1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

9

Τάχα λέγοντες πολλὰ παροξύνουσί ποτε καθ' ἡμῶν· ἀλλὰ τοὺς τοιούτους καὶ ἀποστρέφεσθαι καὶ μισεῖν δίκαιόν ἐστιν, ὅτι οἷοί εἰσι τοιούτους καὶ τοὺς ἀκούοντας αὐτῶν ὑπολαμβάνουσι, καὶ νομίζουσι δύνασθαι τὰς διαβολὰς ἰσχύειν καὶ παρὰ σοί. Ἴσχυσε γάρ ποτε ἡ τοῦ ∆ωὴκ κατὰ τῶν ἱερέων τοῦ Θεοῦ· ἀλλ' ὁ ἀκούσας Σαοὺλ ἦν ὁ ἄδικος. Καὶ Ἰεζάβελ δὲ διαβαλοῦσα ἠδυνήθη βλάψαι τὸν θεοσεβέστατον Ναβουθαί· ἀλλὰ καὶ Ἀχαὰβ ὁ πονηρὸς καὶ ἀποστάτης ὁ ἀκούων. Ὁ δὲ ἁγιώτατος ∆αυίδ, οὗ μιμητὴν εἶναί σε προσήκει καὶ πάντες εὔχονται, τοὺς τοιούτους οὔτε προσίεται ἀλλὰ καὶ ὡς λυσσῶντας κύνας ἀπεστρέφετο λέγων· «Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον». Ἐφύλαττε γὰρ τὴν λέγουσαν ἐντολήν· «Οὐ παραδέξῃ ἀκοὴν μάταιαν». Μάταια δὲ καὶ τὰ τούτων ἐστὶ παρὰ σοί· ᾔτησας γὰρ ὡς ὁ Σολομὼν καὶ σὺ παρὰ Κυρίου, καὶ εἰληφέναι πίστευε, τὸ μάταιον λόγον καὶ ψευδῆ μακρὰν ἀπὸ σοῦ γενέσθαι προσήκειν.

21 ∆ιὰ τοῦτο τοίνυν κἀγώ, ἐπειδὴ ἐκ διαβολῆς ἦν ἡ ἐπιστολὴ καὶ οὐκ εἶχεν οὐδὲ τοῦ ἐλθεῖν πρόσταξιν, ἔγνων, ὅτι προαίρεσις οὐκ ἦν τῆς σῆς εὐσεβείας ἐλθεῖν ἡμᾶς παρὰ σέ. Τὸ γὰρ μὴ κελεῦσαι πάντως ἐλθεῖν, ἀλλὰ καὶ γράψαι ὡς ἐμοῦ γράψαντος, καὶ θέλοντος διορθώσασθαι τὰ δοκοῦντα λείπειν, καίτοι μηδενὸς λέγοντος, φανερὸν ἦν παρὰ γνώμην εἶναι τῆς σῆς ἡμερότητος τὴν κομισθεῖσαν ἐπιστολήν. Τοῦτο πάντες ἔγνωσαν· τοῦτο καὶ γράφων ἐδήλωσα· καὶ οἶδε Μοντάνος ὅτι οὐ τὸ ἐλθεῖν παρῃτούμην, ἀλλὰ τὸ ὡς ἐμοῦ γράψαντος ἐλθεῖν ἀπρεπὲς ἡγούμην, ἵνα μὴ καὶ ἐν τούτῳ πρόφασιν εὕρωσιν οἱ συκοφάνται πάλιν, ὡς ὀχληροῦ γενομένου μου τῇ σῇ θεοσεβείᾳ. Ἀμέλει παρεσκευασάμην, καὶ τοῦτο οἶδεν αὐτός, ἵνα, ἐὰν γράψαι καταξιώσῃς, εὐθὺς ἐξέλθω, καὶ φθάσω τῇ προθυμίᾳ τὸ προσταχθέν. Οὐ γὰρ ἐμαινόμην ἀντειπεῖν τοιούτῳ σου προστάγματι. Μὴ γραψάσης τοίνυν ὄντως τῆς σῆς εὐσεβείας, πῶς ἀντέστην μὴ κελευσθείς; Ἢ πῶς λέγουσιν, οὐκ ἐπείσθην, καίτοι προστάξεως μὴ οὔσης; πῶς οὐ συκοφαντία καὶ τοῦτο τῶν ἐχθρῶν πλαττόντων τὸ μὴ γενόμενον ὡς γενόμενον; Φοβοῦμαι μὴ καὶ νῦν, ἀπολογουμένου μου, θρυλήσωσιν ὡς μὴ ἀξιώσαντος ἀπολογήσασθαι· οὕτως ἐγὼ μὲν εὐχερής εἰμι παρ' αὐτοῖς εἰς τὸ κατηγορεῖσθαι παρ' αὐτῶν· αὐτοὶ δὲ ταχεῖς εἰς τὸ συκοφαντεῖν καὶ καταφρονεῖν τῆς Γραφῆς λεγούσης· «Μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς».

22 Μοντάνου τοίνυν ἀποδημήσαντος, ἦλθε ∆ιογένης ὁ νοτάριος μετὰ ἓξ καὶ εἴκοσι μῆνας· καὶ οὔτε αὐτὸς ἐπιστολὴν ἀπεδίδου, οὔτε ἑωράκαμεν ἀλλήλους, οὔτε ὡς προστάξεως οὔσης ἐνετείλατό μοι· ἀλλὰ καὶ ὅτε Συριανὸς ὁ στρατηλάτης εἰσῆλθεν εἰς τὴν Ἀλεξάνδρειαν, ἐπειδὴ παρὰ τῶν Ἀρειανῶν ἐθρυλεῖτό τινα, καὶ ἅπερ ἐβούλοντο, ἐπηγγέλλοντο γίνεσθαι, ἠρώτων εἰ γράμματα ἔχει περὶ ὧν θρυλοῦσι· γράμματα γὰρ ἀπῄτουν, ὁμολογῶ, τῆς προστάξεως. Ἐπειδὴ δὲ μὴ ἔχειν ἔλεγεν, ἠξίουν κἂν αὐτὸν Συριανὸν ἢ τὸν ἔπαρχον τῆς Αἰγύπτου Μάξιμον γράψαι μοι περὶ τούτου. Τοῦτο δὲ οὕτως ἀπῄτουν, ἐπειδὴ γράψασά μοι ἦν ἡ σὴ φιλανθρωπία, ὥστε παρὰ μηδενός με ταράττεσθαι, μηδὲ ἀνέχεσθαι τῶν θελόντων ἡμᾶς πτοεῖν, ἀλλὰ μένειν ἐν ταῖς ἐκκλησίαις ἀμερίμνως. Οἱ μὲν οὖν κομίσαντες τὴν τοιαύτην ἐπιστολήν εἰσι Παλλάδιος, ὁ γενόμενος τοῦ παλατίου μάγιστρος, καὶ Ἀστέριος ὁ γενόμενος δοὺξ Ἀρμενίας. Τὸ δὲ ἀντίγραφον τῆς ἐπιστολῆς συγχώρησον ἀναγνῶναί με· ἔστι γὰρ τοῦτο·

23 Ἀντίγραφον ἐπιστολῆς οὕτως ἔχον· Κωνστάντιος Νικητὴς Αὔγουστος Ἀθανασίῳ. Εὔχεσθαί με ἀεὶ ὥστε πάντα αἴσια ἀποβαίνειν τῷ ποτε ἀδελφῷ ἐμῷ Κωνστάντι, οὐδὲ τὴν σὴν ὑπερέβη σύνεσιν. Ὅντινα ἐπειδὴ ἐξ ἀπάτης ἀτοπωτάτων ἀνῃρῆσθαι ἔγνων, πόσῃ εἰμὶ περιβληθεὶς στυγνότητι, εὐχερῶς ἡ ὑμετέρα φρόνησις δυνήσεται κρῖναι. Καὶ ἐπειδή τινές εἰσιν, οἵτινες ἐν τῷ παρόντι καιρῷ τῷ οὕτω δακρυτικῷ δράματι καταπτοεῖν σε πειράζουσι, διὰ τοῦτο τὰ παρόντα ταῦτα