1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

47

ὡς αὐτὸς θέλεις, εἴπεργε προσομιλῆσαι αὐτῇ δυνάμεθα. κἀγὼ ἀπεκρι- νάμην· Ἀδύνατον. καὶ ὁ Ἀππίων ἐπύθετο, εἰ ἐπιστεῖλαι αὐτῇ δυνατόν ἐστιν. κἀγὼ ἔφην· ∆υνατὸν τοῦτό γε. καὶ ὁ Ἀππίων ἔφη· Ἔτι τῇ νυκτὶ ταύτῃ συνγράψω βιβλίον, μοιχείας ἐγκώμιον, ὅπερ σὺ παρ' ἐμοῦ λαβὼν διαπέμψεις αὐτῇ, καὶ ἐλπίζω ὅτι πεισθεῖσα συνθήσεται. καὶ συγγράψας ὁ Ἀππίων ἐκεῖνο τὸ βιβλίον ἐδίδου ἐμοί, περὶ οὗ καὶ ἐν τῇ νυκτὶ ταύτῃ ἐνενόησα καὶ εὐκαίρως ἔχειν αὐτὸ ὑπεμνήσθην σὺν ἄλλοις βιβλίοις οἷς μεθ' ἑαυτοῦ ἐπιφέρομαι. διηγησάμενος δὲ ταῦτα ἔδειξα τοῖς παροῦσι τὸ βιβλίον καὶ βουλομένοις ἐπακοῦσαι ἀνέγνων καὶ δὴ ἀναγνοὺς ἔφην· Aὕτη ἐστίν, ἄνδρες, ἡ τῶν Ἑλλήνων παιδεία, γενναίαν ὑπόθεσιν ἔχουσα πρὸς τὸ ἀδεῶς ἐξαμαρτάνειν. τὸ δὲ βιβλίον ἦν οὕτως ἔχον· Ὁ ἐρῶν τῇ ἐρωμένῃ (ἀνωνύμως διὰ τοὺς ἐκ τῶν ἀνοήτων ἀνθρώπων νό- μους) ἐπιταγαῖς Ἔρωτος τοῦ πάντων πρεσβυτάτου παιδὸς χαίρειν. ἔγνων σε φιλοσοφίᾳ προσανέχουσαν καὶ ἀρετῆς ἕνεκα τὸν τῶν κρειττόνων ζη- λοῦσαν βίον. τίνες δὲ ἂν εἶεν κρείττονες ἢ θεοὶ μὲν ἁπάντων, ἀνθρώπων δὲ οἱ φιλόσοφοι; οὗτοι γὰρ μόνοι ἴσασιν τῶν ἔργων ποῖα μέν ἐστιν φύσει κακὰ ἢ καλά, ποῖα δὲ τῇ τῶν νόμων θέσει οὐκ ὄντα νομίζεται. αὐτίκα γοῦν τὴν λεγομένην μοιχείαν πρᾶξίν τινες ὑπειλήφασιν εἶναι κακήν, καίτοι καλὴν κατὰ πάντα ὑπάρχουσαν· εἰς γὰρ τὴν τοῦ βίου πολυγονίαν ἐπιταγαῖς Ἔρωτος γίνεται. Ἔρως δέ ἐστιν ὁ πάντων θεῶν πρεσβύτατος· ἄνευ γὰρ δὴ Ἔρωτος οὐ στοιχείων, οὐ θεῶν, οὐκ ἀνθρώπων, οὐ ζσων ἀλόγων, οὐ τῶν λοιπῶν ἁπάντων μίξις ἢ γένεσις γενέσθαι δύναται. πάντες γάρ τοι ὄργανά ἐσμεν τοῦ Ἔρωτος. αὐτὸς δὲ ὁ δι' ἡμῶν τεχνίτης, παντὸς τοῦ γεννωμένου ψυχαῖς ἐπιδημῶν, ἐστὶ νοῦς. ὅθεν οὐκ αὐτοὶ θέλοντες, ἀλλ' ὅταν ὑπ' αὐτοῦ κελευσθῶμεν, τὸ ἐκείνου βούλημα ποιεῖν ἐπιθυμοῦ- μεν. εἰ δ' ἐκείνου βουλῇ ἐπιθυμοῦντες χάριν τῆς λεγομένης σωφροσύ- νης κρατεῖν τῆς ἐπιθυμίας ἐπιχειρήσομεν, πῶς τῷ πάντων πρεσβυτάτῳ θεῶν τε καὶ ἀνθρώπων ἀντιπράττοντες οὐ τὰ μέγιστα ἀσεβήσομεν; ἀλλὰ πᾶσαι μὲν ἀνεσχθωσαν αὐτῷ θύραι, πάντες δὲ μοχθηροὶ καὶ θετοὶ λυέ- σθωσαν νόμοι, ζηλοτύποις ἀνθρώποις κείμενοι, οἵτινες ὑπὸ ἀνοίας κρατού- μενοι καὶ τὸ εὔλογον νοεῖν μὴ βουλόμενοι, προσέτι δὲ καὶ τοὺς λεγομέ- νους μοιχοὺς ὑφορώμενοι, ὑπ' αὐτοῦ τοῦ ∆ιὸς διά γε τοῦ Μίνωος καὶ τοῦ Ῥαδαμάνθυος εὐλόγως θετοῖς παίζονται νόμοις. Ἔρωτα γὰρ ἐπιδημήσαντα ψυχαῖς οὐκ ἔστιν ἐπισχεῖν. οὐ γάρ ἐστιν ἑκούσιον τὸ τῶν ἐρώντων πά- θος. αὐτίκα γοῦν ὁ Ζεὺς αὐτὸς ὁ τούτων νομοθέτης μυρίαις συνῆλθεν γυναιξίν, καὶ ὑπ' ἐνίων μὲν σοφῶν ἀνδρῶν εὐεργέτης πρὸς τεκνοποιίαν ἐνοήθη τὴν αὑτοῦ μίξιν ἀνθρώποις δωρούμενος, παρ' οἷς δὲ ἐπὶ τῇ χάριτι ἠπίστατο ἀγνοούμενος, μετεμορφοῦτο τὴν ἰδέαν, ἵνα μήτε αὐτοὺς λυπῇ μήτε τοῖς ὑπ' αὐτοῦ τεθεῖσιν νόμοις ἀντιπράττειν δοκῇ. δεῖ οὖν τῇ φιλοσοφίᾳ προσανέχουσαν καλοῦ βίου χάριν μιμεῖσθαι τοὺς ὁμολο- γουμένους κρείττονας, ὧν αἱ μίξεις μυρίαι γεγόνασιν. καὶ ὑπὲρ τοῦ μὴ τὸν χρόνον παραναλίσκειν μάτην εἰς τὰς ἀποδείξεις τὰς πλείονας, ἀπ' αὐτοῦ τοῦ ∆ιὸς τοῦ πατρὸς θεῶν τε καὶ ἀνθρώπων ἄρξομαι τὰς ἐνίων μηνύειν κοινωνίας· πασῶν γὰρ ὑπομνησθῆναι διὰ τὸ πλῆθος ἀδύνατον.