1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

10

γράμματα πρὸς τὴν σὴν τιμιότητα στεῖλαι ἔκρινα· προτρέπων σε ἵνα, ὥσπερ πρέπει ἐπισκόπῳ, εἰς τὴν κεχρεωστημένην θρησκείαν συντρέχειν διδάξειας τὸν δῆμον, καὶ μετ' αὐτοῦ κατὰ τὸ ἔθος ταῖς εὐχαῖς σχολάσειας· καὶ ἵνα μὴ θρύλοις εἴ τινες κατὰ τύχην συνδράμοιεν πιστεύσειας. Ἡμῖν γὰρ τοῦτο ἀρέσκει τὸ σὲ κατὰ τὴν ἡμετέραν βούλησιν, ἐν παντὶ καιρῷ ἐν τῷ σῷ τόπῳ, ἐπίσκοπον εἶναι. Καὶ ἄλλῃ χειρί· Ἡ θεότης φυλάξειέ σε πολλοῖς ἐνιαυτοῖς, Πάτερ προσφιλέστατε.

24 Περὶ ταύτης, ἐκεῖνοι μὲν καὶ τοῖς δικασταῖς εἰρήκασιν· ἐγὼ δὲ ταύτην τὴν ἐπιστολὴν ἔχων, ἆρ' οὐκ εἰκότως ἀπῄτουν γράμματα, καὶ οὐ προσεῖχον προφάσεσιν ἁπλῶς; Ἐκεῖνοι δὲ μὴ δεικνύοντες πρόσταγμα τῆς σῆς εὐσεβείας, οὐκ ἄντικρυς ἐναντία ταύτης τῆς ἐπιστολῆς ἔπραττον; Ἐγὼ δέ, ὅτι γράμματα παρεῖχον, οὐκ ἀκολούθως ἡγούμην ἐκτὸς αὐτῶν εἶναι τὰς φάσεις; τοῖς τοιούτοις γὰρ μὴ προσέχειν με προσέταττεν ἡ ἐπιστολὴ τῆς σῆς φιλανθρωπίας. ∆ικαίως οὖν τοῦτο ἐποίουν, θεοφιλέστατε Αὔγουστε, ἵνα, ὥσπερ ἔχων ἐπιστολὰς εἰσῆλθον εἰς τὴν πατρίδα, οὕτως ἔχων πρόσταξιν ἀπ' αὐτῆς ἐξέλθω· καὶ μὴ ὡς φυγὼν τὴν Ἐκκλησίαν, ὑπεύθυνός ποτε γένωμαι, ἀλλ' ὡς κελευσθεὶς ἔχω πρόφασιν τῆς ἀναχωρήσεως. Τοῦτο καὶ οἱ λαοὶ πάντες μετὰ τῶν πρεσβυτέρων καὶ πλεῖστον δὲ τῆς πόλεως μέρος μετ' αὐτῶν, ἵνα μὴ λέγω πλέον, ἀπελθόντες πρὸς Συριανὸν, ἠξίουν· ἐκεῖ δὲ ἦν καὶ ὁ ἔπαρχος τῆς Αἰγύπτου Μάξιμος. Ἡ δὲ ἀξίωσις ἦν ἢ γράψαι καὶ ἀποστεῖλαί μοι ἢ μηκέτι διοχλεῖν ταῖς Ἐκκλησίαις, ἕως ἂν αὐτοὶ οἱ λαοὶ περὶ τούτου πρεσβεύσωνται παρὰ σοί. Ἐπὶ πολὺ τοίνυν αὐτῶν ἀξιούντων, συνιδὼν Συριανὸς τὸ εὔλογον, διεβεβαιώσατο μαρτυρόμενος τὴν σὴν σωτηρίαν, καὶ ἐπὶ τούτῳ παρῆν τότε καὶ Ἱλάριος, μηκέτι μὲν διοχλεῖν ἀναφέρειν δὲ ἐπὶ τὴν σὴν θεοσέβειαν. Τοῦτο οἶδεν ἡ τάξις τοῦ δουκὸς καὶ ἡ τάξις τοῦ ἐπάρχου τῆς Αἰγύπτου. Καὶ ὁ πρύτανις δὲ τῆς πόλεως ἔχει τὰς φωνὰς, καὶ δύνασαι μαθεῖν, ὅτι οὔτε ἐγὼ οὔτε τις ἕτερος ἀντιλέγων ἦν τῇ σῇ προστάξει.

25 Πάντες δὲ ἠξίουν γράμματα δειχθῆναι τῆς σῆς εὐσεβείας. Καὶ φάσις μὲν γὰρ μόνη παρὰ βασιλέως τὴν αὐτὴν ἔχει δύναμιν τοῖς γραφομένοις, ὅταν μάλιστα ταύτην ὁ κομίζων θαρρῇ καὶ γραφῇ τὸ προσταχθέν· ἐπειδὴ δὲ οὔτε φανερῶς ἔλεγον εἶναι πρόσταγμα, οὔτε, ὅπερ ἠξίουν, ἐγγράφως ἐπέστελλον, ἀλλ' ὡς ἀφ' ἑαυτῶν πάντα πράττοντες ἦσαν· ὁμολογῶ, καὶ τοῦτο λέγω μετὰ παρρησίας, ὕποπτος ἐγενόμην εἰς αὐτούς. Πολλοὶ γὰρ ἦσαν οἱ περὶ αὐτοὺς Ἀρειανοὶ, τούτοις τε συνήσθιον καὶ μετὰ τούτων ἐβουλεύοντο· καὶ οὐδὲν μὲν μετὰ παρρησίας ἔπραττον, ἐνέδρας δὲ καὶ δόλους ἐπιχειρεῖν ἐμελέτων κατ' ἐμοῦ. Καὶ οὐδὲν μὲν ὡς βασιλέως προστάξαντος ἐποίουν, ὡς δὲ παρ' ἐχθρῶν ἀξιούμενοι, ἤλεγχον ἑαυτούς. Τοῦτο γάρ με καὶ μᾶλλον ἀπαιτεῖν ἐποίει γράμματα παρ' αὐτῶν ἐπειδὴ καὶ ὕποπτα ἦν ἅπερ ἐπεχείρουν καὶ ἐσκέπτοντο· καὶ ὅτι ἀπρεπὲς ἦν, μετὰ τοσούτων συγγραμμάτων εἰσελθόντα με, χωρὶς γραμμάτων ἀναχωρῆσαι τῆς Ἐκκλησίας. Συριανοῦ τοίνυν ἐπαγγειλαμένου, συνήγοντο πάντες ἐν ταῖς ἐκκλησίαις μετὰ χαρᾶς καὶ ἀμεριμνίας. Ἀλλὰ μετὰ εἰκοσὶ καὶ τρεῖς ἡμέρας τῆς ἐπαγγελίας ἐπέρχεται μετὰ στρατιωτῶν τῇ ἐκκλησίᾳ, καὶ ἡμεῖς μὲν ηὐχόμεθα συνήθως· οὕτω γὰρ ἑωράκασιν οἱ εἰσελθόντες, ἐπειδὴ παννυχὶς ἦν ἐσομένης συνάξεως. Τοιαῦτα δὲ γέγονε τῇ νυκτὶ ἐκείνῃ, οἷα ἤθελον καὶ ἐπηγγέλλοντο πρὶν γενέσθαι οἱ Ἀρειανοί· αὐτοὺς γὰρ ἔχων μεθ' ἑαυτοῦ ἦλθεν ὁ στρατηλάτης· καὶ αὐτοὶ ἦσαν οἱ ἔξαρχοι καὶ σύμβουλοι τῆς τοιαύτης ἐφόδου. Καὶ τοῦτο οὐκ ἄπιστον, θεοφιλέστατε Αὔγουστε· οὐ γὰρ ἔλαθον ἀλλὰ πανταχοῦ κεκήρυκται. Ἐγὼ τοίνυν θεωρῶν τὴν ἔφοδον, παρακαλέσας πρότερον ἀναχωρῆσαι τοὺς λαούς, τότε κἀγὼ μετ' αὐτούς, τοῦ Θεοῦ καλύπτοντος καὶ ὁδηγοῦντος (καὶ τοῦτο γὰρ οἱ τότε μοι συνόντες ἑωράκασιν), ἀνεχώρησα· καὶ ἐξ ἐκείνου κατ' ἐμαυτὸν ἔμεινα, ἔχων παρρησίαν καὶ ἀπολογίαν καὶ προηγουμένως μὲν