1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

119

Ὄρθρου δὲ γενομένου ὁ πατὴρ μετὰ τῆς μητρὸς ἡμῶν καὶ τῶν τριῶν υἱῶν εἰσελθών, ἔνθα ὁ Πέτρος ἦν, προσαγορεύσας ἐκαθέσθη, ἔπειτα καὶ ἡμεῖς αὐτοῦ κελεύσαντος. καὶ ὁ Πέτρος τῷ πατρὶ προσεμβλέψας ἔφη· Σπεύδω ὁμόφρονά σε γενέσθαι γυναικὶ καὶ τέκνοις, ὅπως αὐτοῖς καὶ ἐνταῦθα ὁμοδίαιτος ᾖς κἀκεῖ μετὰ τὸν χωρισμὸν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος συνόντα ἄλυπον ἔσεσθαι. ἢ γὰρ οὐ τὰ μέγιστά σε λυπεῖ καὶ αὐτοὺς τὸ μὴ ἀλλήλοις συνεῖναι; καὶ ὁ πατήρ· Καὶ πάνυ γε. καὶ ὁ Πέτρος· Eἰ οὖν καὶ ἐνταῦθα τὸ ἀλλήλων κεχωρίσθαι λυπεῖ, μετὰ θάνατον πάντως ὀφειλόμενον ὑμῖν μετ' ἀλλήλων μὴ εἶναι, πόσῳ γε μᾶλλον οὐ λυπήσει σὲ μὲν ἄνδρα σοφὸν ὄντα τῷ τῆς γνώμης σου λόγῳ τῶν σῶν κεχωρίσθαι, αὐτοὺς δὲ πολὺ μᾶλλον ὀδυνᾶσθαι τῷ εἰδέναι, ὅτι σε ἄλλα φρονοῦντα αἰώνιος μένει κόλασις ·ητοῦ δόγματος ἀποφάσει; καὶ ὁ πατὴρ ἔφη· Ἀλλ' οὐκ ἔστιν, ὦ φίλτατε, τὸ ἐν ᾅδου ψυχὰς κολάζεσθαι αὐτῆς ἅμα τῷ ἀποστῆναι τοῦ σώματος εἰς ἀέρα λυομένης. καὶ ὁ Πέτρος ἔφη· Μέχ- ρις οὖν ὅτε περὶ τούτου πείσομέν σε, ἀπόκριναί μοι· οὐ δοκεῖ σοι σὲ μὲν ἀπιστοῦντα τὴν κόλασιν μὴ λυπεῖσθαι, ἐκείνους δὲ πεπεισμέ- νους ἀνάγκην ἔχειν περὶ σοῦ ἀνιᾶσθαι; καὶ ὁ πατήρ· Ἀκολούθως λέγεις. καὶ ὁ Πέτρος· ∆ιὰ τί δὲ αὐτοὺς οὐκ ἀπαλλάξεις μεγίστης περὶ σοῦ λύπης τῇ θρησκείᾳ συνθέμενος, οὐ δυσωπίᾳ λέγω, ἀλλ' εὐγνωμοσύνῃ, περὶ τῶν λεγομένων σοι ὑπ' ἐμοῦ ἀκούων καὶ κρίνων εἰ ταῦτα οὕτως ἔχει ἢ οὔ; καὶ εἰ μὲν οὕτως ἔχει ὡς λέγομεν, καὶ ὧδε συναπολαύσεις τοῖς φιλτά- τοις κἀκεῖ συναναπαύσῃ· εἰ δὲ ἐν τῇ τῶν λόγων σκέψει δείξῃς τὰ ὑφ' ἡμῶν λεγόμενα μῦθόν τινα ψευδῆ εἶναι, καὶ οὕτως καλῶς ποιήσεις, αὐτοὺς ὁμογνώμονάς σοι εἰληφώς, καὶ τοῦ κεναῖς ἐλπίσιν ἐπερείδεσθαι παύσεις καὶ ψευδῶν φόβων ἀπαλλάξεις. καὶ ὁ πατήρ· Πολλὰ φαίνῃ μοι εὔλογα λέγων. καὶ ὁ Πέτρος ἔφη· Τί οὖν ἐστιν τὸ κρατοῦν σε μὴ εἰς τὴν ἡμετέραν πίστιν ἐλθεῖν, λέγε, ἵνα εἰς αὐτὸ λέγειν ἀρξώμεθα. πολλὰ γάρ ἐστιν τὰ κρατοῦντα· τοὺς μὲν πεπεισμένους ἀσχολίαι ἀγορασμῶν, πράξεων, γεωρ- γιῶν, φροντίδων καὶ ὅσα τοιαῦτα· ἀπιστοῦσι δέ, ἀφ' ὧν εἶ καὶ σύ, ὑπολή- ψεις τοῦ νομίζειν ἢ θεοὺς τοὺς οὐκ ὄντας εἶναι ἢ τὸ γενέσει τὰ πάντα ὑποκεῖ- σθαι ἢ αὐτοματισμῷ ἢ τὰς ψυχὰς θνητὰς ἢ καὶ τὸν ἡμέτερον λόγον ψευδῆ ὡς οὐκ οὔσης προνοίας. ἐγὼ δὲ προνοίᾳ θεοῦ τὰ πάντα διοικεῖσθαι ἐκ τῶν περὶ σὲ λεγομένων εἶναι λέγω, τὸ τοσούτοις ἔτεσιν τὴν διάστασιν σοῦ τε καὶ τῶν σῶν γενέσθαι. ἐπεὶ γὰρ σὺν σοὶ ὄντες ἴσως τῶν τῆς θεοσεβείας λόγων οὐκ ἂν ἐπήκουσαν, ᾠκονομήθη σὺν μητρὶ ἡ ἀποδημία καὶ ναυφράγιον καὶ θανάτου ὑπόνοια, ἔτι τε καὶ ἐκπαιδευθῆναι αὐτοὺς τὰ Ἑλλήνων καὶ ἄθεα δόγματα, ἵνα μᾶλλον ὡς εἰδότες ταῦτα ἀνασκευάζειν δυνατοὶ ὦσιν-ἐπὶ τούτοις τὸ φιλῆσαι τὸν τῆς θεοσεβείας λόγον καὶ ἐμοὶ ἑνωθῆναι δυνηθῆναι πρὸς τὸ συλλαβέσθαι μου τῷ κηρύγματι-ἀλλ' ἔτι μὴν συνελθεῖν καὶ τὸν ἀδελφὸν Κλήμεντα καὶ οὕτως τὴν μητέρα ἐπιγνωσθῆναι καὶ ὑπὸ θεραπείας τὴν θεότητα πληροφορηθῆναι-καὶ μετ' οὐ πολὺ εὐθὺ τὰ δίδυμα τέκνα ἐπιγνωσθέντα καὶ ἐπιγνόντα καὶ τῆς ἄλλης ἡμέρας σοι συντυχεῖν καὶ τοὺς σοὺς ἀπολαβεῖν. τοσαύτην οὖν

[OΜIΛIA IE.]