1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

134

τίνα καταφύγῃ, εἰς τίνα ἐρείσῃ; ἀντιτυπίαν γὰρ οὐκ ἔχων εἰς κενὸν ἐκ- βαθρεύεται. ναί φησιν, οὐ χρὴ θεὸν φοβεῖσθαι, ἀλλὰ ἀγαπᾶν. φημὶ κἀγώ. ἀλλὰ τοῦτο παρέξει ἑκάστης εὐποιίας εὐσυνειδησία. ἡ δὲ εὐποιία ἐκ τοῦ φοβεῖσθαι γίνεται. ἀλλ' ὁ φόβος, φησίν, ἐκπλήσσει τὴν ψυχήν. ἀλλ' ἐγώ φημι ὅτι οὐκ ἐκπλήσσει, ἀλλ' ἐξυπνίζει καὶ ἐπιστρέφει. ἴσως δὲ ὀρθῶς ἐλέγετο μὴ δεῖν θεὸν φοβεῖσθαι, εἰ μὴ πολλὰ ἕτερα οἱ ἄνθρωποι ἐφοβού- μεθα, λέγω δὲ τὰς ἐκ τῶν ὁμοίων ἐπιβουλάς, ἔτι τε θηρία, ἑρπετά, νόσους, πάθη, δαίμονας καὶ ἄλλα μυρία. ὁ οὖν ἡμᾶς ἀξιῶν μὴ φοβεῖσθαι θεὸν τούτων ἡμᾶς ·υσάσθω, ἵνα μηδὲ ταῦτα φοβώμεθα. εἰ δ' οὐ δύναται, τί ἡμῖν φθονεῖ ἑνὶ φόβῳ τῷ πρὸς τὸν δίκαιον μυρίων ἀπαλλαγῆναι φόβων καὶ βραχείᾳ τῇ πρὸς αὐτὸν πίστει μυρία πάθη καὶ ἑαυτῶν καὶ ἄλλων μετατιθέναι δυνα- τὸν γενέσθαι μετὰ τοῦ καὶ ἀμοιβὴν ἀγαθῶν προσδέχεσθαι καὶ αἰτίᾳ φόβου τοῦ πάντα ὁρῶντος θεοῦ μηδὲν κακὸν πράσσοντας καὶ ἐν τῷ παρόντι ἐν εἰρήνῃ διατελεῖν; οὕτως ἡ πρὸς τὸν ὄντως δεσπότην εὐγνώμων δουλεία τοὺς λοι- ποὺς πάντας ἐλευθέρους τίθησιν. εἰ μὲν οὖν τινι δυνατόν ἐστιν ἄνευ τοῦ φοβεῖσθαι τὸν θεὸν μὴ ἁμαρτάνειν, μὴ φοβείσθω. ἔξεστιν γὰρ ἀγάπῃ τῇ πρὸς αὐτὸν ὃ αὐτῷ μὴ δοκεῖ μὴ πράττειν. καὶ γὰρ φοβηθῆναι γέγραπται καὶ ἀγαπᾶν παρήγγελται, ἵνα πρὸς τὴν αὑτοῦ ἕκαστος κρᾶσιν ἐπιτηδείῳ χρήσηται φαρμάκῳ. φοβεῖσθαι οὖν αὐτὸν ἔστιν, ὅτι δίκαιός ἐστιν. εἴτε οὖν φοβούμενοι εἴτε ἀγαπῶντες, μὴ ἁμαρτάνετε. γένοιτο δὲ φοβούμε- νόν τινα ἡδονῶν ἀνόμων κρατεῖν δύνασθαι, ἀλλότρια μὴ ἐπιθυμεῖν, φιλ- ανθρωπίαν ἀσκεῖν, σωφρονεῖν, δικαιοπραγεῖν. ὁρῶ γάρ τινας ἀτελεῖς τοῦ πρὸς αὐτὸν φόβου πλεῖστα ἁμαρτάνοντας. φοβηθῶμεν οὖν τὸν θεὸν μὴ μόνον ὅτι δίκαιός ἐστιν· ἐλεῶν γὰρ τοὺς ἠδικημένους τιμωρεῖ τοὺς ἠδικηκότας. ὡς οὖν ὕδωρ πῦρ σβέννυσιν, οὕτως καὶ φόβος τὴν τῶν κακῶν ἐπιθυμίαν ἀναιρεῖ. ὁ ἀφοβίαν διδάσκων οὐδὲ αὐτὸς φοβεῖται, ὁ δὲ μὴ φοβούμενος οὐδὲ κρίσιν ἔσεσθαι πιστεύει, τὰς ἐπιθυμίας αὔξει, μαγεύει, ἄλλους ἐφ' οἷς αὐτὸς πράσσει διαβάλλει. Ταῦτα ὁ Σίμων ἀκούων ἐπικόψας ἔφη· Oἶδα πρὸς τίνα ταῦτα λέγεις, ἀλλ' ἵνα μὴ αὐτὸς τὰ αὐτὰ λέγων πρὸς τὸ ἐλέγχειν σε δαπανῶ τὸν χρόνον εἰς ἃ μὴ θέλω, πρὸς τὰ ὁρισθέντα ἡμῖν ἀποκρίνασθαι ἐπηγγείλω, ἱκανῶς νενοη- κέναι σε τὰ τοῦ διδασκάλου σου λέγων, διὰ τὸ παρόντα ἐναργείᾳ ὁρᾶν καὶ ἀκούειν αὐτοῦ, καὶ ἑτέρῳ τινὶ μὴ δυνατὸν εἶναι ὁράματι ἢ ὀπτασίᾳ ἔχειν τὸ ὅμοιον. ὅτι δὲ τοῦτο ψεῦδός ἐστιν, δείξω. ὁ ἐναργῶς ἀκούων τινὸς οὐ πάνυ πληροφορεῖται ἐπὶ τοῖς λεγομένοις· ἔχει γὰρ ὁ νοῦς αὐτοῦ λογίσασθαι μὴ ἄρα ψεύδεται ἄνθρωπος ὢν τὸ φαινόμενον. ἡ δὲ ὀπτασία ἅμα τῷ ὀφθῆναι πίστιν παρέχει τῷ ὁρῶντι ὅτι θειότης ἐστίν. πρὸς τοῦτό μοι πρῶτον ἀπόκριναι. καὶ ὁ Πέτρος ἔφη· Eἰς ἄλλο προτεί- νας εἰπεῖν εἰς ἕτερον ἀπεκρίνω· προέτεινας γὰρ ὡς μᾶλλον δύνασθαί τινα πλεῖον νοεῖν παρ' ὀπτασίας ἀκούοντα ἢ γὰρ παρὰ τῆς ἐναργείας, ἐπιβαλὼν δὲ ἔπειθες ἡμᾶς ὅτι ἀσφαλέστερός ἐστιν ὁ ὑπὸ ὀπτασίας ἀκούων τοῦ παρ' αὐτῆς ἐναργείας ἀκούοντος. πέρας γοῦν διὰ τοῦτο ἐμοῦ ἱκανώτερον ἔφασκες εἰδέναι τὰ τοῦ Ἰησοῦ ὡς ὑπὸ ὀπτασίας αὐτοῦ ἀκηκοὼς τὸν λόγον. πλὴν ἐγὼ εἰς τὸ ἀπ' ἀρχῆς προταθὲν ἀποκρίνομαι. ὁ προφήτης, ὅτι προφήτης