1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

11

πρὸς τὸν Θεὸν ἔπειτα δὲ καὶ πρὸς τὴν σὴν εὐσέβειαν, ὅτι οὐκ ἔφυγον καταλείψας τοὺς λαοὺς ἀλλὰ μάρτυρα τῆς διώξεως ἔχω τὴν ἔφοδον τοῦ στρατηλάτου· ὃ μάλιστα καὶ πάντες ἐθαύμασαν. Ἔδει γὰρ ἢ μὴ ἐπαγγείλασθαι ἢ ἐπαγγειλάμενον μὴ ψεύσασθαι.

26 Τί τοίνυν οὕτως ἐβουλεύοντο, ἢ διὰ τί μετὰ δόλου ἐνεδρεύειν ἐπεχείρουν, ἐξὸν καὶ κελεῦσαι καὶ γράψαι; Βασιλέως γὰρ πρόσταξις μεγάλην ἔχει παρρησίαν. Ἀλλὰ τὸ βούλεσθαι λαθεῖν καὶ λευκοτέραν ἐποίει τὴν ὑποψίαν τοῦ μὴ ἔχειν αὐτοὺς πρόσταγμα. Τί δὲ ἄτοπον ἀπῄτουν, βασιλεῦ φιλάληθες; Πῶς οὐκ εὔλογον ἐπισκόπῳ τὴν τοιαύτην ἀξίωσιν ἄν τις εἴποι; οἶδας, ἀναγνοὺς τὰς Γραφάς, ἡλίκον ἐστὶ δὴ ἔγκλημα καταλιμπάνειν ἐπίσκοπον τὴν ἐκκλησίαν, καὶ ἀμελεῖν τῶν τοῦ Θεοῦ ποιμνίων. Ποιμένων γὰρ ἀπουσία πρόφασιν ἐφόδου τοῖς λύκοις παρέχει κατὰ τῆς ἀγέλης. Τοῦτο δὲ ἐζήτουν οἱ Ἀρειανοὶ καὶ οἱ ἄλλοι πάντες αἱρετικοὶ ἵνα τῇ ἡμῶν ἀπουσίᾳ χώραν εὕρωσιν ἀπατᾷν τοὺς λαοὺς εἰς ἀσέβειαν. Εἰ τοίνυν ἤμην φυγών, ποίαν ἀπολογίαν εἶχον παρὰ τοῖς ἀληθινοῖς ἐπισκόποις, μᾶλλον δὲ παρὰ τῷ πεπιστευκότι τὴν ἀγέλην; Ἔστι δὲ οὗτος ὁ κρίνων πᾶσαν τὴν γῆν, ὁ ἀληθινὸς παμβασιλεὺς καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ. Πῶς οὐκ ἄν τις εὐλόγως τὴν ἀμέλειαν τῶν λαῶν εἰς ἐμὲ μετήνεγκε; Πῶς δὲ οὐκ ἂν ἐμέμψατο καὶ ἡ σὴ εὐσέβεια δικαίως λέγουσα· ∆ιὰ τί, μετὰ γραμμάτων εἰσελθών, χωρὶς γραμμάτων ἀναχωρεῖς, καὶ κατέλειψας τοὺς λαούς; Πῶς δὲ καὶ αὐτὸς ὁ λαὸς εἰκότως ἐν ἡμέρᾳ κρίσεως τὴν ἑαυτῶν ἀμέλειαν ἔρριψαν εἰς ἐμὲ λέγοντες· Ὁ ἐπισκεπτόμενος ἡμᾶς ἔφυγε καὶ ἠμελήθημεν, οὐκ ὄντος τοῦ ὑπομιμνήσκοντος; Εἰ ταῦτα ἔλεγον, τί ἂν ἀπεκρινάμην; Τοιαύτην γὰρ μέμψιν ἔσχον διὰ τοῦ Ἰεζεχιὴλ καὶ οἱ ποιμένες τῶν παλαιῶν. Τοῦτο γινώσκων καὶ ὁ μακάριος ἀπόστολος Παῦλος ἑκάστῳ ἡμῶν διὰ τοῦ μαθητοῦ παρήγγειλε, λέγων· «Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου». Τοῦτο κἀγὼ φοβούμενος οὐκ ἤθελον φυγεῖν, ἀλλὰ πρόσταξιν ἔχειν, εἴπερ ἦν βούλημα τῆς σῆς εὐσεβείας. Ἀλλ' οὔτε ἔλαβον ὅπερ εὐλόγως ἀπῄτουν, ἀλλὰ καὶ νῦν μάτην κατηγορήθην παρὰ σοί· οὔτε γὰρ ἀντέστην προστάγματι τῆς σῆς εὐσεβείας, οὔτε νῦν εἰς Ἀλεξάνδρειαν εἰσελθεῖν πειράσω, ἕως ἡ σὴ φιλανθρωπία τοῦτο βούληται. Καὶ τοῦτο δὲ προλαβὼν εἴρηκα, ἵνα μηδὲ περὶ τοῦτο πάλιν οἱ συκοφάνται πρόφασιν εὕρωσι κατειπεῖν ἡμῶν.

27 Ταῦτα συνορῶν, οὐ κατεγίνωσκον ἐμαυτοῦ, ἀλλὰ καὶ ταύτην ἔχων τὴν ἀπολογίαν, ἠπειγόμην πρὸς τὴν σὴν εὐσέβειαν, εἰδὼς τὴν σὴν φιλανθρωπίαν, διὰ μνήμης τε ἔχων τὰς σὰς ἀψευδεῖς ὑποσχέσεις, καὶ θαρρῶν ὅτι κατὰ τὸ γεγραμμένον ἐν ταῖς θείαις Παροιμίαις· «Παρὰ φιλανθρώπῳ βασιλεῖ δεκτοί εἰσιν οἱ δίκαιοι λογισμοί». Ἤδη δὲ τῆς ὁδοῦ μου ἐπιβάντος καὶ τὴν ἔρημον ἐξελθόντος, ἀκοή τις γέγονεν ἐξαίφνης· ἥτις ἄπιστος μὲν εἶναι κατὰ τὴν ἀρχὴν ἐδόκει, μετὰ δὲ ταῦτα ἀληθὴς ἐδείχθη. Ἐθρυλεῖτο γὰρ πανταχοῦ ὅτι Λιβέριος ὁ τῆς Ῥώμης ἐπίσκοπος, καὶ ὁ τῶν Σπανιῶν Ὅσιος ὁ μέγας, Παυλῖνός τε ὁ τῶν Γαλλιῶν, καὶ ∆ιονύσιος καὶ Εὐσέβιος οἱ τῆς Ἰταλίας, Λουκίφερός τε ἀπὸ Σαρδινίας καὶ ἄλλοι τινὲς ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ διάκονοι ἐξωρίσθησαν, ὅτι μὴ ἠνέσχοντο καθ' ἡμῶν ὑπογράψαι. Καὶ οὗτοι μὲν ἐξωρίσθησαν, Οὐϊκέντιος δὲ ὁ τῆς Καπύης, καὶ Φουρτουνατιανὸς ὁ τῆς Ἀκυληΐας, Ἡρέμιός τε ὁ τῆς Θεσσαλονίκης, καὶ πάντες οἱ κατὰ τὴν ∆ύσιν ἐπίσκοποι, βίαν οὐ τὴν τυχοῦσαν, ἀλλὰ καὶ πλείστην ἀνάγκην καὶ δεινὰς ὕβρεις πεπόνθασιν, ἕως ἐπαγγείλωνται μὴ κοινωνεῖν ἡμῖν. Εἶτα καὶ θαυμαζόντων ἡμῶν καὶ διαπορούντων ἐπὶ τούτοις, ἰδοὺ πάλιν ἑτέρα τις κατέλαβεν ἀκοὴ περὶ τῶν κατ' Αἴγυπτον καὶ τὰς Λιβύας, ὅτι οἱ μὲν ἐπίσκοποι ἐγγὺς ἐνενήκοντα ἐδιώχθησαν, αἱ δὲ Ἐκκλησίαι τοῖς ὁμολογοῦσι τὰ Ἀρείου παρεδόθησαν· καὶ ἐξωρίσθησαν μὲν δέκα καὶ ἕξ, τῶν δὲ ἄλλων οἱ μὲν ἐφυγαδεύθησαν, οἱ δὲ ἠναγκάσθησαν ὑποκρίνασθαι.