1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

31

πολὺ τῆς τοῦ ἐπισκοποῦντος προνοίας ἐστέρησθε, Ἀθανάσιον τὸν ἐπίσκοπον, ἄνδρα τοῖς πᾶσι διά τε τὴν προσοῦσαν ὀρθότητα καὶ διὰ τὴν τῶν οἰκείων ἠθῶν εὐτροπίαν γνώριμον, 55.2 πάλιν πρὸς ὑμᾶς ἀποστεῖλαι ἐδικαιώσαμεν. τοῦτον συνήθως καὶ προσηκόντως ὑπο δεξάμενοι καὶ ταῖς πρὸς θεὸν εὐχαῖς βοηθὸν προστησάμενοι τὴν ὑμῖν τε πρέπουσαν καὶ ἡμῖν ἀρίστην ὁμόνοιαν καὶ εἰρήνην κατὰ τὸν τῆς ἐκκλησίας θεσμὸν διαρκῆ φυλάττειν 55.3 σπουδάσατε. οὐδὲ γὰρ εὔλογόν ἐστι διχόνοιάν τινα ἢ στάσιν ἐν ὑμῖν κινηθῆναι 55.4 ὑπεναντίον τῆς τῶν ἡμετέρων καιρῶν εὐμοιρίας. καὶ τοῦτο μὲν ἀπεῖναι ἀφ' ὑμῶν παντελῶς βουλόμεθα, τὸ δὲ ταῖς εὐχαῖς ὑμᾶς διαρκῶς αὐτῷ, ὡς προείρηται, προστάτῃ καὶ ἐπικούρῳ χρωμένους πρὸς τὸ θεῖον ἐμμένειν συνήθως παραινοῦμεν, ὡς ἂν τῆς τοιαύτης ὑμῶν προθέσεως εἰς τὰς ἁπάντων εὐχὰς διαβαινούσης καὶ οἱ ἐκ τῶν ἐθνῶν τῇ τῶν εἰδώλων πλάνῃ ἔτι καὶ νῦν προσανέχοντες ἐπὶ τὴν τῆς ἱερᾶς θρησκείας ἐπίγνωσιν προθυμότατα 55.5 σπεύδοιεν, ἀγαπητοί. καὶ αὖθις οὖν παραινοῦμεν τοῖς προειρημένοις ἐμμένειν, τὸν δὲ ἐπίσκοπον ψήφῳ τοῦ κρείττονος καὶ ἡμετέρᾳ γνώμῃ ἀπεσταλμένον ἡδέως δέξασθε καὶ πάσῃ ψυχῇ καὶ γνώμῃ ἀσπαστὸν ἡγήσασθε. τοῦτο γὰρ καὶ ὑμῖν πρέπει καὶ τῇ 55.6 ἡμετέρᾳ πραότητι προσήκειν συνέστηκεν. ὑπὲρ γὰρ τοῦ πᾶσαν ἀνασόβης καὶ στά σεως πρόφασιν περιαιρεθῆναι τῶν ἐθελοκακίᾳ χρωμένων, τοῖς παρ' ὑμῖν δικασταῖς διὰ γραμμάτων προσετάξαμεν ἅπαντας οὓς ἂν στασιώδεις καταμάθοιεν τῇ τῶν νόμων ὑπο 55.7 βάλλειν ἐκδικίᾳ. ἀμφότερα τοίνυν συνορῶντες καὶ τὴν ἡμετέραν μετὰ τοῦ κρείττονος γνώμην καὶ τὸν ὑπὲρ ὑμῶν καὶ τῆς ὁμονοίας λόγον καὶ τὴν κατὰ τῶν ἀτάκτων τιμωρίαν τὰ πρέποντα καὶ ἁρμόζοντα τῷ τῆς ἱερᾶς θρησκείας θεσμῷ διαφυλάττοντες τὸν προειρη μένον διὰ πάσης αἰδοῦς καὶ τιμῆς ἄγοντες τὰς εὐχὰς ἅμα αὐτῷ ὑπέρ τε ἑαυτῶν καὶ τῆς τοῦ βίου παντὸς εὐνομίας τῷ τῶν ὅλων πατρὶ θεῷ ἀναπέμπειν σπουδάσατε.

56.1 Ταῦτα γράψας ἐκέλευσε καὶ τὰ πρότερον παρ' αὐτοῦ γραφέντα κατ' ἐμοῦ ἐκ δια βολῆς τῶν περὶ Εὐσέβιον ἀναιρεθῆναι καὶ ἀφανισθῆναι ἀπὸ τῶν τάξεων τοῦ τε δουκὸς καὶ τοῦ ἐπάρχου τῆς Αἰγύπτου καὶ ἀποσταλεὶς Εὐσέβιος ὁ δεκουρίων ἔλαβεν αὐτὰ ἀπὸ τῶν τάξεων. καὶ ἔστι τὰ γραφέντα ταῦτα· 56.2ν Νικητὴς Κωνστάντιος Αὔγουστος Νεστορίῳ. τῷ δὲ αὐτῷ τύπῳ καὶ τοῖς ἐν Αὐγουσταμνικῇ καὶ Θηβαίδι καὶ Λιβύαις ἡγεμόσιν. Εἴ τί ποτε πρὸ τούτου ἐπὶ βλάβῃ καὶ ὕβρει τῶν κοινωνούντων Ἀθανασίῳ τῷ ἐπισκόπῳ προσταχθὲν εὑρίσκεται, ταῦτα νῦν ἀπαλειφθῆναι βουλόμεθα. καὶ γὰρ καὶ τὴν ἀλειτουργησίαν, ἣν εἶχον οἱ αὐτοῦ κληρικοί, τοὺς αὐτοὺς πάλιν τὴν αὐτὴν θέλομεν 56.3 ἔχειν. ταύτην δὲ τὴν ἡμετέραν πρόσταξιν φυλαχθῆναι βουλόμεθα, ὥστε ἀποδοθέντος Ἀθανασίου τοῦ ἐπισκόπου τῇ ἐκκλησίᾳ τοὺς κοινωνοῦντας αὐτῷ ἔχειν τὴν ἀλειτουρ γησίαν, ἣν ἀεὶ εἶχον, ἣν καὶ οἱ λοιποὶ κληρικοὶ ἔχουσιν, ἵν' οὕτως ἔχοντες καὶ αὐτοὶ χαίρωσι.

57.1 Προπεμφθεὶς οὕτως καὶ διερχόμενος τὴν Συρίαν συνέτυχον τοῖς κατὰ Παλαιστίνην ἐπισκόποις. καὶ σύνοδον ποιήσαντες ἐν Ἱερουσαλὴμ γνησίως ἡμᾶς ἀπεδέξαντο καὶ αὐτοὶ μετ' εἰρήνης προέπεμψαν καὶ ἔγραψαν πρὸς τὴν ἐκκλησίαν καὶ τοὺς ἐπισκόπους ταῦτα· 57.2 Ἡ ἁγία σύνοδος ἡ ἐν Ἱεροσολύμοις συναχθεῖσα τοῖς ἐν Αἰγύπτῳ καὶ Λιβύαις συλλειτουργοῖς καὶ τοῖς ἐν Ἀλεξανδρείᾳ πρεσβυτέροις καὶ διακόνοις καὶ λαῷ, ἀγαπη τοῖς καὶ ποθεινοτάτοις ἀδελφοῖς, ἐν κυρίῳ χαίρειν. 57.3 Κατ' ἀξίαν τῷ τῶν ὅλων θεῷ εὐχαριστεῖν οὐκ ἀρκοῦμεν, ἀγαπητοί, ἐφ' οἷς θαυμα σίοις ἐποίησε πάντοτε, ἐποίησε δὲ καὶ νῦν μετὰ τῆς ὑμετέρας ἐκκλησίας τὸν ποιμένα ὑμῶν καὶ κύριον καὶ συλλειτουργὸν ἡμῶν Ἀθανάσιον ἀποδοὺς ὑμῖν. τίς γὰρ ἤλπισέ ποτε ταῦτα ὀφθαλμοῖς ἰδεῖν, ἃ νῦν ὑμεῖς ἔργῳ ἀπολαμβάνετε; ἀληθῶς αἱ προσευχαὶ ὑμῶν εἰσηκούσθησαν παρὰ τῷ τῶν ὅλων θεῷ τῷ κηδομένῳ τῆς ἑαυτοῦ ἐκκλησίας καὶ ἐπιδόντι ὑμῶν τὰ δάκρυα καὶ τοὺς ὀδυρμοὺς καὶ διὰ τοῦτο τῶν δεήσεων ὑμῶν