1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

87

μοιχεύοντες, κλέπτοντες καὶ κατὰ πολλὰ ἄλλα ἀτιμάζοντες; ἐχρῆν δὲ μηδὲν κακὸν πράττειν, δι' ὃ ἄνθρωπος λυπεῖται· νῦν δὲ πάντα πράττετε, δι' ἃ ἄνθρωπος ἀθυμεῖ· ἀδικία γὰρ καὶ ἀθυμία γίνεται διὰ τοῦ φονεύεσθαι καὶ ἀφαιρεῖσθαι τὰ αὐτοῦ καὶ ὅσα ἄλλα ἴστε ἅπερ παθεῖν οὐ θέλετε. ὑμεῖς δὲ ἑρπετῷ τινι κακούργῳ πρὸς κακίαν ἀπατηθέντες ὑπονοίᾳ πο- λυθέου γνώσεως, εἰς μὲν τὴν ὄντως εἰκόνα (ὅπερ ἐστὶν ἄνθρωπος) ἀσε- βεῖτε, εἰς δὲ τὰ ἀναίσθητα εὐσεβεῖν δοκεῖτε. τινὲς δὲ λέγουσιν· Eἰ μὴ ἤθελεν αὐτὰ εἶναι, οὐκ ἂν ἦν, ἀλλ' ἀνῃρεῖτο ἄν. φημὶ κἀγώ· Τοῦτο πάντως ἔσται, ὅταν πάντες τὴν αὑτῶν πρὸς αὐτὸν δείξωσιν προαίρεσιν, καὶ οὕτως ἀλλαγὴ τοῦ νῦν γενήσεται κόσμου. πλὴν εἰ καὶ οὕτως ἠθέ- λετε αὐτὸν ποιῆσαι, ἵνα μηδὲν τῶν προσκυνουμένων ὑπῆρχεν, εἴπατε ἡμῖν τί τῶν ὄντων οὐκ ἐθρησκεύσατε. οὐχ οἱ μὲν ὑμῶν τὸν ἥλιον, οἱ δὲ σελήνην, οἱ δὲ ὕδωρ, οἱ δὲ γῆν, οἱ δὲ τὰ ὄρη, οἱ δὲ φυτά, οἱ δὲ τὰ σπέρματα, οἱ δὲ καὶ ἄνθρωπον (ὡς ἐν Aἰγύπτῳ) προσκυνοῦσιν; ἐχρῆν οὖν τὸν θεὸν μηδὲν ἐᾶσαι, ἀλλὰ μηδὲ ἡμᾶς, ἵνα μηδὲν ἂν ἦν τὸ προσ- κυνούμενον μήτε τὸ προσκυνοῦν. ἀληθῶς τοῦτο βούλεται γενέσθαι ὁ ἐν ὑμῖν δεινὸς ἐνδομυχῶν ὄφις, ὃς οὐ φείδεται ὑμῶν. ἀλλ' οὐχ οὕτως ἔσται. οὐδὲν γὰρ ἁμαρτάνει τὸ προσκυνούμενον· βίαν γὰρ πάσχει ὑπὸ τοῦ προσκυνεῖν αὐτὸ θέλοντος. εἰ γὰρ ὑπὸ πάντων ἀνθρώπων ἄδικος γίνεται κρίσις, ἀλλ' οὐχ ὑπὸ θεοῦ. οὐ γὰρ δίκαιόν ἐστιν τὴν αὐτὴν τι- μωρίαν ἀναδέξασθαι τὸν πάσχοντα καὶ τὸν διαθέμενον, ἐκτὸς εἰ μὴ αὐτὸς ἑκὼν ἀναδέξηται τὴν τοῦ μόνου τιμιωτάτου τιμήν. ἀλλά (φησίν) ἐχρῆν αὐτοὺς τοὺς προσκυνοῦντας ἀναιρεῖσθαι ὑπὸ τοῦ ὄντως θεοῦ, ἵνα ἄλλος τοῦτο μὴ ποιῇ. ἀλλ' οὐκ εἶ σοφώτερος τοῦ θεοῦ, ἵνα αὐτῷ ὡς φρονι- μώτερος γνώμην δῷς. οἶδεν ὃ ποιεῖ. πᾶσιν γὰρ ἐν ἀσεβείᾳ οὖσιν μακροθυμεῖ, ὡς ἐλεήμων καὶ φιλάνθρωπος πατήρ, εἰδὼς ὅτι καὶ ἐξ ἀσεβῶν εὐσεβεῖς γίνονται. καὶ αὐτῶν τῶν σεβόντων τὰ αἰσχρὰ καὶ ἀναίσθητα πολλοὶ νήψαντες τοῦ μὲν αὐτὰ σέβειν καὶ ἁμαρτάνειν ἐπαύ σαντο, τῷ δὲ ὄντως θεῷ προσ<φυγόν>τες εὐχαῖς ... καὶ Ἕλληνες ἐσώ- θησαν. ἀλλὰ τὴν ἀρχὴν ἔδει ποιῆσαι ἡμᾶς μηδὲ ὅλως περὶ τοιούτων ἐνθυμεῖσθαι. ταῦτα λέγοντες ἀγνοεῖτε τί ἐστιν τὸ αὐτεξούσιον καὶ πῶς δυνατόν ἐστιν ἀγαθοὺς τῷ ὄντι εἶναι. ὅτι ὁ ἰδίᾳ προαιρέσει ὢν ἀγαθὸς ὄντως ἀγαθός ἐστιν, ὁ δὲ ὑφ' ἑτέρου ἀνάγκης ἀγαθὸς γενόμενος ὄντως οὐκ ἔστιν, ὅτι μὴ ἰδίᾳ προαιρέσει ἐστὶν ὅ ἐστιν. ἐπεὶ οὖν τὸ ἑκάστου ἐλεύ- θερον ἀποτελεῖ τὸ ὄντως ἀγαθὸν καὶ δεικνύει τὸ ὄντως κακόν, ἐν ἑκάστῳ γενέσθαι ἐχθρὸν ἢ φίλον διὰ τῶν ὑποθέσεων ὁ θεὸς ἐμηχανήσατο. οὔ φησιν, ἀλλὰ πᾶν ὃ ἐνθυμούμεθα, αὐτὸς ἡμᾶς ποιεῖ νοεῖν. παύσασθε· τί πλεῖον βλασφημεῖτε οἱ τοῦτο λέγοντες; εἰ γὰρ πᾶν, ὅτι ἂν ἐνθυ- μηθῶμεν, ἀπ' αὐτοῦ ἐνεργούμεθα, αὐτὸν αἴτιον λέγετε πορνειῶν, ἀσελγειῶν, πλεονεξιῶν καὶ πάσης βλασφημίας. παύσασθε δυσφημοῦν- τες, οἱ εὐφημεῖν καὶ πᾶσαν τιμὴν αὐτῷ ἀπονέμειν ὀφείλοντες. καὶ μὴ λέ- γετε· Oὐκ ἐπιδικάζεται ὁ θεὸς τιμῆς. εἰ γὰρ αὐτὸς οὐδενὸς ἐπιδικάζεται, ἀλλ' οὖν γε ἡμᾶς ἐχρῆν εἰς τὸ δίκαιον ἀφορῶντας τὸν ἐν πᾶσιν ἡμᾶς εὐεργετήσαντα εὐχαρίστῳ ἀμείψασθαι φωνῇ. ἀλλά (φησίν) κρεῖττον