1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

123

[OΜIΛIA IϚ.] Ὄρθρου δὲ ἐξιὼν ὁ Πέτρος καὶ ἐπιστὰς ἐπὶ τὸν συνήθη τοῦ δια- λέγεσθαι τόπον ὄχλον πολὺν συνεστῶτα εἶδεν. καὶ ἅμα τῷ μέλλειν διαλέγε- σθαι αὐτὸν εἰσῄει τις τῶν αὐτοῦ διακόνων λέγων· Σίμων ἀπὸ Ἀντιοχείας ἐληλυθώς, ἀπ' αὐτῆς ἑσπέρας μαθὼν ὑποσχόμενόν σε τὸν περὶ μοναρχίας ποιεῖσθαι λόγον, ἕτοιμός ἐστιν μετὰ Ἀθηνοδώρου τοῦ Ἐπικουρείου δια- λεγομένῳ σοι ἐπελθεῖν πρὸς τὸ ἀντιλέγειν δημοσίᾳ πᾶσιν τοῖς ὑπὸ σοῦ ὁπώσποτε ὑπὲρ μοναρχίας λεγομένοις λόγοις. ταῦτα τοῦ διακόνου λέ- γοντος, ἰδοὺ αὐτὸς εἰσῄει Σίμων μετὰ Ἀθηνοδώρου καὶ ἄλλων τινῶν ἑταίρων καὶ πρὸ τοῦ τι τὸν Πέτρον φθέγξασθαι αὐτὸς προλαβὼν ἔφη· Ἔμαθον ὡς ὑπέσχου ἐχθὲς τῷ Φαύστῳ εἰς τὴν σήμερον δεῖξαι, τῇ τάξει τὸν λόγον ποιούμενος καὶ ἀπ' αὐτοῦ ἀρχόμενος τοῦ τῶν ὅλων δεσπό- του, ὅτι αὐτὸν μόνον δεῖ λέγειν θεόν, ἄλλους δὲ μήτε λέγειν μήτε νο- μίζειν, ὅτι ὁ παρὰ τοῦτο ποιῶν αἰωνίως κολασθῆναι ἔχει. πρὸ πάντων δὲ ἀληθῶς καταπέπληγμαί σου τὴν ἀπόνοιαν ὅτι ἤλπισας εἰς τὴν σὴν βού- λησιν μεταπεῖσαι ἄνδρα σοφὸν καὶ ταῦτα πρεσβύτην. ἀλλ' οὐκ ἐπιτεύξει τῶν σῶν βουλευμάτων, ταύτῃ μᾶλλον παρόντος ἐμοῦ καὶ τοὺς ψευδεῖς σου διελέγχοντος λόγους· ἴσως γὰρ ἐμοῦ μὴ παρόντος ἠπατήθη ἂν ὁ σοφὸς γέρων, ἰδιώτης ὢν τῶν παρὰ Ἰουδαίοις δημοσίᾳ πεπιστωμένων βίβλων. καὶ τὸ νῦν τοὺς πολλοὺς ὑπερθήσομαι λόγους, ἵνα τῆς ὑπο- σχέσεώς σου τάχιον τὸν ἔλεγχον ποιήσωμαι. διὸ ἐφ' ἡμῶν αὐτῶν τῶν τὰς γραφὰς εἰδότων ὃ ὑπέσχου λέγειν ἄρξαι. εἰ δὲ τὸν ἔλεγχον αἰδού- μενος ἐφ' ἡμῶν αὐτῶν τὴν ὑπόσχεσιν παραλιπεῖν θέλεις, αὐτάρκης καὶ οὕτως ἡ ἀπόδειξις ὅτι ψεύδῃ, καθότι ἐπὶ τῶν τὰς γραφὰς εἰδότων εἰπεῖν οὐκ ἐτόλμησας. καὶ νῦν δὲ τί σε ἀναμένω λέγειν, μέγιστον ἔχων μάρ- τυρα τῆς ὑποσχέσεώς σου τὸν παρεστῶτα γέροντα; καὶ ταῦτα εἰπὼν ἐμβλέψας τῷ πατρὶ ἔφη· Eἰπέ μοι, ἀνδρῶν πάντων τιμιώτατε, οὐχὶ οὗτος ὁ ἀνὴρ ὑπέσχετό σοι δεῖξαι σήμερον ὅτι εἷς ἐστιν θεὸς καὶ οὐ χρὴ ἕτερόν τινα λέγειν ἢ νομίζειν θεόν, ὁ δὲ παρὰ ταῦτα ποιῶν ὡς τὰ μέγιστα ἁμαρτάνων αἰωνίως κολασθῆναι ἔχει; ἢ γὰρ οὐκ ἀποκρίνῃ μοι; καὶ ὁ πατὴρ ἔφη· Καλῶς ἂν τὴν μαρτυρίαν παρ' ἐμοῦ ἀπῄτεις, Σί- μων, εἰ πρότερον ἠρνεῖτο ὁ Πέτρος· νῦν δὲ οὐκ αἰδεσθήσομαι λέγειν ἃ δεῖ λέγειν. οἶμαί σε ὀργῇ πεπρησμένον διαλεχθῆναι θέλειν, ὅπερ ἀνοί- κειόν σοί τε ποιεῖν καὶ ἡμῖν τοιούτων ἐπακούειν, ὅτι μάχην ἐστὶν ἱστορῆ- σαι καὶ οὐ πρὸς ἀλήθειαν ὠφελεῖσθαι. καὶ νῦν ἐξ Ἑλληνικῆς παιδείας ὡς χρὴ τοὺς ζητοῦντας ποιεῖν εἰδὼς ὑπομνήσω. ἑκάτερος ὑμῶν τὸ ἑαυτοῦ δόγμα ἐκθέσθω, καὶ εἰς ἕτερον οἱ λόγοι γενέσθωσαν. ἐὰν δὲ Πέτρος μόνος ἐκθῆται τὸ ἑαυτοῦ φρόνημα, σὺ δὲ τὸ σὸν σιωπᾷς, ἐνδέχεταί τινα λόγον ὑπὸ σοῦ ·ηθέντα θλίβειν τὸ αὐτοῦ καὶ τὸ σὸν φρόνημα καὶ ἀμφοτέρους ὑμᾶς ὑπὸ τοῦ λόγου ἡττηθέντας μὴ φαίνεσθαι ἡττημένους, ἀλλὰ τὸν ἐκθέμενον τὸ φρόνημα, τὸν δὲ μὴ ἐκθέμενον ὁμοίως ἡττημένον μὴ πρόδηλον εἶναι, ἀλλὰ καὶ νενικηκέναι νομίζεσθαι. καὶ ὁ Σίμων ἀπεκρίνατο· Ποιήσω ὡς λέγεις, ἀθυμῶ δὲ μήπως ἤδη προειλημμένος αὐτοῦ τοῖς λόγοις οὐ φιλαλήθης ἔσῃ κριτής. καὶ ὁ πατὴρ ἀπεκρίνατο· Μή με βιάζου ἀκρίτως συνθέσθαι σοι,