1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

2

Φαρισαῖοι ἀπολογούμενοι ὑπὲρ τοῦ Παύλου διήλεγχον τὴν ἑαυτῶν καὶ τῶν Ἰουδαίων κατ' αὐτοῦ γενομένην συνωμοσίαν· οὕτως ὁ μακάριος ∆αυὶδ ἐδείχθη μάτην διωκόμενος, ὁπηνίκα ὁ διώκων ὡμολόγησε λέγων· «ἥμαρτον, τέκνον ∆αυίδ»· οὕτως καὶ οὗτοι νικηθέντες ὑπὸ τῆς ἀληθείας ἠξίωσαν καὶ γράψαντες ἐπιδεδώκασιν Ἰουλίῳ 2.4 τῷ ἐπισκόπῳ Ῥώμης. ἔγραψαν δὲ καὶ ἡμῖν ἀξιοῦντες ἔχειν τὴν πρὸς ἡμᾶς εἰρήνην οἱ τοσαῦτα θρυλήσαντες καὶ τάχα καὶ νῦν ἐρυθριῶντες, διότι οὓς ἐζήτησαν ἀνελεῖν, τούτους τῇ χάριτι τοῦ κυρίου ζῶντας ὁρῶσι. καὶ Ἄρειον δὲ καὶ τὴν αἵρεσιν ἀνεθεμάτισαν ἀκολούθως τοῦτο ποιοῦντες. εἰδότες γάρ, ὡς δι' οὐδὲν ἕτερον οἱ περὶ Εὐσέβιον ἡμῖν ἐπεβούλευον ἢ διὰ τὴν ἰδίαν ἑαυτῶν ἀσέβειαν, ἅπαξ κρίναντες ὁμολογῆσαι τὴν καθ' ἡμῶν συκοφαντίαν εὐθὺς ἠρνήσαντο καὶ τὴν χριστομάχον αἵρεσιν, δι' ἣν καὶ τὰ καθ' ἡμῶν ὑπεκρίναντο.

3.1 Τὰ μὲν οὖν γραφέντα παρὰ τῶν ἐπισκόπων ὑπὲρ ἡμῶν κατὰ διαφόρους συνόδους καὶ πρῶτα τὰ τῶν Αἰγυπτίων ἔστι τάδε· Ἡ ἁγία σύνοδος ἡ ἐν Ἀλεξανδρείᾳ συναχθεῖσα ἀπό τε τῆς Αἰγύπτου καὶ τῆς Θηβαίδος καὶ Λιβύης καὶ Πενταπόλεως τοῖς ἁπανταχοῦ τῆς καθολικῆς ἐκκλησίας ἐπι σκόποις ἀγαπητοῖς καὶ ποθεινοτάτοις ἀδελφοῖς ἐν κυρίῳ χαίρειν. 3.2 Ἠδυνάμεθα μέν, ἀγαπητοὶ ἀδελφοί, καὶ κατὰ τὴν ἀρχὴν ἅμα τῷ συσκευασθῆναι τὸν συλλειτουργὸν ἡμῶν Ἀθανάσιον ἢ καὶ μετὰ τὸ εἰσελθεῖν αὐτὸν εἰς τὴν Ἀλεξάνδρειαν ἀπολογήσασθαι περὶ ὧν συνεσκευάσαντο αὐτῷ οἱ περὶ Εὐσέβιον καὶ αἰτιάσασθαι περὶ ὧν πέπονθε παρ' αὐτῶν καὶ δεῖξαι πάσας τὰς γεγενημένας κατ' αὐτοῦ συκοφαντίας· ἐπειδὴ δὲ τότε μὲν οὐκ ἐπέτρεπε τὰ πράγματα, ὡς ἴστε καὶ ὑμεῖς, νῦν δ' ἐνομίζομεν μετὰ τὴν ἐπάνοδον Ἀθανασίου τοῦ ἐπισκόπου δυσωπεῖσθαι καὶ ἐρυθριᾶν αὐτοὺς ἐπὶ οὕτω 3.3 φανεροῖς αὐτῶν ἀδικήμασι, τούτου ἕνεκεν σιγᾶν ἑαυτοὺς ἐπείσαμεν. ἐπεὶ δὲ μετὰ τὸ παθεῖν τοσαῦτα τὸν ἄνδρα, μετὰ τὴν εἰς Γαλλίας ἀποδημίαν, μετὰ τὴν ἐπὶ ξένης ἀντὶ τῆς οἰκείας καὶ πορρωτάτω διατριβήν, μετὰ τὸ ὀλίγου δεῖν αὐτὸν ἀποθανεῖν ἐκ τῶν διαβολῶν αὐτῶν, εἰ μὴ βασιλέως ἔτυχε φιλανθρώπου, ἐφ' οἷς ἂν καὶ πᾶς ἐχθρὸς ἐκορέσθη κἂν τὸν θυμὸν ὠμότατος, οὐκ ἐρυθριῶσιν, ἀλλὰ πάλιν ἐπινεανιεύονται κατὰ τῆς ἐκκλησίας καὶ τοῦ ἀνδρὸς καὶ πρὸς τὴν ἄφεσιν ἀγανακτοῦντες αὐτοῦ χείροσιν ἐπιτολμῶσι δευτέροις. 3.4 καὶ κατηγοροῦσι μὲν εὐχερῶς, οὐ φοβοῦνται δὲ τὸ ἐν ταῖς ἁγίαις γραφαῖς γεγραμμένον «μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται» καὶ «στόμα καταψευδόμενον ἀναιρεῖ ψυχήν». διά τοι τοῦτο οὐκέτι μὲν δυνάμεθα σιγᾶν, θαυμάζομεν δὲ τὴν πονηρίαν αὐτῶν καὶ τὴν ἀκό 3.5 ρεστον ἐπὶ συσκευαῖς φιλονεικίαν. ἰδοὺ γὰρ οὐ παύονται πάλιν βασιλικὰς ἀκοὰς κι νοῦντες καθ' ἡμῶν, οὐ παύονται γράφοντες ὀλέθρου γράμματα πρὸς ἀναίρεσιν ἐπισκόπου τοῦ τῆς ἀσεβείας αὐτῶν ἐχθροῦ. πάλιν γὰρ ἔγραψαν τοῖς βασιλεῦσι κατ' αὐτοῦ, πάλιν αὐτὸν συσκευάσασθαι βούλονται, σφαγὰς αἰτιώμενοι μὴ γενομένας, πάλιν αὐτὸν φονεῦσαι βούλονται φόνους αἰτιώμενοι μὴ γενομένους. καὶ τότε γὰρ ἂν ἐφόνευσαν διαβάλλοντες, εἰ μὴ φιλανθρώπου βασιλέως ἐτύχομεν. πάλιν αὐτόν, ἵνα τὸ ἔλαττον εἴπωμεν, ἐπ' ἐξο ριστίαν ἀπελθεῖν ἐπείγονται συμφορὰς ἐξορίστων ὡς παρ' αὐτοῦ γενομένων προσποιού 3.6 μενοι θρηνεῖν. καὶ θρηνοῦσι μὲν παρ' ἡμῖν τὰ μὴ γενόμενα, οὐκ ἀρκοῦνται δὲ τοῖς γενομένοις κατ' αὐτοῦ, ἀλλὰ καὶ δεύτερα χείρονα προσάψαι βούλονται. οὕτως εἰσὶ πρᾶοι καὶ φιλάνθρωποι καὶ τὸν τρόπον ἐπιεικεῖς, μᾶλλον δὲ (εἰρήσεται γὰρ τἀληθές) πονηροὶ καὶ πικροὶ καὶ ἐκ φόβων καὶ ἀπειλῶν ἢ ἐξ εὐσεβείας καὶ ἐπιεικείας, ἃ τοῖς ἐπισκόποις πρέπει, τιμώμενοι. οἷα γὰρ μηδὲ τῶν ἔξω τις φιλοπραγμόνων φθέγξαιτο, τοιαῦτα ῥήματα 3.7 καταχέαι τετολμήκασιν ὧν πρὸς τοὺς βασιλέας ἔγραψαν. καὶ τοσούτων φόνων καὶ σφαγῶν κατηγόρησαν οὐκ ἐπὶ ἡγεμόνος, οὐκ ἐπ' ἄλλου τινὸς μείζονος, ἀλλ' ἐπὶ τῶν Αὐγούστων τῶν τριῶν, οὐδὲ πρὸς τὰ διαστήματα τῶν ὁδῶν ἀποκνήσαντες, μόνον ἵνα πάντα μείζονα