1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

29

τοῦ ἐν ὑπεροχῇ συμφέροντος τὴν γνῶσιν λάβῃ, ὅπερ ἐστὶν τὸ εἰδέναι τοῦ πάντα ὑπερέχοντος τὴν δικαίαν φύσιν ὅτι ἀδικουμένους ἐκδικῶν τι- μωρεῖ καὶ τοὺς εὐσεβοῦντας εἰς ἀεὶ εὐεργετεῖ. ὑμεῖς οὖν ὡς θεοῦ δοῦλοι εὐγνώμονες, ἀφ' ἑαυτῶν τὸ εὔλογον νοοῦντες, τὴν αὐτῷ ἀρέ- σκουσαν ἀναδέξασθε πολιτείαν, ἵνα οὕτως αὐτὸν φιλοῦντες καὶ φιλούμε- νοι ὑπ' αὐτοῦ εἰς ἀεὶ τὸ συμφέρον ἔχητε· αὐτῷ γὰρ μόνῳ τὸ παρασχεῖν δυνατώτατόν ἐστιν, τῷ τὰ μὴ ὄντα εἰς τὸ εἶναι συστησαμένῳ, οὐρανὸν δημιουργήσαντι, γῆν πιλώσαντι, θάλασσαν περιορίσαντι, τὰ ἐν ᾅδῃ τα- μιεύσαντι καὶ τὰ πάντα ἀέρι πληρώσαντι. οὗτος μόνος τὴν μίαν καὶ πρώτην μονοειδῆ οὐσίαν τετραχῶς καὶ ἐναντίως ἔτρεψεν, εἶτα μίξας μυρίας κράσεις ἐξ αὐτῶν ἐποίησεν, ἵνα εἰς ἐναντίας φύσεις τετραμμέναι καὶ μεμιγμέναι τοῦ ζῆν ἡδονὴν ἐκ τῆς ἀντισυζυγίας ἐργάσωνται. ὁμῶς αὐτὸς μόνος δήμους ἀγγέλων καὶ πνευμάτων βουλῆς νεύματι δημιουργή- σας ἔπλησε τοὺς οὐρανούς· ὡς καὶ τὸ φαινόμενον στερέωμα ἄστροις ἐκόσμησεν, οἷς καὶ τρίβους ὥρισεν καὶ δρόμον ἔταξεν. γῆν ἐπίλωσεν εἰς καρπῶν αὔξησιν, θάλασσαν δὲ περιώρισεν, ἐνύδροις οἴκησιν ἀφορί σας. τὰ ἐν ᾅδῃ ταμιεύει, ψυχῶν χῶρον ὀνομάσας· τὰ δὲ πάντα ἔπλη- σεν ἀέρος, ἵνα πάντα τὰ ζῷα πρὸς τὸ ζῆν ἀδεῶς ἀναπνέειν ἔχῃ. ὢ τῆς μεγάλης θεοῦ φρονίμου χειρός, τῆς ἐν πᾶσιν πάντα ποιούσης. μυρίος γὰρ ὄχλος πτηνῶν ὑπ' αὐτοῦ γεγένηται καὶ οὗτος ποικίλος, πρὸς τὸν ἕτερον κατὰ πάντα ἐξηλλαγμένος, λέγω δὲ τά τε χρώματα, ·άμφη, ὄνυχας, βλέμματα, γνώμας, φθέγματα καὶ τὰ λοιπὰ πάντα. πόσαι δὲ καὶ φυτῶν διάφοροι ἰδέαι, χρώμασιν καὶ ποιότησιν καὶ ὀδμαῖς ἀπείροις διωρισμέναι. πόσα δὲ τῆς χέρσου ζῷα καὶ τῶν ἐν ὕδασιν, ὧν ἀδύνατον εἰπεῖν σχήματα, μορφάς, θέσεις, χρώματα, βίους, γνώμας, φύσεις, ὄχλον. ἔτι τε ὀρέων πλήθη καὶ ὕψη, λίθων διαφοράς, μυχοὺς φοβερούς, πηγάς, ποταμούς, λίμνας, θαλάσσας, λιμένας, νήσους, ὕλας, οἰκουμένην τε πᾶσαν καὶ ἀοικήτους τόπους. πόσα δὲ καὶ ἄλλα ἄγνωστα τυγχάνει, στοχασ- μὸν ἀνθρώπων ἐκπεφευγότα. τῶν δὲ ἐν καταλήψει ὄντων τίς ἀνθρώ- πων ἕνα ὅρον οἶδεν; λέγω δὲ πῶς οὐρανὸς εἰλεῖται, πῶς ἄστρα φέρεται καὶ τίνας ἔχουσιν τὰς μορφὰς καὶ τοῦ ζῆν τὴν σύστασιν τίνες τε οἱ τούτων ἀερώδεις τρίβοι-πόθεν τε καὶ τὰ ἀνέμων πνεύματα πε- ριωθεῖται καὶ διαφόρους ἔχει τὰς ἐνεργείας-πόθεν ἀνελλιπῶς βρύ- ουσιν αἱ πηγαὶ καὶ ἀέναοι ποταμοὶ γινόμενοι· εἰς θάλασσαν καταντῶσιν καὶ οὔτε ὅθεν ἔρχονται κενοῦται οὔτε ὅπου ἀπέρχονται πληροῦσιν- μέχρι ποῦ τοῦ ἀπεράντου ταρτάρου τὸ ἄπειρον βάθος-ἐπὶ τίνι ἄρα ἐπαιωρεῖται ὁ πάντα περιέχων οὐρανός, πῶς νέφη ἐξ ἀέρος βρύει καὶ εἰς ἀέρα συνπίνεται, τίς φύσις βροντῶν καὶ ἀστραπῶν, χιόνων, χαλάζης, ὀμίχλης, κρυστάλλων, καταιγίδων, ὄμβρων, νεφῶν αἰωρουμένων καὶ πῶς φυτὰ <καὶ> ζῷα πλάσσει καὶ ταῦτα διαφοραῖς ἀναριθμήτοις πάσῃ ἀκριβείᾳ συνεχῶς ἀποτελουμένη. ὅμως ἐάν τις τὸ πᾶν ἀκριβῶς λογισμῷ συνίδῃ, εὑρήσει δι' ἄνθρωπον τὸν θεὸν πεποιηκότα· οἱ γὰρ ὄμβροι καρ- πῶν ἕνεκα γίνονται, ἵνα ἄνθρωπος μεταλάβῃ καὶ ζῷα τραφῇ ὅπως ἀν- θρώπῳ χρησιμεύῃ-καὶ ἥλιος φαίνει καὶ τὸν ἀέρα εἰς τέσσαρας τροπὰς