1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

6

ἐλεγχθήσεται, οὔτε τῶν ἐκείνου φήσειέν τις· πέπλασται γάρ. Καὶ πλέον οὐδὲν τάχα προσήκει ζητεῖν, οὐδὲ γὰρ βούλονται, ἵνα μὴ καὶ ὁ ταύτας γράψας ἐξ ἀνάγκης εὑρεθῇ. Ἴσασι γὰρ αὐτὸν οἱ διάβολοι μόνοι, καὶ ἄλλος οὐδείς.

14 Ἐπειδὴ δὲ καὶ περὶ τῆς μεγάλης ἐκκλησίας κατειρήκασιν, ὡς δὴ συνάξεως ἐκεῖ γενομένης πρὶν αὐτὴν τελειωθῆναι· φέρε καὶ περὶ τούτου πάλιν ἀπολογήσομαι τῇ σῇ εὐσεβείᾳ· εἰς ταῦτα γὰρ ἡμᾶς ἕλκουσιν οἱ φιλέχθρως διακείμενοι πρὸς ἡμᾶς. Ναὶ γέγονεν, ὁμολογῶ· καὶ γὰρ καὶ τὰ πρῶτα λέγων οὐκ ἐψευσάμην, καὶ τοῦτο νῦν οὐκ ἀρνήσομαι. Ἀλλ' ἄλλως πάλιν ἢ ὡς αὐτοὶ κατειρήκασίν ἐστι τὸ πρᾶγμα. Καί μοι συγχώρησον εἰπεῖν, οὐκ ἐγκαινίων ἡμέραν ἐπετελέσαμεν, θεοσεβέστατε Αὔγουστε· τοῦτο γὰρ ἀθέμιτον ἦν ἀληθῶς πρὸ τῆς σῆς προστάξεως ποιῆσαι· οὐδὲ ἐκ παρασκευῆς εἰς τοῦτο παρήλθομεν· οὐδὲ ἐπίσκοπός τις οὐδὲ ἄλλος κληρικὸς εἰς τοῦτο κέκληται, ἔλειπε δὲ πολλὰ καὶ τῷ ἔργῳ. Ἀλλ' οὐδὲ ἐκ παραγγελίας γέγονεν ἡ σύναξις, ἵνα πρόφασιν εὕρωσιν οὗτοι τοῦ κατειπεῖν. Ἀλλὰ τὸ γενόμενον ἴσασι πάντες· ἄκουσον δὲ ὅμως τῇ σαυτοῦ ἐπιεικείᾳ καὶ μακροθυμίᾳ. Ἑορτὴ μὲν γὰρ ἦν τὸ Πάσχα, ὁ δὲ λαὸς πάνυ πολὺς καὶ τοσοῦτος ἦν ὅσον ἂν εὔξαιντο κατὰ πόλιν εἶναι Χριστιανῶν φιλόχριστοι βασιλεῖς. Τῶν τοίνυν ἐκκλησιῶν ὀλίγων καὶ βραχυτάτων οὐσῶν, θόρυβος ἦν οὐκ ὀλίγος, ἀξιούντων ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ συνελθεῖν, κἀκεῖ πάντας εὔχεσθαι καὶ ὑπὲρ τῆς σῆς σωτηρίας· ὅπερ καὶ γέγονεν. Ἀλλ' ἐμοῦ παρακαλοῦντος τέως ἐπισχεῖν, καὶ ὅπως δήποτε μετὰ θλίψεως ἐν ταῖς ἄλλαις ἐκκλησίαις συναχθῆναι, οὐχ ὑπήκουσαν, ἀλλ' ἕτοιμοι γεγόνασιν ἐξελθεῖν τὴν πόλιν καὶ εἰς τοὺς ἐρήμους τόπους ἐν ἡλίῳ συνελθεῖν, βέλτιον ἡγούμενοι κάματον ἐνεγκεῖν ὁδοῦ, ἢ μετὰ λύπης τὴν ἑορτὴν ποιῆσαι.

15 Πίστευε γὰρ, βασιλεῦ, καὶ περὶ τούτου πάλιν μάρτυρα δέξαι τὴν ἀλήθειαν· ὅτι ἐν ταῖς συνάξεσι τῆς Τεσσαρακοστῆς, διὰ τὸ τῶν τόπων στενὸν καὶ τὸ πολὺ πλῆθος τῶν λαῶν, πλεῖστα παιδία, καὶ οὐκ ὀλίγαι νεώτεραι γυναῖκες πλεῖσταί τε γραΐδες καὶ οὐκ ὀλίγοι νεανίσκοι θλιβέντες ἀπηνέχθησαν εἰς τοὺς οἴκους· καὶ τοῦ Θεοῦ παρασχόντος, τέθνηκε μὲν οὐδείς· πάντες δὲ ἐγόγγυσαν, καὶ ἠξίωσαν διὰ τὴν μεγάλην ἐκκλησίαν. Εἰ δὲ καὶ ἐν ταῖς προεόρτοις τοσαύτη γέγονε θλίψις, τί ἂν ἐγεγόνει ἐν αὐτῇ τῇ ἑορτῇ; Πάντως που τὰ ἔτι τούτων χαλεπώτερα. Ἀλλ' οὐκ ἔπρεπεν ἀντὶ χαρᾶς λύπην, ἀντ' εὐφροσύνης πένθος, ἀντὶ τῆς ἑορτῆς κλαυθμὸν τοῖς λαοῖς γενέσθαι· εἰδὼς καὶ μάλιστα τύπον ἔχων τῶν πατέρων. Ὁ γὰρ μακαρίτης Ἀλέξανδρος, στενῶν ὄντων τῶν ἄλλων τόπων, καὶ οἰκοδομῶν τὴν τότε μείζονα νομιζομένην ἐκκλησίαν τὴν καλουμένην Θεωνᾶ, συνῆγεν ἐκεῖ διὰ τὸ πλῆθος, καὶ συνάγων οὐκ ἠμέλει τῆς οἰκοδομῆς. Τοῦτο καὶ ἐν Τριβέροις, καὶ ἐν Ἀκυληΐᾳ γενόμενον ἑώρακα· κἀκεῖ γὰρ ἐν ταῖς ἑορταῖς διὰ τὸ πλῆθος, ἔτι τῶν τόπων οἰκοδομουμένων, συνῆγον ἐκεῖ· καὶ οὐχ εὗρον τοιοῦτον κατήγορον. Ἀλλὰ καὶ ὁ μακαρίτης σου ἀδελφός, ἐν Ἀκυληΐᾳ, τοιαύτης οὔσης συνάξεως, συνήχθη. Οὕτω κἀγὼ πεποίηκα, καὶ γέγονεν οὐκ ἐγκαίνια, ἀλλὰ σύναξις εὐχῆς. Σὺ μὲν οὖν, εὖ οἶδα ὅτι, φιλόθεος ὤν, τῶν μὲν λαῶν, ἀποδέχῃ τὴν προθυμίαν, καὶ συγγινώσκεις ἐμοὶ μὴ, κωλύσαντι τοσούτου λαοῦ τὰς εὐχάς.

16 Ἐγὼ δὲ τὸν κατειπόντα πάλιν περὶ τούτου ἐρωτῆσαι βούλομαι, ποῦ νόμιμον ἦν εὔχεσθαι τὸν λαὸν, ἐν ἐρήμοις, ἢ ἐν οἰκοδομουμένῳ τόπῳ τῆς εὐχῆς; Ποῦ πρέπον ἦν καὶ ὅσιον ὑπακοῦσαι τὸν λαὸν τὸ Ἀμήν, ἐν ἐρήμοις, ἢ ἐν, τῷ ἤδη λεχθέντι Κυριακῷ; Σὺ δέ, θεοφιλέστατε βασιλεῦ, ποῦ τοὺς λαοὺς ἤθελες ἂν ἐκτεῖναι τὰς χεῖρας καὶ εὔξασθαι περὶ σοῦ; ἔνθα καὶ Ἕλληνες ἵστανται παρερχόμενοι, ἢ ἐν τῷ ἐπωνύμῳ σου τόπῳ, ὃν ἤδη, μᾶλλον δὲ καὶ ἅμα τῷ θεμελίῳ, Κυριακὸν πάντες ὀνομάζουσιν; Οἶδα ὅτι τὸν σὸν τόπον προκρίνεις· μειδιᾷς γὰρ, καὶ τοῦτο μειδιῶν σημαίνεις. Ἀλλ' ἔδει, φησὶν ὁ κατειπών, ἐν ταῖς ἐκκλησίαις τοῦτο γενέσθαι. Μικραὶ