1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

4

ἐδιώκετο, ἵνα καὶ τὸν Ἰούδαν ἐν τῷ θανάτῳ μιμήσηται, δήμιος καθ' ἑαυτοῦ γινόμενος, καὶ διπλῆν ἐποίσηται καθ' ἑαυτοῦ τὴν τιμωρίαν ἐν τῇ μετὰ ταῦτα κρίσει.

8 Τοιούτῳ με φίλον ὁ διαβαλὼν ἐνόμισε γεγενῆσθαι· ἢ τάχα οὐδὲ νενόμικεν, ἀλλ' ὡς ἐχθρὸς ἀπιθάνως ἐπλάσατο· οἶδε γὰρ ἀκριβῶς, ὅτι κατεψεύσατο. Ἐβουλόμην δὲ αὐτόν, ὅστις ἐστίν, ἐνταῦθα παρεῖναι, καὶ ἐπ' αὐτῆς τῆς ἀληθείας ἐρωτῆσαι (ἃ γὰρ ὡς Θεοῦ παρόντος λαλοῦμεν, τοῦτον ὅρκον ἔχομεν ἡμεῖς οἱ Χριστιανοί) πότερος ἡμῶν ἔχαιρε, τοῦ μακαρίτου Κώνσταντος ζῶντος, καὶ τίς μᾶλλον ηὔχετο· καὶ ἡ πρώτη διαβολὴ δείκνυσι, καὶ παντὶ τοῦτο δῆλόν ἐστιν. Εἰ δὲ καὶ αὐτὸς οἶδεν ἀκριβῶς, ὅτι τῶν οὕτω διακειμένων, καὶ εἴ τις ἠγάπα τὸν μακαρίτην Κώνσταντα, οὐκ ἐγίγνετο φίλος τῷ κατ' ἐκείνου γενομένῳ· εἰ δὲ ἄλλως διέκειτο ἢ ὡς ἡμεῖς, φοβοῦμαι μὴ ἅπερ ὁ μισῶν ἐκεῖνον ἐντεθύμηται, ταῦτα κατεψεύσατο κατ' ἐμοῦ.

9 Ἐγὼ μὲν οὖν, ἐπὶ τούτῳ ξενιζόμενος, ὅσα χρὴ λέγειν ἀπολογούμενον ἀπορῶ· καὶ μόνον ἐμαυτοῦ μυρίους καταψηφίζομαι θανάτους, ἐὰν καὶ ὅλως κἂν ὑποψία τις εἰς ἐμὲ περὶ τούτου γένηται· σοὶ δέ, φιλάληθες βασιλεῦ, θαρρῶν ἀπολογοῦμαι· παρακαλῶ, καθὰ προεῖπον, ἐξέταζε· καὶ μάλιστα μάρτυρας ἔχων τοὺς ἀποσταλέντας ποτὲ παρ' ἐκείνου πρὸς σὲ πρέσβεις· εἰσὶ δὲ Σαρβάτιος καὶ Μάξιμος οἱ ἐπίσκοποι, καὶ οἱ σὺν αὐτοῖς· καὶ Κλημέντιος καὶ Βάλης. Μάθε, παρακαλῶ, εἰ γράμματά μοι κεκομίκασιν· ταῦτα γὰρ παρεῖχε πρόφασιν κἀμοὶ τοῦ γράφειν ἐκείνῳ. Εἰ δὲ μὴ ἔγραψε, μηδὲ ἐγίνωσκέ με, πῶς ἔγραφον ἐγὼ μὴ ἐπιστάμενος αὐτόν; Ἐρώτησον εἰ μή, ἑωρακὼς τοὺς περὶ Κλημέντιον, ἐμνήσθην τοῦ τῆς μακαρίας μνήμης, καὶ κατὰ τὸ γεγραμμένον, ἐν δάκρυσί μου τὰ ἱμάτια διέβρεχον, ἐνθυμούμενος τὴν φιλάνθρωπον καὶ τὴν φιλόχριστον αὐτοῦ ψυχήν. Μάθε πῶς, ἀκούσας περὶ τῆς ὠμότητος τοῦ θηρίου, καὶ ἰδὼν τοὺς περὶ Βάλεντα διὰ τῆς Λιβύης ἐλθόντας, ἐφοβούμην μὴ κἀκεῖνος πειράσαι τολμήσῃ καὶ ὡς λῃστὴς φονεύσῃ τοὺς ἀγαπῶντας καὶ μνημονεύοντας τοῦ μακαρίου· ὧν ἐμαυτὸν οὐδενὸς εἶναι δεύτερον τίθημι.

10 Τοῦτο οὖν δεδιὼς φρονοῦντας ἐκείνους, καὶ οὐ μᾶλλον ηὐχόμην περὶ τῆς σῆς φιλανθρωπίας; καὶ τὸν μὲν φονεύσαντα ἐκεῖνον ἠγάπων, εἰς σὲ δέ, τὸν ἀδελφὸν ὄντα καὶ ἐκδικοῦντα τὸν ἐκείνου θάνατον, ἐλυπούμην; Ἀλλ' ἐκείνου μὲν τῆς παρανομίας ἐμνημόνευον, τῆς δὲ σῆς εὐεργεσίας ἐπελανθανόμην, ἣν καὶ μετὰ θάνατον τοῦ μακαρίτου τοιαύτην ἔσεσθαι περὶ ἐμέ, οἵα ἦν καὶ περιόντος ἐκείνου, διὰ γραμμάτων δηλῶσαι κατηξίωσας; Ποίοις ὄμμασι τὸν ἀνδροφόνον ἔβλεπον; Ἢ πῶς οὐχ, ὑπὲρ σῆς σωτηρίας εὐχόμενος, ἐνόμιζον καὶ τὸν μακαρίτην ἐκεῖνον ὁρᾷν; Ἀδελφοὶ γὰρ ἀλλήλων εἰσὶ κάτοπτρα διὰ τὴν φύσιν. ∆ιὰ τοῦτο καὶ σὲ βλέπων ἐν ἐκείνῳ, οὔ ποτε ἂν διέβαλον· κἀκεῖνον ἐν σοὶ πάλιν ὁρῶν, οὔ ποτε ἂν ἔγραψα τῷ κατ' ἐκείνου γενομένῳ, ἀλλὰ μᾶλλον περὶ τῆς σῆς σωτηρίας ηὐχόμην. Καὶ μάρτυρες τούτων προηγουμένως μὲν ὁ Κύριος, ὁ ἐπακούσας καὶ χαρισάμενος ὁλόκληρόν σοι τὴν ἐκ προγόνων βασιλείαν· μάρτυρες δὲ καὶ οἱ τότε παρόντες, Φιληκήσιμος ὁ γενόμενος δοὺξ τῆς Αἰγύπτου, καὶ Ῥουφῖνος, καὶ Στέφανος, ὧν ὁ μὲν καθολικός, ὁ δὲ μάγιστρος ἦν ἐκεῖ· καὶ Ἀστέριος ὁ κόμης, καὶ Παλλάδιος ὁ γενόμενος τοῦ παλατίου μάγιστρος, Ἀντίοχός τε καὶ Εὐάγριος οἱ ἀγεντισηρίβους. Μόνον γὰρ ἔλεγον· Εὐξώμεθα περὶ τῆς σωτηρίας τοῦ εὐσεβεστάτου Αὐγούστου Κωνσταντίου· καὶ πᾶς ὁ λαὸς εὐθὺς μιᾷ φωνῇ ἐβόα· Χριστέ, βοήθει Κωνσταντίῳ· καὶ διέμενεν οὕτως εὐχόμενος.

11 Ὅτι μὲν οὖν μήτε ἔγραψά ποτε ἐκείνῳ, μήτε ἐδεξάμην ποτὲ παρ' αὐτοῦ, μάρτυρα τὸν Θεὸν καὶ τὸν τούτου Λόγον τὸν μονογενῆ αὐτοῦ Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐπεκαλεσάμην· τὸν δὲ κατειπόντα, καὶ περὶ τούτου συγχώρησον ἐρωτηθῆναι δι' ὀλίγων, πόθεν εἰς τοῦτο παρῆλθεν; Ἐπιστολῆς ἀντίγραφα φήσειεν