1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

99

θεὶς ἢ ναυφραγίῳ περιπεσών. τούτου δὲ δεῖγμα ὅτι ἤδη λοιπὸν ἔκτοτε εἰκο- στὸν ἔτος ἐστίν, ἀφ' ἧς οὐδεμίαν τινὰ περὶ αὐτοῦ ἀλήθειαν ἤκουσα. ὁ δὲ Πέτρος ἀκούων ταῦτα ὑπὸ συμπαθείας ἐδάκρυσεν καὶ εὐθέως τοῖς συνοῦσιν γνησίοις ἔφη· Ταῦτα εἴ τις πεπόνθει ἐν θεοσεβείᾳ, οἷα ὁ τούτου πέπονθεν πατήρ, εὐθέως τῷ τῆς θεοσεβείας λόγῳ τὴν αἰτίαν προσῆπτεν ἐπιγράφων τὸν πονηρόν· οὕτω καὶ τοῖς ταλαιπώροις ἔθνεσιν συμβαίνει πάσχειν, καὶ ἀγνοοῦμεν οἱ θεοσεβεῖς. ταλαιπώρους δὲ αὐτοὺς εὐλόγως εἴρηκα, ὅτι ἐνταῦθα ἀλῶνται καὶ τῆς ἐκεῖ ἐλπίδος οὐ τυγχάνουσιν. οἱ γὰρ ἐν θεο- σεβείᾳ πάσχοντες τὰ θλιβερὰ εἰς ἔκπραξιν παραπτωμάτων πάσχουσιν. Ταῦτα τοῦ Πέτρου εἰπόντος εἷς τις τῶν ἐν ἡμῖν τολμήσας ἀντὶ πάν- των παρεκάλεσεν αὐτὸν αὔριον ὀρθρίτερον εἰς Ἄραδον τὴν κατέναντι νῆσον εἰσπλεῦσαι, τριάκοντα οἶμαι οὐδ' ὅλους ἀπέχουσαν σταδίους, ὡς ἐπὶ ἱστορίᾳ τῶν ἐκεῖ ἀμπελίνων δύο στύλων μέγιστα ἐχόντων πάχη. ὁ οὖν πειθήνιος Πέτρος συνεχώρησεν εἰπών· Ἐπὰν τοῦ πλοίου ἐκβῆτε, μὴ ἅμα οἱ πάντες εἰσέρχεσθε εἰς τὴν θεωρίαν ὧν ἐπιθυμεῖτε· οὐ γὰρ βούλομαι στρέμματα γίνεσθαι εἰς ὑμᾶς τῶν πολιτῶν. καὶ οὕτως πλεύ- σαντες ·οπῇ ὥρας κατήχθημεν εἰς τὴν νῆσον. ἐκβάντες δὲ τοῦ σκάφους εἰσῄειμεν, ἔνθα οἱ ἀμπέλινοι στῦλοι ἦσαν· ὁμῶς ἅμα αὐτοῖς ἄλλος ἄλλο τι τῶν Φειδίου ἔργων ἐθεώρει. Πέτρος δὲ μόνος οὐκ ἀναγκαῖον ἡγήσατο ἐπὶ τὴν τῶν ἐκεῖ ἱστορίαν γενέσθαι, γυναικὶ δέ τινι ἔξω πρὸ τῶν θυρῶν καθεζομένῃ καὶ τροφῆς χάριν μεταιτούσῃ πυκνὰ κατανοήσας ἔφη· Γύναι, τί σοι τῶν μελῶν λείπει, ὅτι τοσαύτην ὕβριν ἀνεδέξω (λέγω δὴ τὸ προσαιτεῖν) καὶ μὴ μᾶλλον ταῖς ὑπὸ τοῦ θεοῦ σοι δεδωρημέναις χερσὶν ἐργαζομένη τὰς ἐφημέρους πορίζῃ τροφάς; ἡ δὲ στενάξασα ἀπεκρίνατο· Eἴθε γὰρ ἦσάν μοι χεῖρες ὑπουργεῖν δυνάμεναι· νῦν δέ μοι σχῆμα μόνον χειρῶν φυλάσσουσιν, νεκραὶ τυγχάνουσαι, ὑπὸ δηγμάτων ἐμῶν βεβασανισμέναι. καὶ ὁ Πέτρος ἐπύθετο· Τίς δὲ ἡ αἰτία τοῦ σὲ τὸ χαλεπὸν τοῦτο πεπονθέναι; ἡ δὲ ἀπεκρίνατο· Ψυχῆς ἀσθένεια καὶ πλέον οὐθέν· εἰ γὰρ ἀνδρεῖον εἶχον φρόνημα, ἦν κρημνὸς ἢ βυθός, ὅθεν ἐμαυτὴν ·ίψασα τῶν ὀδυνώντων με παύσασθαι ἠδυνάμην κακῶν. καὶ ὁ Πέτρος ἔφη· Τί οὖν οἴει, γύναι; ὅτι πάντως οἱ ἀναιροῦντες ἑαυτοὺς κο- λάσεως ἀπαλλάσσονται ἢ μὴ τῇ χείρονι κολάσει ἐν ᾅδῃ αἱ τῶν οὕτως θνῃσκόντων ψυχαὶ περὶ τῆς αὐτοκτονίας κολάζονται; ἡ δὲ ἔφη· Eἴθε ἐπεπείσμην, ὅτι ὄντως ἐν ᾅδῃ ψυχαὶ εὑρίσκονται ζῶσαι, καὶ ἠγάπων τῆς κολάσεως καταφρονήσασα θανεῖν, ὅπως τοὺς ἐμοὺς περιποθήτους ἴδω κἂν μίαν ὥραν. καὶ ὁ Πέτρος ἔφη· Τί ἄρα ἐστὶν τὸ λυποῦν σε, μαθεῖν ἤθε- λον, γύναι. ἐὰν γάρ με διδάξῃς, ἀντὶ ταύτης τῆς χάριτος πληροφορήσω σε, ὅτι ἐν ᾅδῃ ζῶσιν αἱ ψυχαί, καὶ ἀντὶ κρημνοῦ ἢ βυθοῦ φάρμακον δώσω, ὅπως ἀβασανίστως τοῦ ζῆν τὸν βίον μεταλλάξαι δυνηθῇς. Καὶ ἡ γυνὴ τὸ ἀμφιβόλως ·ηθὲν μὴ συνεῖσα, ἐπὶ τῇ ὑποσχέσει πει- σθεῖσα τοῦ λέγειν ἤρξατο οὕτως· Γένος μὲν καὶ πατρίδα εἰπεῖν οὐκ οἴομαι πεῖσαί ποτε δυνηθῆναί τινα. πλὴν καὶ σοὶ τί διαφέρει τοῦτο μαθεῖν ἢ μόνην τὴν αἰτίαν, ἧς ἕνεκεν ὀδυνωμένη δήγμασιν τὰς ἐμὰς ἐνέκρωσα χεῖρας; πλὴν τὰ κατ' ἐμαυτὴν ὡς δυνατὸν ἀκοῦσαί σε, διηγήσομαι. ἐγὼ πάνυ