐμὸν κρίνειν. τὴν γὰρ παρ' ἐμοῦ πρόσρησιν αὐτὸν Ἀθανάσιον ὑμῖν διακονῆσαι τὸν αἰδεσιμώτατον ἀναγκαῖον ἡγησάμην ἐννοῶν τὴν ἐπιμέλειαν τῆς ἐπιεικείας αὐτοῦ, ἥτις οὐκ ἀναξίως τῆς εἰρηνικῆς μου πίστεως εἰς τὸ ἀγαθὸν τῆς σωτηριώδους γνώμης κατέχεται διαπαντὸς καὶ ἕξει τὸν προτρέποντα λογισμόν. ὁ θεὸς ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγα πητοί. 63.1 Τούτων οὕτως πραχθέντων πρὸς ὀλίγον ἡσυχάσαντες οἱ Μελιτιανοὶ παροξύνονται πάλιν, καὶ ταύτην ὕστερον τίθενται βουλὴν σπουδάζοντες ἀρέσαι τοῖς μισθωσαμένοις 63.2 αὐτούς. Μαρεώτης χώρα τῆς Ἀλεξανδρείας ἐστίν· ἐν ταύτῃ σχίσμα Μελίτιος οὐκ ἠδυνήθη ποιῆσαι. τῶν τοίνυν ἐκκλησιῶν ἐν ὡρισμένοις τόποις οὐσῶν καὶ τῶν πρεσβυ τέρων πάντων ἐν αὐταῖς συναγόντων τῶν τε λαῶν εἰρηνευόντων Ἰσχύρας τις οὕτω λε γόμενος, οὐ κληρικός, ἀλλὰ καὶ τὸν τρόπον πονηρός, ἐπεχείρει τοὺς ἐν τῇ ἰδίᾳ κώμῃ πλανᾶν 63.3 λέγων εἶναί τινα ἑαυτὸν κληρικόν. τοῦτο μαθὼν ὁ τῶν τόπων πρεσβύτερος περι ερχομένῳ μοι τὰς ἐκκλησίας ἀναγγέλλει. καὶ ἀποστέλλω σὺν αὐτῷ Μακάριον πρεσβύτερον καλέσαι τὸν Ἰσχύραν. εὑρόντες δὲ αὐτὸν νοσοῦντα καὶ κατακείμενον ἐν κελλίῳ ἐντέλλον ται τῷ πατρὶ αὐτοῦ παραγγεῖλαι τῷ υἱῷ μηδέν τι τοιοῦτον ἐπιχειρεῖν, οἷον εἴρηται κατ' αὐτοῦ. ἀλλ' ἀναστὰς ἀπὸ τῆς νόσου καὶ κωλυόμενος ἀπὸ τῶν ἰδίων καὶ τοῦ πατρὸς 63.4 καταφεύγει πρὸς τοὺς Μελιτιανούς. κἀκεῖνοι κοινοῦνται τοῖς περὶ Εὐσέβιον καὶ λοιπὸν συντίθεται παρ' αὐτῶν ἡ συκοφαντία ὅτι δὴ ποτήριον μὲν Μακάριος κατέαξεν, Ἀρσένιος δέ τις ἐπίσκοπος ἐφονεύθη παρ' ἡμῶν. καὶ τὸν μὲν Ἀρσένιον κρύπτουσιν ὑπὲρ τοῦ μὴ φαινόμενον αὐτὸν ὡς ἀναιρεθέντα νομίζεσθαι καὶ χεῖρα, φησίν, ὡς συγκοπέντος αὐτοῦ περιέφερον, τὸν δὲ Ἰσχύραν, ὃν οὐκ ᾔδεισαν, ἄρχονται θρυλεῖν ὡς πρεσβύτερον, 63.5 ἵνα καὶ περὶ ποτηρίου λέγων πλανᾶν δύνηται. ὁ μὲν οὖν Ἰσχύρας μεμφομένων αὐτὸν τῶν ἰδίων ἦλθε πρὸς ἡμᾶς ἀποδυρόμενος καὶ λέγων μηδὲν μὲν γεγενῆσθαι παρὰ Μακαρίου, οἷον ἐθρύλησαν, ὑποβεβλῆσθαι δὲ ἑαυτὸν παρὰ τῶν Μελιτιανῶν πλάσασθαι τοιαύτην λοιδορίαν. καὶ γράφει ταῦτα·

64.1 Τῷ μακαρίῳ πάπᾳ Ἀθανασίῳ Ἰσχύρας ἐν κυρίῳ χαίρειν. Ἐπειδὴ προσῆλθόν σοι, κύριε ἐπίσκοπε, βουλόμενος τῆς ἐκκλησίας εἶναι, ᾐτιάσω δέ με ἐφ' οἷς πρότερον ἐφθεγξάμην, ὡς ἐμοῦ ἀπὸ προαιρέσεως εἰς τοῦτο παρελθόντος, τούτου ἕνεκεν ταύτην τὴν ἀπολογίαν ἐγγράφως σοι ἐπιδίδωμι, ἵν' εἰδέναι ἔχοις ὅτι βίας μοι γενομένης καὶ πληγῶν ἐπιτεθεισῶν ἀπὸ Ἰσαὰκ καὶ Ἡρακλείδου καὶ Ἰσαὰκ τοῦ τῆς64.2 Λητοῦς καὶ ὑπὸ τῶν σὺν αὐτοῖς. ἐγὼ δὲ μάρτυρα τὸν θεὸν εἰς τοῦτο λαμβάνων ἀπο λογοῦμαι ὅτι οὐδὲν ὧν ἐκεῖνοι εἰρήκασι σύνοιδά σε πεποιηκέναι. οὔτε γὰρ ποτηρίου κλάσις γέγονεν οὔτε τῆς ἁγίας τραπέζης καταστροφὴ γεγένηται, ἀλλὰ ταῦτα πάντα ἐκεῖνοι βίαν ἐπιθέντες μοι εἰς τοῦτο παρώρμησάν με. ταῦτα δὲ ἀπελογησάμην σοι καὶ ἐγγράφως ἐπιδέδωκα αἱρούμενος καὶ ἐπιδικαζόμενος εἶναι τῶν ὑπὸ σὲ συναγομένων. ἐρρῶσθαί σε εὔχομαι ἐν κυρίῳ. 64.3 Ἐπιδέδωκα δὲ τήνδε μου τὴν χεῖρά σοι τῷ ἐπισκόπῳ Ἀθανασίῳ ἐπὶ παρουσίᾳ τῶν πρεσβυτέρων Ἀμμωνᾶ ∆ικέλλης, Ἡρακλείου Φάσκω, Βόκκονος Χενεβρί, Ἀχιλλᾶ Μυρσίνης, ∆ιδύμου Ταφοσίρεως καὶ Ἰούστου ἀπὸ Βωμοθέου, καὶ διακόνων ἀπὸ μὲν Ἀλεξανδρείας