1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

20

δίκαιος κριτής; εἰ αὐτὸς «μεταμελεῖται», καὶ τίς βέβαιος; εἰ αὐτὸς κακοὺς ἐκλέγεται, καὶ τίς ἀγαθοὺς προσίεται; διό, ὦ τέκνον Κλήμης, ἔπεχε μὴ ἄλλο τι φρονήσῃς περὶ τοῦ θεοῦ ἢ ὅτι αὐτὸς μόνος ἐστὶν θεὸς καὶ κύ ριος καὶ πατήρ, ἀγαθὸς καὶ δίκαιος, δημιουργός, μακρόθυμος, ἐλεήμων, τρο- φεύς, εὐεργέτης, φιλανθρωπίαν νομιτεύων, ἁγνείαν συμβουλεύων, αἰώνιος, αἰωνίους ποιῶν, ἀσύγκριτος, ταῖς τῶν ἀγαθῶν ψυχαῖς οἰκιζόμενος, ἀχώρητος καὶ χωρούμενος, ὁ ἐν ἀπείρῳ τὸν μέγαν αἰῶνα ὡς κέντρον πήξας, ὁ οὐρανὸν ἐφαπλώσας καὶ γῆν πιλώσας, ὕδωρ ταμιεύσας, ἄστρα ἐν οὐρανῷ διαθείς, πηγὰς [γῆ] βρύσας, καρποὺς ἐκφύσας, ὄρη ὑψώσας, θάλασσαν περιορίσας, ἀνέμους τε καὶ πνεύματα διατάξας, ὁ τὸ περιέχον σῶμα ἐν ἀπείρῳ πελάγει «πνεύματι βουλῆς» ἀσφαλισάμενος. οὗτος ἡμῶν δικαστής, εἰς ὃν ἀποβλέποντας χρὴ τὰς ἑαυτῶν κατορθοῦν ψυχάς, πάντα ὑπὲρ αὐτοῦ νοοῦντας, αὐτὸν εὐφημοῦντας, πεπεισμένους ὅτι τῇ αὐτοῦ μακροθυμίᾳ πάντων τὴν προπέτειαν εἰς φανερὸν ἄγων μόνος ἀγαθός ἐστιν. καὶ οὗτος ἐπὶ τέλει τοῦ παντὸς ἑκάστῳ τῶν τετολμηκότων ἃ μὴ ἐχρῆν δίκαιος προκαθεσθήσεται κριτής. Ταῦτα ἐγὼ Κλήμης ἀκούσας ἔφην· Ἀληθῶς τοῦτο θεοσέβεια, τοῦτο ἀληθῶς εὐσέβεια. πάλιν τε ἔφην· Ἤθελον μαθεῖν οὖν διὰ τί οὕτως ἐγρά- φησαν αἱ βίβλοι. μέμνημαι γὰρ ὡς ἔφης ὅτι εἰς ἔλεγχον τῶν μελλόντων τολμᾶν πιστεύειν τι λεγόμενον κατὰ τοῦ θεοῦ. πλὴν ἐπεὶ χαρίζῃ ἡμῖν πυνθάνεσθαί σου ὡς βουλόμεθα, πυνθάνεσθαι τολμῶμεν, σοῦ κελεύσαντος. εἴ τις βουληθείη, φίλτατε Πέτρε, λέγειν ἡμῖν· Ἀληθῆ ἐστιν τὰ γεγραμμένα, κἂν σοὶ ψευδῆ δοκῇ τὰ κατὰ τοῦ θεοῦ ·ηθέντα· πῶς ἀποκριθῶμεν αὐτῷ; καὶ ὁ Πέτρος ἀπεκρίνατο· Eὖ εἶπας πυθόμενος, εἰς γὰρ σὴν ἀσφάλειαν ἔσται· πλὴν ἄκουσον. ἐπειδὴ πολλά ἐστιν τὰ ὑπὸ τῶν γραφῶν εἰρημένα κατὰ τοῦ θεοῦ πρὸς τὸ ἐπεῖγον τῆς ὥρας [διὰ τὴν ἑσπέραν], ἕνα ὃν βούλει λόγον πυ- θοῦ καὶ ἐπιλύσομαι, δείξας αὐτὸν ψευδῆ οὐχ ὅτι μόνον κατὰ τοῦ θεοῦ εἴρηται, ἀλλ' ὅτι ὄντως ψευδής ἐστιν. κἀγὼ ἀπεκρινάμην· Μαθεῖν θέλω πῶς τῶν γραφῶν ἀγνοεῖν λεγουσῶν τὸν θεὸν σὺ γινώσκοντα αὐτὸν ἀποδεῖξαι δύνασαι. καὶ ὁ Πέτρος ἀπεκρίνατο· Eὐκόπως ἐλεγχθῆναι δυνάμενον προέτεινας ἡμῖν· πλὴν ἄκουσον πῶς οὐδὲν ἀγνοεῖ θεός, ἀλλὰ καὶ προ- γινώσκει. ὃ δὲ πυνθάνομαί σου, πρῶτον ἀπόκριναί μοι. ὁ τὰς βίβλους γράψας καὶ εἰπὼν πῶς ὁ κόσμος ἐκτίσθη καὶ ὅτι οὐ προγινώσκει ὁ θεός, ἄνθρωπος ἦν ἢ οὔ; κἀγὼ ἔφην· Ἄνθρωπος. καὶ ὁ Πέτρος ἀπε- κρίνατο· Ἀνθρώπῳ οὖν ὄντι πόθεν δυνατὸν ἦν εἰδέναι ἀψευδῶς, πῶς ὁ κόσμος ἐκτίσθη καὶ ὅτι ὁ θεὸς οὐ προγινώσκει; κἀγὼ αἰσθόμενος ἤδη τὴν ἐπίλυσιν ὑπομειδιῶν ἔφην· Ὅτι προφήτης ἦν. καὶ ὁ Πέτρος ἔφη· Eἰ οὖν ὁ προφήτης, ἄνθρωπος ὤν, οὐδὲν ἠγνόει διὰ τὸ ἀπὸ θεοῦ εἰληφέναι τὴν πρόγνωσιν, πῶς ἂν αὐτὸς ὁ δεδωκὼς ἀνθρώπῳ τὸ προ- γινώσκειν, θεὸς ὤν, ἠγνόει; κἀγὼ ἔφην· Ὀρθῶς ἔφης. καὶ ὁ Πέτρος· Ἔτι οὖν, ἔφη, εἰς αὐτὸ συνδιαπόρησόν μοι. ὡμολογημένου ἡμῖν ὅτι ὁ θεὸς πάντα προγινώσκει, ἀνάγκη πᾶσα τὰς λεγούσας αὐτὸν γραφὰς ἀγνοεῖν ψεύδεσθαι, τὰς δὲ γινώσκειν αὐτὸν λεγούσας ἀληθεύειν. κἀγὼ ἔφην· Ἀνάγκη οὕτως ἔχειν. καὶ ὁ Πέτρος ἔφη· Eἰ οὖν τῶν γραφῶν