1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

36

παντὸς ἡγεμών, οὗ εἵνεκεν πολεμεῖ οὐκ ἔχων, ἀίδιον τὴν εἰρήνην ἔχει. πέρας γοῦν ὁ θεὸς τοῖς καταξιουμένοις αἰωνίου ζωῆς ἕνα ἐν τῷ τότε αἰῶνι βασιλέα τοῦ παντὸς καθίστησιν, ἵνα αἰτίᾳ μοναρχίας ἄπτωτος εἰρήνη γένηται. χρὴ οὖν ἑνί τινι ὡς ὁδηγῷ τοὺς πάντας ἕπεσθαι, ὡς εἰκόνα θεοῦ προτιμῶντας, τὸν δὲ ὁδηγὸν εἶναι τῆς εἰς τὴν ἁγίαν πόλιν εἰσιούσης εἰσόδου ἐπιστήμονα. Τίνα δὲ ἄλλον αἱρήσομαι τῶν παρόντων ἢ Ζακχαῖον, πρὸς ὃν καὶ ὁ κύριος ἡμῶν εἰσιὼν ἀνεπαύσατο, τοῦ σσζεσθαι κρίνας ἄξιον εἶναι; καὶ τοῦτ' εἰπών, παρεστῶτι τῷ Ζακχαίῳ ἐπιβαλὼν τὴν χεῖρα, ἐβιάζετο ἐπὶ τὴν αὑτοῦ καθεσθῆναι καθέδραν. ὁ δὲ Ζακχαῖος προσπεσὼν τοῖς ποσὶν αὐτοῦ ἐδέετο, ὅπως τοῦ ἄρχειν αὐτὸν ἀπολύσῃ, μετὰ τοῦ ὑπισχνεῖσθαι καὶ λέγειν ὅτι· Ὁπόσα ποτὲ χρὴ τὸν ἄρχοντα ποιεῖν, ποιήσω, μόνον μοι τὸ ὄνομα τοῦτο μὴ ἔχειν χάρισαι· εὐλαβοῦμαι γὰρ τὸ τῆς ἀρχῆς ἐνδύσασθαι ὄνομα· πικροῦ γὰρ φθόνου καὶ κινδύνου γέμει. Καὶ ὁ Πέτρος ἔφη· Eἰ τοῦτο εὐλαβῇ ἄρχων μὲν μὴ καλοῦ, ἀλλὰ ὁ καθεστώς, τοῦτο τοῦ κυρίου δεδωκότος λέγεσθαι τῷ εἰπεῖν· «Μακάριος ὁ ἄνθρωπος ἐκεῖνος, ὃν καταστήσει ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας τῶν συνδούλων αὑτοῦ». εἰ δὲ παντελῶς οὐ θέλεις γνωσθῆναι ὅτι ἐξουσίαν διοική- σεως ἔχεις, ἀγνοεῖν μοι ἔοικας ὅτι ἡ ὁμολογουμένη τοῦ προκαθεζομένου ἐξουσία πολύ τι δύναται πρὸς δυσωπίαν τοῦ πλήθους. ὡς γὰρ εἰληφότι τὴν ἐξουσίαν ἕκαστος πείθεται ὡς μεγάλην ἀνάγκην τὴν συνείδησιν ἔχων. τί δέ; οὐχὶ καὶ ἀσφαλῶς γινώσκεις ὅτι οὐχ ὡς οἱ ἄρχοντες τῶν ἐθνῶν ἄρχειν ἔχεις, ἀλλ' ὡς δοῦλος αὐτοῖς ὑπηρετῶν, ὡς πατὴρ ἀδικουμένοις , ὡς ἰατρὸς ἐπισκεπτόμενος, ὡς ποιμὴν φυλάσσων, συνελὼν ἐρῶ, τὰς πάσας ὑπὲρ τῆς αὐ- τῶν σωτηρίας φροντίδας ἔχων; ὅτι οἴει ἀγνοεῖν με οἵους καμάτους ἀναδέ- ξασθαί σε βιάζομαι, ὑπὸ ὄχλων κρίνεσθαί σε ἀξιῶν, οἷς ἀρέσαι τινὰ ἀμή- χανον; θεὸν δὲ εὖ πράττοντα πείθειν δυνατώτατον. διὸ δέομαι προθύμως ἀναδέξασθαι, διὰ θεόν, διὰ Χριστόν, ὑπὲρ τῆς ἀδελφῶν σωτηρίας, ὑπὲρ τῆς αὐτῶν οἰκονομίας καὶ σῆς ὠφελείας. καὶ τὸ ἕτερον δὲ λόγισαι ὅτι ὥσπερ κάματον καὶ κίνδυνον ἔχει τὸ τὴν Χριστοῦ ἐκκλησίαν οἰκονομεῖν, το- σούτῳ μείζων ὁ μισθός. ἀλλ' ἔτι μὴν καὶ ἡ κόλασις μείζων τῷ δυναμένῳ καὶ ἀπειθήσαντι. βούλομαι οὖν, πολυμαθέστερον εἰδώς σε τῶν παρεστώτων, δανείζειν καλὰς γνώμας, ἃς παρὰ τοῦ κυρίου πεπίστευσαι, ἵνα «εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ» ἀκούσῃς καὶ μὴ ὥσπερ ὁ τὸ ἓν ἀποκρύψας τάλαν- τον, ἔγκλημα λαβὼν κολάσει ὑπεύθυνος ἀναφανῇς. εἰ δὲ μὴ βούλει ἀγαθὸς φύλαξ καταστῆναι τῆς ἐκκλησίας, ἕτερον ἀντὶ σοῦ μήνυσον, σοῦ πολυμαθέστερον καὶ πιστότερον. ἀλλὰ οὐ δώσεις· σὺ γὰρ καὶ τῷ κυρίῳ συνῆς καὶ τὰς θαυμασίους πράξεις ἱστόρησας καὶ διοίκησιν ἐκκλησίας μεμάθηκας. καὶ σοῦ μὲν ἔργον ἐστὶν κελεύειν ἃ δεῖ, τῶν ἀδελφῶν ὑπείκειν καὶ μὴ ἀπειθεῖν. ὑπείξαντες μὲν οὖν σωθήσονται, ἀπειθήσαντες δὲ ὑπὸ τοῦ Χριστοῦ κολασθήσονται, ὅτι ὁ προκαθεζόμενος Χριστοῦ τό- πον πεπίστευται. διὸ ἤτοι τιμὴ ἢ ὕβρις τοῦ προκαθεζομένου εἰς Χριστὸν φέρεται, ἀπὸ δὲ Χριστοῦ εἰς τὸν θεὸν ἀναφέρεται. τοῦτο δὲ εἴρηκα, ἵνα καὶ αὐτοὶ οἱ ἀδελφοὶ τῆς πρὸς σὲ ἀπειθείας τὸν κίνδυνον αὐτῶν μὴ ἀγνοῶ-