1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

32

ἐπακούσαντι. ἦτε γὰρ «ὡς πρόβατα ἐρριμμένα καὶ ἐσκυλμένα μὴ ἔχοντα ποιμένα»· διὰ τοῦτο ἐπεσκέψατο ὑμᾶς ὁ ἀληθινὸς ποιμὴν οὐρανόθεν, ὁ τῶν ἰδίων προβάτων κηδόμενος, ἀποδοὺς ὑμῖν ὃν 57.4 ἐπιθυμεῖτε. ἰδοὺ γὰρ καὶ ἡμεῖς πάντα ὑπὲρ τῆς ἐκκλησιαστικῆς εἰρήνης πράττοντες καὶ τῇ ὑμετέρᾳ συμπνέοντες ἀγάπῃ προλαβόντες αὐτὸν ἠσπασάμεθα, καὶ κοινωνήσαντες δι' αὐτοῦ ὑμῖν ταύτας τὰς προσρήσεις διαπεμπόμεθα καὶ τὰς εὐχαριστηρίους ἡμῶν εὐχάς, 57.5 ἵν' εἰδῆτε τῷ συνδέσμῳ τῆς ἀγάπης τῆς πρὸς αὐτὸν καὶ ἡμᾶς ἡνῶσθαι. ὀφείλετε δὲ καὶ ὑπὲρ τῆς εὐσεβείας τῶν θεοφιλεστάτων βασιλέων εὔχεσθαι, οἵτινες καὶ αὐτοὶ γνόντες τὸν πόθον ὑμῶν τὸν περὶ αὐτὸν καὶ τὴν αὐτοῦ καθαρότητα ἀποκαταστῆσαι αὐτὸν ὑμῖν μετὰ 57.6 πάσης τιμῆς κατηξίωσαν. ὑπτίαις οὖν ὑποδεξάμενοι αὐτὸν χερσὶ καὶ τὰς ὀφειλομένας περὶ τούτου εὐχαριστηρίους εὐχὰς ἀναπέμψαι τῷ ταῦτα ὑμῖν χαρισαμένῳ θεῷ σπου δάσατε, ὑπὲρ τοῦ διαπαντὸς ὑμᾶς χαίρειν σὺν θεῷ καὶ δοξάζειν ἡμῶν τὸν κύριον ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι' οὗ τῷ πατρὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. 57.7 Τῶν δὲ ὑπογραψάντων τὰ ὀνόματα, εἰ καὶ φθάσας ἐδήλωσα, ἀλλὰ καὶ νῦν ἔγραψα· εἰσὶ γὰρ Μάξιμος, Ἀέτιος, Ἄρειος, Θεόδωρος, Γερμανός, Σιλουανός, Παῦλος, Πατρίκιος, Ἐλπίδιος, Γερμανός, Εὐσέβιος, Ζηνόβιος, Παῦλος, Μακρῖνος, Πέτρος, Κλαύδιος.

58.1 Ταῦτα βλέποντες Οὐρσάκιος καὶ Οὐάλης κατέγνωσαν λοιπὸν ἑαυτῶν καὶ ἀνελ θόντες εἰς τὴν Ῥώμην ἐξωμολογήσαντο καὶ αὐτοὶ μεταγινώσκοντες συγγνώμην τε ᾐτήσαντο καὶ ἔγραψαν πρὸς Ἰούλιον τὸν ἐπίσκοπον τῆς πρεσβυτέρας Ῥώμης καὶ πρὸς ἡμᾶς ταῦτα. τὰ μέντοι ἀντίγραφα ἀπεστάλη μοι παρὰ Παυλίνου τοῦ ἐπισκόπου Τριβέρων. 58.2τ Ἑρμηνεία ἀπὸ τοῦ Ῥωμαικοῦ τῆς πρὸς Ἰούλιον ἐπιστολῆς περὶ τῆς μετανοίας Οὐρσακίου καὶ Οὐάλεντοσ Κυρίῳ μακαριωτάτῳ πάπᾳ Ἰουλίῳ Οὐρσάκιος καὶ Οὐάλης. Ἐπειδὴ συνέστηκεν ἡμᾶς πρὸ τούτου πολλά τε καὶ δεινὰ περὶ Ἀθανασίου τοῦ ἐπισκόπου διὰ γραμμάτων ὑποβεβληκέναι γράμμασί τε τῆς σῆς χρηστότητος μεθοδευ θέντες τοῦ πράγματος χάριν, περὶ οὗ ἐδηλώσαμεν, οὐκ ἠδυνήθημεν λόγον ἀποδοῦναι, ὁμολογοῦμεν παρὰ τῇ σῇ χρηστότητι παρόντων τῶν ἀδελφῶν ἡμῶν πάντων τῶν πρεσ βυτέρων ὅτι πάντα τὰ πρὸ τούτου ἐλθόντα εἰς ἀκοὰς ἡμῶν περὶ τοῦ ὀνόματος τοῦ προειρημένου Ἀθανασίου ψευδῆ καὶ πλαστά ἐστι πάσῃ τε δυνάμει ἀλλότρια αὐτοῦ 58.3 τυγχάνει. διά τε τοῦτο ἡδέως ἀντιποιούμεθα τῆς κοινωνίας τοῦ προειρημένου Ἀθα νασίου, μάλιστα ὅτι ἡ θεοσέβειά σου κατὰ τὴν ἔμφυτον ἑαυτῆς καλοκἀγαθίαν τῇ πλάνῃ ἡμῶν κατηξίωσε συγγνώμην δοῦναι. ὁμολογοῦμεν δὲ καὶ τοῦτο ὅτι, ἄν ποτε ἡμᾶς οἱ Ἀνατολικοὶ θελήσωσιν ἢ καὶ αὐτὸς Ἀθανάσιος κακοτρόπως περὶ τούτου εἰς κρίσιν κα58.4 λέσαι, μὴ ἀπέρχεσθαι παρὰ γνώμην τῆς σῆς διαθέσεως. τὸν δὲ αἱρετικὸν Ἄρειον καὶ τοὺς ὑπερασπίζοντας αὐτοῦ τοὺς λέγοντας· «ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱὸς, καὶ ὅτι ἐκ τοῦ μὴ ὄντος ὁ υἱός ἐστι» καὶ τοὺς ἀρνουμένους τὸν Χριστὸν θεὸν εἶναι θεοῦ υἱὸν πρὸ αἰώνων, καθὼς καὶ ἐν τῷ προτέρῳ λιβέλλῳ ἑαυτῶν ἐν τῇ Μεδιολάνῳ ἐπιδεδώκαμεν, καὶ νῦν καὶ ἀεὶ ἀναθεματίζομεν. ταῦτα δὲ τῇ χειρὶ ἑαυτῶν γράψαντες ὁμολογοῦμεν πάλιν ὅτι τὴν ἀρειανὴν αἵρεσιν, καθὰ προείπομεν, καὶ τοὺς ταύτης αὐθέντας κατεκρίναμεν εἰς τὸν αἰῶνα. Ἐγὼ Οὐρσάκιος τῇ ὁμολογίᾳ μου ταύτῃ παρὼν ὑπέγραψα· ὁμοίως καὶ Οὐάλης. 58.5ν Κυρίῳ ἀδελφῷ Ἀθανασίῳ ἐπισκόπῳ Οὐρσάκιος καὶ Οὐάλης ἐπίσκοποι. Ἀφορμὴν εὑρόντες διὰ τοῦ ἀδελφοῦ καὶ συμπρεσβυτέρου ἡμῶν Μουσαίου ἐρχομένου πρὸς τὴν σὴν ἀγάπην, ἀδελφὲ ἀγαπητέ, δι' αὐτοῦ σε καὶ πάνυ προσαγορεύομεν ἀπὸ τῆς Ἀκυλίης καὶ εὐχόμεθα ὑγιαίνοντά σε τὰ γράμματα τὰ ἡμέτερα ἀναγνῶναι. δώσεις γὰρ καὶ ἡμῖν θαρρεῖν, ἐὰν καὶ σὺ ἐν τῷ γράφειν τὴν ἀμοιβὴν ἡμῖν ἀποδῷς. γίνωσκε γὰρ ἡμᾶς εἰρήνην ἔχειν μετὰ σοῦ καὶ κοινωνίαν ἔχειν ἐκκλησιαστικήν, καὶ τούτου γνώρισμα ἡ διὰ τούτων τῶν γραμμάτων