1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

40

λεχθεὶς τὸ ἧττον ἀπηνέγκατο, συνεβούλευσα ἂν ὑμῖν καὶ αὐτὸν πείθειν τὸν Πέτρον μὴ πειρᾶσθαι ἀντεξετάζεσθαι τῷ Σίμωνι. Κἀγὼ ἔφην· Ὁ κύριος ἡμῶν Πέτρος, εἰ ἠγνόει ὅτι αὐτὸς μόνος κατισχύει τῆς ἐκείνου δυναστείας, οὐκ ἂν ἡμᾶς προπέμπων ἐνετέλλετο, λανθανόντως τὰ κατὰ Σίμωνα διαμανθάνοντας αὐτῷ γράφειν. ὁμῶς ἐπεὶ ἑσπέρα κατειλήφει, ἁλῶν μεταλαβόντες ὑπνώσαμεν. ἕωθεν δέ τις τῇ Βερνίκῃ συνήθης ἐλ- θὼν ἔφη τὸν Σίμωνα εἰς τὴν Σιδῶνα ἐκπεπλευκέναι, τῶν δὲ αὐτοῦ μα- θητῶν καταλελοιπέναι Ἀππίωνα τὸν Πλειστονίκην, ἄνδρα Ἀλεξανδρέα, γραμματικὸν τὴν ἐπιστήμην, ὃν πρὸς πατρός μοι φίλον ὄντα ἐπέ- γνων, καὶ Ἀννουβίωνα τὸν ∆ιοσπολίτην τινὰ ἀστρολόγον καὶ Ἀθηνό- δωρον τὸν Ἀθηναῖον τῷ Ἐπικούρου ἀρεσκόμενον λόγῳ. ἡμεῖς δὲ τὰ κατὰ τὸν Σίμωνα μαθόντες, ἕωθεν πάντα γράψαντες καὶ Πέτρῳ δια- πέμψαντες, εἰς περίπατον ἀπετραπόμεθα. Καὶ Ἀππίων ἀπηντᾶτο ἡμῖν, οὐ μόνον μετὰ τῶν προειρημένων ἑταίρων τῶν δύο, ἀλλὰ καὶ μεθ' ἑτέρων ἀνδρῶν ὡς τριάκοντα. καὶ ἅμα τῷ ἰδεῖν με προσαγορεύσας καὶ καταφιλήσας ἔφη· Oὗτός ἐστιν Κλήμης, περὶ οὗ ὑμῖν τῆς τε εὐγενείας καὶ τῆς ἐλευθεροπρεπείας πολὺν ἐποιούμην λόγον, ὅτι ἀνὴρ πρὸς γένους Τιβερίου Καίσαρος ὢν καὶ πάσης Ἑλληνικῆς παιδείας ἐξησκημένος ὑπὸ βαρβάρου τινός, τὴν προσηγορίαν Πέτρου, τὰ Ἰουδαίων ποιεῖν καὶ λέγειν ἠπάτηται. ὅθεν ἀξιῶ συναγωνίσασθαί μοι πρὸς τὴν διόρθωσιν αὐτοῦ. καὶ ἐφ' ὑμῶν αὐτοῦ πυνθάνομαι. λεγέτω μοι, ἐπειδὴ πρὸς τὸ εὐσεβεῖν ἑαυτὸν ἀποδεδωκέναι νομίζει, πῶς οὐχὶ τὰ μέγιστα ἀσεβεῖ, καταλιπὼν μὲν τὰ πάτρια, ἀποκλίνας δὲ εἰς ἔθη βάρβαρα. κἀγὼ ἀπεκρινάμην· Τὴν μὲν πρὸς ἐμέ σου ἀγαθὴν προαίρεσιν ἀποδέχο- μαι, τὴν δὲ ἀγνωσίαν ἀποσείομαι. ἡ μὲν γὰρ προαίρεσις ἀγαθή, ὅτι ἐν οἷς δοκεῖς καλοῖς, ἐν τούτοις εἶναί με θέλεις· ἡ δὲ γνῶσις οὐκ ὀρθῶς ἔχουσα φιλίας προφάσει ἐνεδρεύειν ἀγωνίζεται. καὶ ὁ Ἀππίων ἔφη· Ἀγνω- σία σοι εἶναι δοκεῖ, τὰ πάτρια ἔθη φυλάττοντα τὰ Ἑλλήνων φρονεῖν; κἀγὼ ἀπεκρινάμην· Τὸν εὐσεβεῖν προαιρούμενον οὐ πάντως φυλάσ- σειν δεῖ τὰ πάτρια, ἀλλὰ φυλάσσειν μὲν ἐὰν ᾗ εὐσεβῆ, ἀποσείεσθαι δὲ ἐὰν ἀσεβῆ τυγχάνῃ. ἐνδέχεται γάρ τινα πατρὸς ἀσεβοῦς ὄντα εὐ- σεβεῖν βουλόμενον μὴ θέλειν τῷ τοῦ πατρὸς ἀκολουθεῖν. καὶ ὁ Ἀππίων ἀπεκρίνατο· Τί οὖν; τὸν σὸν πατέρα ἔφης κακοῦ βίου γεγονέναι; κἀγὼ ἔφην· Κακοῦ μὲν οὐκ ἦν βίου, κακῆς δὲ ὑπολήψεως. καὶ ὁ Ἀππίων· Τίς ἦν ἡ κακὴ αὐτοῦ ὑπόνοια, ἀκοῦσαι θέλω. κἀγὼ ἔφην· Ὅτι τοῖς τῶν Ἑλ- λήνων ψευδέσι κακοῖς ἐπίστευε μύθοις. καὶ ὁ Ἀππίων ἐπύθετο· Τίνες εἰσὶν οὗτοι τῶν Ἑλλήνων οἱ ψευδεῖς τε καὶ κακοὶ μῦθοι; κἀγὼ ἔφην· Ἡ περὶ θεῶν οὐκ ὀρθὴ δόκησις, ἥν, ἐὰν μακροθυμῇς, ἀκούσῃ μετὰ τῶν φιλομα- θῶν. διὸ πρὸ τῶν διαλόγων εἴς τινα ἡσυχώτερον ὑποχωρήσωμεν ἤδη τόπον· ἐνταῦθα ὑμῖν διαλεχθήσομαι. τοῦ δὲ ἰδιολογεῖσθαί με βούλεσθαι αἰτία γέγονεν αὕτη, ἐπειδὴ οὐχ οἱ πολλοὶ οὐδὲ οἱ φιλοσοφοῦντες αὐτοὶ ἅπαντες γνησίως προσέρχονται τῇ τῶν ὄντων κρίσει. ἴσμεν γὰρ πολλοὺς καὶ τῶν ἐπὶ φιλοσοφίᾳ μέγα φρονούντων κενοδοξοῦντας ἢ χρηματισμοῦ χάριν περι- βεβλημένους τὸν τρίβωνα καὶ οὐκ αὐτῆς ἀρετῆς ἕνεκεν, οἵπερ, ἐὰν μὴ εὕρω-