1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

81

τὸ ἴσον τῆς ὁμοιότητος ὡς νεκροῦ μνημεῖον ἂν παρεληλύθει. πλὴν οὐ χρή με πρὸς τὴν τῆς τοιαύτης δεισιδαιμονίας <πλάνην> πολλὴν παρέχειν ἀπόδειξιν. ῥᾴδιον γάρ ἐστιν τῷ θέλοντι νοῆσαι ὅτι οὐδέν ἐστιν, ἐκτὸς εἰ μή τις οὐ βλέπει <... οὐ βλέπει>. πλὴν κἂν νῦν ἄκουσον ὅτι οὐκ ἀκούει, καὶ νόησον ὅτι οὐ νοεῖ. χεῖρες γὰρ αὐτὸ θανόντος ἀνθρώπου ἐποίησαν. εἰ δὲ ὁ ποιήσας ἐτελεύτησεν, πῶς τὸ ὑπ' αὐτοῦ γεγονὸς οὐ λυθήσεται; τί οὖν θνητοῦ ἔργον προσκυνεῖς, παντελῶς ἀναίσθητον ὄν; ὁπότε οἱ λογισμοὺς ἔχοντες οὐδὲ τὰ ζῷα προσκυνοῦσιν οὐδὲ στοιχεῖα τὰ ὑπὸ θεοῦ γεγενημένα κολακεύ- ουσιν, λέγω δὲ οὐρανόν, ἥλιον, σελήνην, ἄστρα, γῆν, θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ὀρθῶς κρίνοντες μηδὲ τὰ ὑπ' αὐτοῦ γενόμενα προσκυνεῖν, ἀλλὰ τὸν τούτων δημιουργὸν καὶ πάροχον σέβειν θεόν. ἐπὶ τούτῳ γὰρ καὶ αὐτὰ χαίρει ὅτι τὴν τοῦ πεποιηκότος τιμὴν οὐδεὶς αὐτοῖς προσ- ῆψεν. αὐτοῦ γὰρ μόνου ἐστὶν ἡ ἔντιμος δόξα τοῦ μόνου ἀγενήτου, ὅτι τὰ λοιπὰ πάντα γενητὰ τυγχάνει. ὡς οὖν τοῦ ἀγενήτου ἴδιον τὸ θεὸς εἶναι, οὕτως πᾶν ὁτιοῦν γενόμενον θεὸς τῷ ὄντι οὐκ ἔστιν. πρὸ πάντων οὖν ἐννοηθῆναι ὀφείλετε τὴν τοῦ ἐν ὑμῖν ἀπατῶντος ὄφεως κακοῦργον ἐπίνοιαν, ὃς φρονίμως ὑμᾶς ἀπατᾷ ὑποσχέσει κρείττονος λογισμοῦ, ἕρπων ὑμῶν ἐκ τοῦ ἐγκεφάλου εἰς τὸν νωτιαῖον μυελὸν καὶ μέγα κέρδος ἡγού- μενος τὴν ὑμετέραν ἀπάτην. εἰδὼς γὰρ τὸν ἀπ' ἀρχῆς νόμον ὅτι, ἐὰν ὑμᾶς εἰς ὑπόνοιαν ὡνδήποτε λεγομένων θεῶν ἐνέγκῃ, μόνον ἵνα εἰς τὸ τῆς μοναρχίας ἀγαθὸν ἁμάρτητε, κέρδος αὐτῷ γίνεται ἡ ὑμῶν κατα- στροφή, λόγῳ δὲ τούτῳ· ὅτι γῆν ἤσθιεν καταδικασθείς, τὸν δι' ἁμαρτίαν εἰς γῆν λυθέντα [γῆν γενόμενον] ἐσθίειν ἔχει ἐξουσίαν, τῶν ψυχῶν ὑμῶν εἰς τὴν τοῦ πυρὸς αὐτοῦ γαστέρα χωρουσῶν. ἵνα οὖν ταῦτα πάθητε, πᾶσαν τὴν καθ' ὑμῶν ὑμῖν ὑποβάλλει οἴησιν. <ὑπ'> αὐτοῦ γὰρ πᾶσαι αἱ κατὰ τῆς μοναρχίας ἀπατηλοὶ τῷ νῷ ὑμῶν ἐπὶ βλάβῃ ἐνσπείρονται ὑπο- λήψεις. πρῶτον μὲν ἵνα μὴ τοὺς τῆς θεοσεβείας ἀκούσαντες λόγους τὴν τῶν κακῶν αἰτίαν ἀπελάσητε ἄγνοιαν, προφάσει γνώσεως ἐνεδρεύει δούς, τὰ μὲν πρῶτα μιᾷ τῇ κατὰ πάντων προλήψει χρώμενος, ἥτις ἐστὶν τὸ νομίζειν καλῶς βεβουλεῦσθαι ὅτι, ἐὰν μή τις ἀκούσῃ τοῦ τῆς θεοσεβείας λόγου, οὐκ ἔστιν «ἔνοχος τῇ κρίσει». διὸ καὶ οὕτως ἀπατώμενοί τινες ἀκούειν οὐ θέλουσιν, ἵνα ἀγνοῶσιν, οὐκ εἰδότες ὅτι ἡ ἄγνοια αὐτὴ καθ' αὑτὴν ἱκανὸν θανάσιμόν ἐστιν φάρμακον. οὐ γάρ, εἴ τις προσλάβοι θα- νασίμου φαρμάκου ἀγνοῶν, οὐκ ἀποθνῄσκει. οὕτως φυσικῶς αἱ ἁμαρτίαι ἀναιροῦσιν τὸν ἁμαρτάνοντα, κἂν ἀγνοῶν πράσσῃ ἃ μὴ δεῖ. εἰ δὲ ἐπὶ παρακοῇ λόγων κρίσις γίνεται, πολλῷ μᾶλλον ὁ θεὸς ὀλοθρεύσει τοὺς μὴ θελήσαντας τὴν εἰς αὐτὸν θρησκείαν ἀναδέξασθαι. ὁ γὰρ μὴ θέλων μαθεῖν, ἵνα μὴ ἔνοχος ᾖ, ἤδη ὡς εἰδὼς κρίνεται. ἔγνω γὰρ ὃ μὴ ἀκοῦσαι θέλει· ὥστε οὐδὲν δύναται πρὸς ἀπολογίαν ἐπίνοια πρὸς «καρ- διογνώστην» θεόν. διὸ φεύγετε τοῦ ὄφεως τὴν πανοῦργον ὑποβαλλο- μένην ὑμῶν τῷ νῷ ἐνθύμησιν. ἵνα δὲ καὶ ὄντως ἀγνοήσας τις τὸν παρόντα βίον τελευτήσῃ, ἔγκλημα ἕξει, ὅτι βιώσας χρόνον οὐκ ἔγνω, τίς αὐτῷ τε καὶ τῶν αὐτῷ ἐπιχορηγηθεισῶν τροφῶν ὑπῆρξεν εὐεργέτης, καὶ [ὅτι] ὡς ἀναίσθητος καὶ ἀχάριστος πολὺ ἀνάξιος δοῦλος τῆς τοῦ θεοῦ