1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

44

διεπράξαντο καὶ δίκην οὐ δεδώκασιν, ταύτῃ μᾶλλον ὀφείλοντες διδόναι ὡς μὴ δουλεύοντες ἐπιθυμίᾳ; εἰ δὲ ὑπέκειντο, πῶς ἦσαν θεοί; καὶ ὁ Ἀππίων· Ἔστωσαν ἡμῖν σκοποὶ μηκέτι θεοί, ἀλλ' οἱ δικασταὶ εἰς οὓς ἀφορῶντες φοβη- θησόμεθα ἁμαρτάνειν. κἀγὼ ἔφην· Oὐκ ἔσθ' ὅμοιον, ὦ Ἀππίων· ὁ μὲν γὰρ πρὸς ἄνθρωπον ἔχων τὸν σκοπὸν ἐλπίδι τοῦ λαθεῖν τολμήσει ἁμαρτάνειν, ὁ δὲ θεὸν παντεπόπτην τῇ ἑαυτοῦ ψυχῇ ὁρισάμενος, εἰδὼς αὐτὸν λαθεῖν μὴ δύνασθαι καὶ τὸ λάθρα ἁμαρτεῖν παραιτήσεται. ταῦτα ὁ Ἀππίων ἀκούσας ἔφη· Ἤιδειν ἐξότε ἤκουσα Ἰουδαίοις σε προσομιλοῦντα, ἠλλοιῶσθαι τὴν γνώμην. καλῶς γὰρ εἴρηταί τινι· «Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί». κἀγὼ ἔφην· Oὐκοῦν ἐπανορθοῦσιν ἤθη ἄχρηστα ὁμιλίαι καλαί. καὶ ὁ Ἀπ- πίων ἔφη· Σήμερον πεπληροφορήμην τὴν σὴν ἐπιγνῶναι ἔνστασιν, διὸ σοὶ πρώτῳ εἰπεῖν συνεχωρήσαμεν· αὔριον δὲ ἐνταῦθα, εἴ σοι φίλον ἐστίν, ἐπὶ τῶν αὐτῶν φίλων συνελθόντων ἀποδείξω, ὅτι οἱ θεοὶ ἡμῶν οὔτε μοι- χοὶ ὄντες τυγχάνουσιν οὔτε φονεῖς οὔτε παίδων φθορεῖς, οὐκ ἀδελφαῖς ἢ θυγατράσιν πλησιάσαντες, ἀλλ' οἱ ἀρχαῖοι τὰ μυστήρια μόνους τοὺς φιλομαθεῖς εἰδέναι θέλοντες μύθοις οἷς εἴρηκας αὐτὰ προεκάλυψαν. Ζῆνα γὰρ τὴν ζέουσαν οὐσίαν εἶναι φυσιολογοῦσιν, Κρόνον δὲ τὸν χρόνον καὶ Ῥέαν τὴν ἀεὶ ·έουσαν τοῦ ὕδατος φύσιν. πλὴν ὡς ὑπεσχόμην, αὔριον τὸ καθ' ἕκαστον εἶδος ἕωθεν ὑμῖν συνελθοῦσιν ἀλληγορήσας τὴν τῶν ὄντων ἀλή- θειαν ἐκφανῶ. κἀγὼ πρὸς ταῦτα ἔφην· Aὔριον ὡς ὑπέσχου, οὕτως ποίησον· ἤδη δὲ ἐντεῦθεν καὶ πρὸς αὐτὰ ἃ μέλλεις λέγειν, ἄκουσον. αἱ τῶν θεῶν πράξεις εἰ μὲν ἀγαθαὶ οὖσαι κακοῖς μύθοις προεκαλύφθησαν, πολλὴ τοῦ σκεπάσαντος δείκνυται κακία, ὅτι τὰ σεμνὰ ἀπέκρυψεν κακοῖς διηγήμασιν, ἵνα μήτις αὐτῶν ζηλωτὴς γένηται· εἰ δὲ ἀληθῶς ἀσεβῆ διεπράξαντο, ἐχρῆν τοὐναντίον ἀγαθοῖς αὐτὰ ἐπισκέπειν, ἵνα μὴ οἱ ἄνθρωποι, ὡς εἰς κρείττονας ἀφορῶντες, ἁμαρτάνειν ἐπιχειρῶσιν ἐκείνοις παραπλήσια. ταῦτά μου εἰπόντος οἱ παρόντες φανεροὶ ἦσαν ἀρχὴν λαμβάνοντες τῆς πρὸς τοὺς ὑπ' ἐμοῦ λεχθέντας λόγους ἀγάπης. καὶ γὰρ συνεχῶς καὶ ἐσπουδασμένως ἀξιοῦντες πάντως με τῇ ὑστεραίᾳ ἐλθεῖν ἀπηλλάγησαν.