1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

16

ἔγραψας, ἐκεῖνοι μὴ νοοῦντες τὴν σὴν διάνοιαν, ἔχοντες δὲ τοὺς Ἀρειανοὺς παροξύνοντας αὐτοὺς ἐκ τῶν γραμμάτων σου ἀποκτείνωσι καὶ εἰς σὲ τὸν φόνον ἀναθῶνται διὰ τὰ γράμματα; Οὐκ ἔπρεπεν οὔτε ἐμὲ αὐτομολεῖν, καὶ εἰς αἵματα ἐμαυτὸν ἀποδιδόναι, οὔτε σε φιλόχριστον ὄντα βασιλέα ἐπὶ φόνοις Χριστιανῶν, καὶ ταῦτα ἐπισκόπων, ἐπιγράφεσθαι.

35 Οὐκοῦν βέλτιον γέγονε τὸ κρυβῆναι, καὶ τοῦτον ἐκδέξασθαι τὸν καιρόν. Ναὶ οἶδα ὅτι καὶ σύ, γινώσκων τὰς θείας Γραφάς, ἐπινεύεις καὶ ἀποδέχῃ με τοῦτο πράξαντα. Ἰδοὺ γοῦν, τῶν παροξυνόντων πεπαυμένων, πέφηνεν ἡ σὴ θεοσεβὴς ἀνεξικακία, καὶ δέδεικται πᾶσιν ὅτι μηδὲ τὴν ἀρχὴν ἐδίωκες σὺ τοὺς Χριστιανούς· ἀλλ' ἐκεῖνοι ἦσαν οἱ τὰς ἐκκλησίας ἐρημώσαντες, ἵνα τὴν ἰδίαν ἀσέβειαν ἐπισπείρωσι πανταχοῦ, δι' ἣν καὶ ἡμεῖς, εἰ μὴ ἦμεν φυγόντες, πάλαι ἂν ἐπεβουλεύθημεν παρ' αὐτῶν. Οἱ γὰρ τοιαύτας διαβολὰς εἰπεῖν κατ' ἐμοῦ μὴ παραιτησάμενοι παρὰ τηλικούτῳ Αὐγούστῳ, οἱ τοιαῦτα κατ' ἐπισκόπων καὶ παρθένων ἐπιχειρήσαντες, εὔδηλον ὡς καὶ τὸν ἡμῶν θάνατον ἐθήρευον. Ἀλλὰ χάρις τῷ Κυρίῳ τῷ τὴν βασιλείαν σοι δεδωκότι· πάντες γὰρ ἐπιστώσαντο περί τε τῆς σῆς φιλανθρωπίας καὶ τῆς ἐκείνων πονηρίας, ἧς ἕνεκα καὶ κατὰ τὴν ἀρχὴν ἔφυγον, ἵνα ταῦτα μὲν ἐγώ σοι προσφωνήσω, σὺ δὲ εὕρῃς τίνα φιλανθρωπεύσῃ. Παρακαλῶ τοίνυν, ἐπειδὴ καὶ γέγραπται· «Ἀπόκρισις ὑποπίπτουσα ἀποστρέφει ὀργήν»· καὶ, «∆εκτοὶ βασιλεῖ λογισμοὶ δίκαιοι»· δεξάμενος καὶ ταύτην τὴν ἀπολογίαν, ἀπόδος ταῖς πατρίσι καὶ ταῖς Ἐκκλησίαις πάντας τοὺς ἐπισκόπους καὶ τοὺς ἄλλους κληρικοὺς ἵνα τῶν μὲν διαβαλλόντων ἡ πονηρία δειχθῇ, σὺ δὲ καὶ νῦν καὶ ἐν ἡμέρᾳ κρίσεως ἔχῃς παρρησίαν εἰπεῖν τῷ Κυρίῳ καὶ Σωτῆρι ἡμῶν καὶ παμβασιλεῖ Ἰησοῦ Χριστῷ· «Οὐδένα τῶν σῶν ἀπώλεσα»· ἀλλ' οἱ μὲν ἐπιβουλεύσαντες πᾶσιν οὗτοί εἰσιν· ἐγὼ δὲ ἐπὶ μὲν τοῖς τετελευτηκόσι, καὶ ταῖς ξεσθείσαις παρθένοις, τοῖς τε ἄλλοις τοῖς κατὰ τῶν Χριστιανῶν γενομένοις ἠχθέσθην· τοὺς δὲ ἐξορισθέντας ἐπανήγαγον καὶ ἀποδέδωκα ταῖς ἰδίαις Ἐκκλησίαις.