1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

25

οὐκ ἦλθον κληθέντες, καθάπερ προείπομεν, δεικ νύντες καὶ ἐκ τούτων τὴν συκοφαντίαν ἑαυτῶν καὶ μονονουχὶ τὴν ἐπιβουλὴν καὶ συσκευήν, ἣν πεποιήκασι, βοῶντες διὰ τῆς παραιτήσεως. οἱ γὰρ θαρροῦντες οἷς λέγουσι τούτοις καὶ εἰς πρόσωπον συστῆναι δύνανται. ἐπειδὴ δὲ οὐκ ἀπήντησαν, νομίζομεν λοιπὸν μηδένα ἀγνοεῖν, κἂν ἐκεῖνοι πάλιν κακουργεῖν ἐθέλωσιν, ὅτι μηδὲν ἔχοντες κατὰ τῶν συλλειτουργῶν ἡμῶν ἐλέγξαι, τούτους μὲν διαβάλλουσιν ἀπόντας, παρόντας δὲ φεύγουσιν.

43.1 Ἔφυγον γάρ, ἀγαπητοὶ ἀδελφοί, οὐ μόνον διὰ τὴν τούτων συκοφαντίαν, ἀλλ' ὅτι καὶ τοὺς ἐπὶ διαφόροις ἐγκαλοῦντας αὐτοῖς ἐθεώρουν ἀπαντήσαντας. δεσμὰ γὰρ ἦν καὶ σίδηρα προφερόμενα· ἀπ' ἐξοριστίας ἐπανελθόντες ἄνθρωποι καὶ παρὰ τῶν ἔτι κατεχομένων εἰς ἐξοριστίαν ἐλθόντες ἦσαν συλλειτουργοί, συγγενεῖς καὶ φίλοι δὲ τῶν δι' αὐτῶν ἀποθανόντων παρεγένοντο. καὶ τὸ μέγιστον, ἐπίσκοποι παρῆσαν, ὧν ὁ μὲν τὰ σίδηρα καὶ τὰς ἁλύσεις προέφερεν, ἃς δι' αὐτοὺς ἐφόρεσεν, οἱ δὲ τὸν ἐκ τῆς διαβολῆς 43.2 αὐτῶν θάνατον ἐμαρτύραντο. εἰς τοσοῦτον γὰρ ἔφθασαν ἀπονοίας, ὡς καὶ ἐπισκό πους ἐπιχειρεῖν ἀνελεῖν, καὶ ἀνεῖλον ἄν, εἰ μὴ ἐξέφυγον τὰς χεῖρας αὐτῶν. †ἀπέθανεν οὖν ὁ συλλειτουργὸς ἡμῶν ὁ μακαρίτης Θεόδουλος φεύγων αὐτῶν τὴν διαβολήν, κεκέλευστο γὰρ ἐκ διαβολῆς αὐτῶν ἀποθανεῖν. ἄλλοι δὲ πληγὰς ξιφῶν ἐπεδείκνυντο, ἄλλοι δὲ λιμὸν 43.3 ὑπομεμενηκέναι παρ' αὐτῶν ἀπωδύροντο. καὶ ταῦτα οὐχ οἱ τυχόντες ἐμαρτύρουν ἄνθρω ποι, ἀλλ' ἐκκλησίαι ὅλαι ἦσαν, ὑπὲρ ὧν οἱ ἀπαντήσαντες καὶ πρεσβεύοντες ἐδίδασκον στρα τιώτας ξιφήρεις, ὄχλους μετὰ ῥοπάλων, δικαστῶν ἀπειλάς, πλαστῶν γραμμάτων ὑπο βολάς (ἀνεγνώσθη γὰρ γράμματα τῶν περὶ Θεόγνιον πλαττομένων κατὰ τῶν συλ λειτουργῶν ἡμῶν Ἀθανασίου καὶ Μαρκέλλου καὶ Ἀσκληπᾶ, ἵνα καὶ βασιλέας κατ' αὐτῶν κινήσωσι, καὶ ταῦτα ἤλεγξαν οἱ γενόμενοι τότε διάκονοι Θεογνίου), πρὸς τούτων παρθένων γυμνώσεις, ἐμπρησμοὺς ἐκκλησιῶν, φυλακὰς κατὰ τῶν λειτουργῶν, καὶ ταῦτα πάντα δι' οὐδὲν ἕτερον ἢ διὰ τὴν δυσώνυμον αἵρεσιν τῶν Ἀρειομανιτῶν. οἱ γὰρ 43.4 παραιτούμενοι τὴν πρὸς τούτους κοινωνίαν ἀνάγκην εἶχον πειρᾶσθαι τούτων. ταῦτα τοίνυν συνορῶντες εἰς στενὸν εἶχον τὰ τῆς προαιρέσεως· ᾐσχύνοντο μὲν γὰρ ὁμολογεῖν ἃ δεδράκασι, διὰ δὲ τὸ μὴ δύνασθαι λοιπὸν ταῦτα κρύπτεσθαι ἀπήντησαν εἰς τὴν Σερδῶν πόλιν, ἵνα διὰ τῆς ἀφίξεως ὑπόνοιαν ὡς μὴ πλημμελήσαντες δόξωσιν ἀποφέρεσθαι. 43.5 ἰδόντες δὲ τοὺς παρ' αὐτῶν συκοφαντηθέντας καὶ τοὺς παρ' αὐτῶν παθόντας, τοὺς κατηγόρους, τοὺς ἐλέγχους πρὸ ὀφθαλμῶν ἔχοντες ἐλθεῖν οὐκ ἐβούλοντο κληθέντες, καίτοι τῶν συλλειτουργῶν ἡμῶν Ἀθανασίου καὶ Μαρκέλλου καὶ Ἀσκληπᾶ πολλῇ τῇ παρρησίᾳ χρωμένων, ἀποδυρομένων καὶ ἐπικειμένων καὶ προκαλουμένων αὐτοὺς καὶ ἐπαγγελ λομένων μὴ μόνον ἐλέγχειν τὴν συκοφαντίαν, ἀλλὰ καὶ δεικνύναι, ὅσα κατὰ τῶν ἐκκλη 43.6 σιῶν αὐτῶν ἐπλημμέλησαν. οἱ δὲ τοσούτῳ φόβῳ τοῦ συνειδότος κατεσχέθησαν, ὡς φεύγειν αὐτοὺς καὶ διὰ τῆς φυγῆς τὴν συκοφαντίαν ἑαυτῶν ἐλέγξαι καὶ ἅπερ ἐπλημ μέλησαν, διὰ τὸν δρασμὸν ὁμολογῆσαι.

44.1 Εἰ καὶ τὰ μάλιστα τοίνυν οὐ μόνον ἐκ τῶν προτέρων, ἀλλὰ καὶ ἐκ τούτων αὐτῶν ἡ κακοτροπία δείκνυται καὶ συκοφαντία, ὅμως ἵνα μηδὲ ἐκ τῆς φυγῆς πρόφασίν τινα ἑτέρας κακουργίας πορίσασθαι δυνηθῶσιν, ἐσκεψάμεθα κατὰ τὸν τῆς ἀληθείας λόγον 44.2 τὰ παρ' ἐκείνων δραματουργηθέντα ἐξετάσαι. καὶ τοῦτο προθέμενοι εὕρομεν αὐτοὺς καὶ ἐκ τῶν πραχθέντων συκοφάντας καὶ μηδὲν ἕτερον ἢ ἐπιβουλὴν κατὰ τῶν συλλειτουρ γῶν ἡμῶν πεποιηκότας. ὃν γὰρ ἔλεγον παρὰ Ἀθανασίου πεφονεῦσθαι Ἀρσένιον, οὗτος ζῇ καὶ ἐν τοῖς ζῶσιν ἐξετάζεται· ἀπὸ δὲ τούτου καὶ τὰ περὶ τῶν ἄλλων θρυληθέντα παρ' αὐτῶν φαίνεται πλάσματα. ἐπειδὴ δὲ καὶ περὶ ποτηρίου ἐθρύλουν, ὡς θλασθέντος παρὰ Μακαρίου τοῦ πρεσβυτέρου