1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

7

μὲν οὖν καὶ στεναί, καὶ πᾶσαι καθὰ προεῖπον, πρὸς τοὺς λαούς εἰσιν. Ἔπειτα δὲ πῶς ἔπρεπε γενέσθαι τὰς εὐχάς; καὶ πῶς ἦν βέλτιον κατὰ μέρος καὶ διῃρημένως τὸν λαὸν μετ' ἐπικινδύνου συνοχῆς, ἢ ὄντος ἤδη τόπου τοῦ δυναμένου δέξασθαι πάντας, ἐν αὐτῷ συνελθεῖν καὶ μίαν καὶ τὴν αὐτὴν μετὰ συμφωνίας τῶν λαῶν γενέσθαι τὴν φωνήν; Τοῦτο βέλτιον ἦν· τοῦτο γὰρ καὶ τὴν ὁμοψυχίαν ἐδείκνυε τοῦ πλήθους· οὕτω καὶ ταχέως ὁ Θεὸς ἐπακούει. Εἰ γὰρ κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος ἐπαγγελίαν, «ἐὰν δύο συμφωνήσαιεν περὶ παντὸς οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς»· τί, ἐὰν τοσούτων λαῶν συνελθόντων μία γένηται φωνὴ, λεγόντων τῷ Θεῷ τὸ Ἀμήν; Τίς γοῦν οὐκ ἐθαύμασε; Τίς οὐκ ἐμακάρισέ σε, βλέπων τὸν τοσοῦτον λαὸν ἐν ἑνὶ συνελθόντα τόπῳ; Πῶς ἔχαιρον οἱ λαοὶ βλέποντες ἀλλήλους τὸ πρότερον ἐν διῃρημένοις συνερχόμενοι τόποις; Τοῦτο πάντας ηὔφρανε, καὶ μόνον τὸν ἐνδιαβαλόντα ἐλύπησε.

17 Τὴν γοῦν ἑτέραν καὶ ὑπολειπομένην ἀντιλογίαν αὐτοῦ βούλομαι προλαβεῖν. Ὁ μὲν γὰρ κατειρηκώς φησιν· Οὔπω τετελείωτο τὸ ἔργον, καὶ οὐκ ἐχρῆν εὐχὰς γενέσθαι· ὁ δὲ Κύριος εἶπε· «Σὺ δέ, ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ ἀπόκλεισον τὰς θύρας». Τί τοίνυν φήσειεν ὁ κατήγορος; Μᾶλλον δὲ τί ἂν εἴποιεν οἱ φρόνιμοι καὶ ἀληθῶς Χριστιανοί; Τούτους γὰρ ἐρώτησον, βασιλεῦ· ἐπειδὴ γέγραπται περὶ μὲν ἐκείνων ὅτι «Ὁ μωρὸς μωρὰ λαλήσει»· περὶ δὲ τούτων, «Παρὰ παντὸς φρονίμου συμβουλίαν λάμβανε». Τῶν ἐκκλησιῶν στενῶν οὐσῶν, καὶ τῶν λαῶν τοσούτων ὄντων, καὶ βουλομένων εἰς τὰς ἐρήμους ἀπελθεῖν, τί ποιεῖν ἐχρῆν; Ἡ μὲν γὰρ ἔρημος ἄθυρος, καὶ τῶν βουλομένων δίοδός ἐστιν, ὁ δὲ Κυριακὸς τόπος καὶ τετείχισται καὶ τεθύρωται, καὶ τὴν διαφορὰν τῶν εὐσεβῶν καὶ τῶν βεβήλων δείκνυσιν. Ἆρα, βασιλεῦ, οὐ μετὰ τῆς σῆς εὐσεβείας πᾶς ὁστισοῦν φρόνιμος ἐπινεύει τούτῳ; Ἴσασι γὰρ ὅτι ὧδε μὲν νόμιμος εὐχή, ἐκεῖ δὲ ἀταξίας ὑποψία· εἰ μὴ ἄρα, τόπων μὴ ὄντων, μόνοι τὴν ἐρημίαν ἂν οἰκοῖεν οἱ εὐχόμενοι, ὥσπερ ἦν ὁ Ἰσραήλ· ἀλλὰ κἀκείνοις τῆς σκηνῆς γενομένης περιώριστο λοιπὸν τῆς εὐχῆς ὁ τόπος. Ὦ ∆έσποτα καὶ ἀληθῶς βασιλεῦ τῶν βασιλευόντων Χριστέ, Υἱὲ τοῦ Θεοῦ μονογενές, Λόγε καὶ Σοφία τοῦ Πατρός, ἐπειδὴ τὴν σὴν φιλανθρωπίαν ὁ λαὸς ηὔξατο, καὶ διὰ σοῦ τὸν σὸν Πατέρα τὸν ἐπὶ πάντων Θεὸν παρεκάλεσε, περὶ τῆς σωτηρίας τοῦ σοῦ θεράποντος τοῦ εὐσεβεστάτου Κωνσταντίου, κατηγοροῦμαι. Ἀλλὰ τῇ σῇ ἀγαθότητι χάρις, ὅτι διὰ τοῦτο καὶ ἐν τοῖς σοῖς νόμοις διαβέβλημαι. Μειζόνως γὰρ ἂν διεβλήθην, καὶ ἦν ἀληθῶς ἔγκλημα, εἰ ὃν ᾠκοδόμησε τόπον ὁ βασιλεὺς παρηρχόμεθα, καὶ τὴν ἔρημον ἐζητοῦμεν εἰς εὐχήν. Πῶς ἂν ὁ κατήγορος ἐφλυάρησε τότε, πῶς ἂν ἦν πιθανὸς λέγων· Ἐξουθένησέ σου τὸν τόπον· παρὰ γνώμην ἐστὶν αὐτοῦ τὸ γινόμενον· ἐγέλασε παρερχόμενος· ἔδειξε τὴν ἔρημον πληροῦσαν τοῦ τόπου τὴν χρείαν· θέλοντας εὔξασθαι τοὺς λαοὺς κεκώλυκε. Ταῦτα ἤθελεν εἰπεῖν, ταῦτα ἐζήτει· καὶ μὴ εὑρὼν ἄχθεται, καὶ λοιπὸν λόγους πλάττει. Ταῦτα γὰρ εἰ ἔλεγεν ἐδυσώπει κἀμέ· ὥσπερ νῦν ἀδικεῖ, τὸν διαβόλου τρόπον ἀναλαβὼν καὶ παρατηρούμενος τοὺς προσευχομένους· διὸ καὶ ἐσφάλη παραναγνοὺς τὸ τοῦ ∆ανιήλ· ἐνόμισε γὰρ ὁ ἀμαθὴς, ὅτι καὶ ἐπὶ σοῦ τὰ τῶν Βαβυλωνίων κρατεῖ, καὶ οὐκ ἔγνω ὅτι φίλος εἶ τοῦ μακαρίου ∆ανιήλ· καὶ τὸν αὐτὸν αὐτῷ Θεὸν προσκυνεῖς, καὶ οὐ κωλύεις, ἀλλὰ θέλεις πάντας εὔχεσθαι, εἰδὼς ὅτι πάντων ἐστὶν εὐχὴ σώζεσθαί σε καὶ βασιλεύειν ἐν εἰρήνῃ διαπαντός.

18 Ἐγὼ μὲν οὖν καὶ ταῦτα πρὸς τὸν κατειπόντα ἀποδύρομαι· σὺ δέ, θεοφιλέστατε Αὔγουστε, ζήσειας πολλαῖς ἐτῶν περιόδοις καὶ τὰ ἐγκαίνια ἐπιτελέσειας. Αἱ γὰρ γενόμεναι παρὰ πάντων περὶ τῆς σῆς σωτηρίας εὐχαὶ οὐκ ἐμποδίζουσι τὴν τῶν ἐγκαινίων πανήγυριν. Μὴ τοῦτο ψευδέσθωσαν οἱ ἀμαθεῖς· ἀλλὰ παρὰ μὲν τῶν Πατέρων μαθέτωσαν, ἀναγνώτωσαν δὲ καὶ τὰς Γραφάς· μᾶλλον