1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

128

τί οὐ νοεῖς ὅτι τὸ μὲν αὐτογέννητον τυγχάνει ἢ καὶ ἀγέννητον, τὸ δὲ γεννητὸν Χν τὰ αὐτὰ λέγεσθαι οὐ δύναται, οὐδ' ἂν τῆς αὐτῆς οὐσίας ὁ γεγεννημένος τῷ γεγεννηκότι ... ἀλλὰ καὶ τοῦτο μάθε· τὰ ἀνθρώπων σώματα ψυχὰς ἔχει ἀθανάτους, τὴν τοῦ θεοῦ πνοὴν ἠμφιεσμένας. καὶ ἐκ τοῦ θεοῦ προελθοῦσαι τῆς μὲν αὐτῆς οὐσίας εἰσίν, θεοὶ δὲ οὔκ εἰσιν. εἰ δὲ θεοί εἰσι, τούτῳ τῷ λόγῳ πάντων ἀνθρώπων (τῶν τε ἀποθανόν- των καὶ ζώντων καὶ γεννηθησομένων) αἱ ψυχαὶ θεοὶ τυγχάνουσιν. εἰ δὲ προσφιλονεικῶν μοι ἐρεῖς καὶ αὐτὰς θεοὺς εἶναι, καὶ τί τοῦτο ἔτι μέγα καὶ Χριστῷ, τὸ θεῷ λέγεσθαι; τοῦτο γὰρ ἔχει, ὃ καὶ πάντες ἔχου- σιν. ἡμεῖς θεὸν λέγομεν, οὗ ἐστιν ἴδιον τὸ ἄλλῳ προσεῖναι μὴ δυ- νάμενον. ὥσπερ γὰρ ἄπειρος ὢν πανταχόθεν διὰ τοῦτο λέγεται ἀπέ- ραντος, καὶ ἀνάγκη πᾶσα, ἑτέρου μὴ δυναμένου ὡσαύτως ἀπείρου εἶναι, μὴ εἶναι δυῶν τὸ καλεῖσθαι ἀπέραντος (εἰ δέ τις λέγει δυνατὸν εἶναι, ψεύδεται· δύο γὰρ πανταχόθεν ἄπειρα συνυπάρχειν οὐ δύναται· πε- ραιοῦται γὰρ τὸ ἕτερον ὑπὸ τοῦ ἑτέρου), οὕτως φύσις ἐστὶν ἓν εἶναι τὸ ἀγέννητον. εἰ δὲ ἐν σχήματί ἐστιν, καὶ οὕτως ἕν ἐστιν τὸ ἀσύγκριτον. διὰ τοῦτο καὶ ὕψιστος λέγεται, ὅτι πάντων ἀνώτερος ὢν τὰ πάντα αὑτῷ ὑποκείμενα ἔχει. Καὶ ὁ Σίμων· Μὴ γὰρ τοῦτό ἐστιν αὐτοῦ ἀπόρρητον ὄνομα, τὸ «θεός», ὅπερ πάντες λέγουσιν, ὅτι τοσοῦτον καὶ περὶ ὀνόματος διισχυρίζῃ, ἵνα μὴ ἄλλῳ δοθῇ; καὶ ὁ Πέτρος ἔφη· Ἐπίσταμαι ὅτι τοῦτο οὐκ ἔστιν αὐτῷ τὸ ἀπόρ- ρητον ὄνομα, ἀλλὰ τὸ κατὰ συνθήκην ἀνθρώπων λεγόμενον, ὅπερ εἰ ἑτέρῳ δώσεις, καὶ τὸ μὴ λεγόμενον ἑτέρῳ προσάψεις, τῷ τῆς προαιρέσεως λόγῳ. τὸ λεγόμενον ὄνομα τοῦ μὴ λεγομένου πρόοδός ἐστιν. τούτῳ τῷ λόγῳ ἡ ὕβρις καὶ εἰς τὸ μήπω ·ηθὲν λογίζεται, ᾧ λόγῳ ἡ πρὸς τὸ ἐγνωσμένον τιμὴ εἰς τὸ μήπω ἐγνωσμένον ἀναφέρεται. καὶ ὁ Σίμων ἔφη· Ἤθελον εἰδέ- ναι, Πέτρε, εἰ ἀληθῶς πιστεύεις ὅτι ἡ ἀνθρώπου μορφὴ πρὸς τὴν ἐκείνου μορφὴν διατετύπωται. καὶ ὁ Πέτρος· Ἀληθῶς, ὦ Σίμων, οὕτως ἔχειν πεπλη- ροφόρημαι. καὶ ὁ Σίμων· Πῶς θάνατος τὸ σῶμα λύειν δύναται, σφραγῖδι μεγίστῃ διατετυπωμένον; καὶ ὁ Πέτρος· Θεοῦ δικαίου ἐστὶν μορφή. ἐπὰν οὖν ἀδικεῖν ἄρξηται, ἡ ἐν αὐτῷ ἰδέα φεύγει, καὶ οὕτως τὸ σῶμα λύεται, ἵνα ἡ μορφὴ ἀφανὴς γένηται, ὅπως μὴ δικαίου θεοῦ μορφὴν ἄδικον ἔχῃ σῶμα. ἡ μέντοι λύσις οὐ περὶ τὴν σφραγῖδα γίνεται, ἀλλὰ περὶ τὸ σφραγισθὲν σῶμα. ἄνευ δὲ τοῦ σφραγίσαντος τὸ σφραγισθὲν οὐ λύεται. οὕτως ἄνευ κρίσεως οὐδὲ τὸ ἀποθανεῖν ἔξεστιν. καὶ ὁ Σίμων· Τίς οὖν ἀνάγκη ἦν τὴν τοιούτου μορφὴν τῷ ἀπὸ γῆς ἐγερθέντι δοῦναι ἀνθρώπῳ; καὶ ὁ Πέτρος· ∆ιὰ τὴν τοῦ πεποιηκότος θεοῦ φιλαν- θρωπίαν γέγονεν. ἐπεὶ γὰρ τῷ κατ' οὐσίαν λόγῳ πάντα κρείττονα τυγ- χάνει τῆς ἀνθρώπου σαρκός, λέγω δὲ τὸν αἰθέρα, τὸν ἥλιον, τὴν σελή- νην, τοὺς ἀστέρας, τὸν ἀέρα, τὸ ὕδωρ, τὸ πῦρ, ἑνὶ λόγῳ καὶ τὰ λοιπὰ πάν- τα, ἅτινα εἰς ὑπηρεσίαν ἀνθρώπου γενόμενα καὶ κατ' οὐσίαν κρείττονα ὄντα ἡδέως ὑπομένει δουλεύειν τῷ κατ' οὐσίαν χείρονι διὰ τὴν τοῦ κρείτ- τονος μορφήν (ὡς γὰρ οἱ πήλινον ἀνδριάντα βασιλέως τιμῶντες τὴν τιμὴν ἀναφερομένην ἔχουσιν εἰς ἐκεῖνον, οὗπερ ὁ πηλὸς τὴν μορφὴν