1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

26

τὴν αἰωνίαν ζωὴν εἰσελθεῖν ἔστιν. ἀλλὰ ναί (φησίν), κρατοῦσι μὲν τὴν κλεῖν, τοῖς δὲ βουλομένοις εἰσελθεῖν οὐ παρέχουσιν. διὰ τοῦτο (φημί) αὐτὸς τῆς καθέδρας ἐγερθείς, ὡς πατὴρ ὑπὲρ τέκνων, τὰ ἀπὸ αἰῶνος ἐν κρυπτῷ ἀξίοις παραδιδόμενα κηρύσσων, μέχρις αὐτῶν ἐθνῶν τὸν ἔλεον ἐκτείνων καὶ ψυχὰς πάντων ἐλεῶν, ἰδίου αἵματος ἠμέλει. μέλλοντος γὰρ αἰῶνος βασιλεὺς εἶναι κατηξιωμένος πρὸς τὸν νῦν ἐνπρο- θέσμῳ παρειληφότα νόμῳ τὴν βασιλείαν <...> καὶ τὸ μέγιστον ὅπερ αὐτὸν λίαν ἐλύπει ἐστὶν τοῦτο ὅτι, ὑπὲρ ὧν ὡς τέκνων τὴν μάχην ἐποιεῖτο, ὑπ' αὐτῶν ἀγνοίας αἰτίᾳ ἐπολεμεῖτο. καὶ ὅμως ἠγάπα καὶ τοὺς μισοῦν- τας καὶ ἔκλαιε τοὺς ἀπειθοῦντας καὶ εὐλόγει τοὺς λοιδοροῦντας, ηὔχετο ὑπὲρ ἐχθραινόντων. καὶ οὐ μόνον ταῦτα ἐποίει ὡς πατήρ, ἀλλὰ καὶ τοῖς αὐτοῦ μαθηταῖς ὡς πρὸς ἀδελφοὺς ἔχοντας τὰ ὅμοια ποιεῖν ἐδί- δασκεν. τοῦτο πατήρ, τοῦτο προφήτης, τοῦτο εὔλογον τὸ αὐτὸν ἰδίων τέκνων βασιλεῦσαι, ἵνα τῇ ἐκ πατρὸς πρὸς τέκνα στοργῇ καὶ τῶν τέκνων πρὸς τὸν πατέρα ἐνδιαθέτῳ τιμῇ αἰώνιος εἰρήνη γενέσθαι δυνηθῇ. τοῦ γὰρ εὐλόγου βασιλεύοντος, ἐπὶ τοὺς βασιλευομένους ἀληθὴς χαρὰ περὶ τοῦ βασιλεύοντος γίνεται. Πλὴν ἐπὶ τὸν πρῶτον τῆς ἀληθείας ἐπάνειμι λόγον. ἐὰν τῷ ὑπὸ χειρῶν θεοῦ κυοφορηθέντι ἀνθρώπῳ τὸ ἅγιον Χριστοῦ μὴ δῷ τις ἔχειν πνεῦμα, πῶς ἑτέρῳ τινὶ ἐκ μυσαρᾶς σταγόνος γεγενημένῳ διδοὺς ἔχειν οὐ τὰ μέγιστα ἀσεβεῖ; τὰ δὲ μέγιστα εὐσεβεῖ, ἐὰν ἑτέρῳ μὲν μὴ δῷ ἔχειν, ἐκεῖνον δὲ μόνον ἔχειν λέγῃ ὃς ἀπ' ἀρχῆς αἰῶνος ἅμα τοῖς ὀνόμασιν μορφὰς ἀλλάσσων τὸν αἰῶνα τρέχει μέχρις ὅτε ἰδίων χρόνων τυχών, διὰ τοὺς καμάτους θεοῦ ἐλέει χρισθείς, εἰς ἀεὶ ἕξει τὴν ἀνάπαυσιν. οὗτος ἄρχειν τε καὶ κυριεύειν πάντων τῶν ἐν ἀέρι καὶ γῇ καὶ ὕδασιν τετίμηται· πρὸς τούτοις δὲ αὐτοῦ τοῦ πεποιηκότος τὸν ἄνθρωπον τὴν πνοὴν ἔσχεν, ψυχῆς ἄρρηκτον περι- βολήν, ὅπως ἀθάνατος εἶναι δυνηθῇ. οὗτος αὐτὸς μόνος ἀληθὴς ὑπάρξας προφήτης ἑκάστῳ ζσῳ κατ' ἀξίαν τῆς φύσεως, καθὼς ὁ πεποιηκὼς αὐ- τόν, οἰκείως τέθεικεν τὰ ὀνόματα. εἴ τι γὰρ ἐπωνόμασεν, τοῦτο ἦν καὶ ἐκ τοῦ πεποιηκότος ὄνομα τῷ γεγενημένῳ. διὸ πῶς ἔτι φυτοῦ χρείαν εἶχε προσλαβεῖν, ἵνα τί ποτ' ἔστιν ἴδῃ καλὸν ἢ κακόν; «ἐνετέλλετο». ἀλλὰ ταῦτα πιστεύουσιν οἱ ἄκριτοι, οἱ ἄλογον θηρίον θεοῦ τοῦ κτίσαντος αὐτούς τε καὶ τὰ πάντα εὐεργετικώτερον γεγενῆσθαι οἰηθέντες. πλὴν τούτῳ σύζυγος συνεκτίσθη θήλεια φύσις, πολὺ ἀποδέουσα αὐτοῦ, ὡς οὐσίας μετουσία, ὡς ἡλίου σελήνη, ὡς φωτὸς τὸ πῦρ. αὕτη τοῦ νῦν κόσμου ὡς θήλεια ὁμοίου ἄρχουσα πρώτη προφῆτις εἶναι πεπίστευται, μετὰ πάντων τῶν «ἐν γεννητοῖς γυναικῶν» προφητείαν ἐπαγγελλομένη. ὁ δὲ ἕτερος, ὡς «υἱὸς ἀνθρώπου» ἄρσην ὤν, καὶ τὰ διαφέροντα ὡς ἄρσενι τῷ μέλλοντι αἰῶνι προ- φητεύει. δύο οὖν ἡμῖν γενικαὶ ἔστωσαν προφητεῖαι· ἡ μὲν ἀρσενική (καὶ διωρίσθω ὅτι ἡ μὲν πρώτη ἄρσην οὖσα δευτέρα τοῦ λοιποῦ τέτακται κατὰ τὸν τῆς προόδου λόγον, ἡ δὲ δευτέρα θῆλυς οὖσα πρώτη ὡρίσθη ἔρχεσθαι ἐν τῇ τῶν συζυγιῶν προελεύσει)-ἡ μὲν οὖν «ἐν γεννητοῖς γυναικῶν» οὖσα, ὡς θήλεια τοῦ νῦν κόσμου ἐπαγγελλομένη, ἀρσενικὴ εἶναι πιστεύεσθαι θέλει. διὸ κλέπτουσα τὰ τοῦ ἄρσενος σπέρματα καὶ