1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

159

ἀνθρώπῳ ὄντι ἄγγελος ἐπάλαισεν, εἰς σάρκα τραπείς, ἵνα αὐτῷ συγχρω- τισθῆναι δυνηθῇ. καὶ ὁμῶς παλαίσας ἐπὶ τὴν ἰδίαν αὐτοῦ φύσιν βουλη- θεὶς ἐτράπη. ἤδη εἰς πῦρ μεταβαλόμενος τοῦ Ἰακὼβ τὸ πλατὺ νεῦρον οὐκ ἔκαυσε μέν, ἔφλεξε δέ, καὶ χωλὸν ἐποίησεν. ὁ δὲ ἕτερόν τι γενέσθαι ὅτε θέλει μὴ δυνάμενος, ὡς ὑποκείμενος τῇ αὐτοῦ φύσει θνητός ἐστι· δυνά- μενος δέ τις γενέσθαι ὅτε θέλει ὃ θέλει ὡς αὐτῆς τῆς φύσεως δεσποτεύων εἰς τὸ νεάζειν ὑποστρέφων ἀθάνατός ἐστιν. ὅθεν πολὺ μᾶλλον ἡ τοῦ θεοῦ δύναμις ὅτε θέλει τοῦ σώματος τὴν οὐσίαν εἰς ὃ θέλει μετατρέπει, καὶ ὁμοούσιον τῇ παρούσῃ τροπῇ προβάλλει, ἰσοδύναμον δὲ οὔ. ὅτι ὁ μὲν προ- βάλλων καὶ εἰς ἑτέραν πάλιν οὐσίαν ἐφ' ἑαυτοῦ τραπέντος δύναται, ὁ δὲ προβληθεὶς τῆς ἐξ ἐκείνου τροπῆς τε καὶ τέκνον ὑπάρχων ἄνευ τοῦ προβα- λόντος βουλῆς ἄλλο τι γενέσθαι οὐ δύναται, εἰ μὴ ἐκεῖνος θέλει. Ταῦτα τοῦ Πέτρου εἰπόντος Μιχαίας, καὶ αὐτὸς εἷς ὢν τῶν ἑπομένων ἑταίρων· Ἐβουλόμην, ἔφη, καὶ αὐτὸς μαθεῖν παρὰ σοῦ, εἰ ὥσπερ ὁ πονηρὸς γέγονεν, οὕτω γεγένηται καὶ ὁ ἀγαθός. εἰ δὲ ὁμοίως γεγόνασιν, ἀδελφοὶ εἶναί μοι δοκεῖ. καὶ ὁ Πέτρος· Oὐχ ὁμοίως γεγόνασιν, εἴπερ μέμνησαι ὧν ἐν ἀρχῇ εἶπον, ὅτι τοῦ πονηροῦ ἡ τετραγενὴς τοῦ σώματος οὐσία πεφι- λοκρινημένη ὑπὸ τοῦ θεοῦ προεβλήθη, ἔξω δὲ αὐτῆς κατὰ τὴν τοῦ προ- βαλόντος βουλὴν κραθείσης πρὸς τὴν κρᾶσιν <...>, ἡ κακοῖς χαίρουσα προαίρεσις ὡς νοεῖν ὅτι θεοῦ μὲν τέκνον ἡ τετραγενὴς ἐξ αὐτοῦ προβλη- θεῖσα οὐσία, ἡ καὶ αὐτὴ οὖσα ἀεί, τῆς δὲ ἔξω ὑπ' αὐτοῦ κραθείσης οὐσίας ἡ συμβεβηκυῖα κακοῖς χαίρουσα προαίρεσις ἐπεγένετο. καὶ οὕτως οὔτε ὑπὸ τοῦ θεοῦ γεγέννηται οὔτε ὑφ' ἑτέρου τινός, ἀλλ' οὐδὲ ὑπ' αὐτοῦ προ- βέβληται οὔτε αὐτομάτως προελήλυθεν οὔτε ἀεὶ ἦν (ὡς ἡ πρὸ τῆς συγκρά- σεως οὐσία), ἀλλὰ κατὰ τὴν τοῦ θεοῦ βούλησιν ἔξω τῇ κράσει συμβέβηκε. καὶ ὅτι ἀνάγκη τοῦθ' οὕτως ἔχειν, πολλάκις εἰρήκαμεν. ὁ δὲ ἀγαθὸς ἐκ τῆς τοῦ θεοῦ καλλίστης τροπῆς γεννηθεὶς καὶ οὐκ ἔξω κράσει συμβεβηκὼς τῷ ὄντι υἱός ἐστι. πλὴν ἐπεὶ ταῦτα ἄγραφα τυγχάνει καὶ στοχασμοῖς πε- πιστωμένα, μὴ πάντως ἡ <ἀλήθεια> οὕτως ἔχειν βεβαιούσθω. εἰ δὲ μήγε, ὁ νοῦς ὡς πάντως προειληφὼς <τὸ ἀληθ>ὲς τοῦ ζητεῖν παύεται. κἀκεῖνά μοι μνημονεύετε ὅτι τὰ τοιαῦτα <πᾶσι μὲ>ν οὐ δεῖ λέγειν, ἀλλὰ τοῖς μετὰ πεῖραν δοκιμωτάτοις. οὐδὲ πρὸς ἀλλήλους ·ᾳδίως ἰσχυρίζεσθαι δεῖ τὰ τοιαῦτα οὐδὲ τολμᾶν ὀφείλετε λέγειν ὡς ἀκριβοῦντες τὴν τῶν ἀπορρή- των εὕρεσιν, ἀλλὰ σιωπῶντας χρὴ ἐνθυμεῖσθαι μόνον· ἐν γὰρ τῷ λέγειν ἴσως οὐχ ὡς ἔχον ὁ φθεγξάμενος ἁμαρτήσεται καὶ δίκην ὑφέξει ὡς τολμή- σας (κἂν πρὸς ἑαυτόν) φθέγξασθαι τὰ σιγῇ τετιμημένα. Ταῦτα τοῦ Πέτρου εἰπόντος Λάζαρός τις τῶν ἀκολούθων καὶ αὐτὸς ἔφη· Τὴν συμφωνίαν ἡμῖν εἰπέ, πῶς δυνατὸν εὔλογον εἶναι τὸν ὑπὸ θεοῦ δικαίου καταστάντα πονηρὸν ὥστε τῶν ἀσεβησάντων εἶναι τιμωρόν, τοῦ- τον αὐτὸν ὕστερον μετὰ τῶν αὐτοῦ ἀγγέλων σὺν τοῖς ἁμαρτωλοῖς εἰς τὸ σκότος τὸ κατώτερον πέμπεσθαι; καὶ γὰρ καὶ τοῦτο μέμνημαι εἰρηκότος αὐτοῦ τοῦ διδασκάλου. καὶ ὁ Πέτρος· Κἀγώ, ἔφη, ὁμολογῶ ὅτι ὁ πονηρὸς πονηρὸν οὐδὲν ποιεῖ κατὰ τοῦτο, καθὸ τὸν δοθέντα αὐτῷ νόμον ἐκτελεῖ. καίτοι προαίρεσιν ἔχων κακήν, ὅμως φόβῳ τῷ πρὸς τὸν θεὸν οὐδὲν ἀδίκως