1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

12

Τοσοῦτος γὰρ ἐλέγετο διωγμὸς ἐκεῖ, ὡς, ἐν Ἀλεξανδρείᾳ εὐχομένων τῶν ἀδελφῶν ἐν τῷ Πάσχα καὶ ταῖς Κυριακαῖς ἐν ἐρήμῳ τόπῳ πλησίον τοῦ κοιμητηρίου, τὸν στρατηλάτην μετὰ πλήθους στρατιωτῶν πλεῖον τρισχιλίων, ὅπλα καὶ ξίφη γυμνὰ καὶ βέλη φερόντων, ἐπελθεῖν κατὰ τῶν Χριστιανῶν, καὶ λοιπὸν τοιαῦτα γενέσθαι οἷα ἂν γένοιτο ἐκ τοιαύτης ἐπιδρομῆς, κατὰ γυναικῶν καὶ παίδων οὐδὲν πλέον ποιούντων ἢ εὐχομένων τῷ Θεῷ. ∆ιηγεῖσθαι δὲ αὐτὰ νῦν ἴσως ἀπρεπὲς μὴ ἄρα καὶ μόνον τούτων ἡ μνήμη δάκρυα πᾶσι κινήσῃ. Καὶ γὰρ τοσαύτη ἦν ἡ ὠμότης, ὡς παρθένους μὲν γυμνοῦσθαι, τῶν δὲ ἀποθανόντων ἐκ τῶν πληγῶν μηδὲ τὰ σώματα παραυτὰ δοθῆναι εἰς ταφήν, ἀλλ' ἔξω ῥίπτεσθαι τοῖς κυσὶν ἕως μετὰ πολλῆς ζημίας κεκρυμμένως κλέψωσιν οἱ οἰκεῖοι τὰ τῶν ἰδίων σώματα, καὶ πολὺς κάματος γένηται τοῦ μηδένα γνῶναι περὶ τούτων.

28 Τὰ δὲ ἄλλα τὰ γενόμενα ἴσως μὲν ἄπιστα νομισθήσεται, καὶ πάντας ἐκπλήξει διὰ τὴν ὑπερβολὴν τοῦ μύσους. Ἀναγκαῖον δὲ ὅμως εἰπεῖν, ἵνα ἡ σὴ φιλόχριστος σπουδὴ καὶ θεοσέβεια μάθῃ, ὡς αἱ καθ' ἡμῶν διαβολαὶ καὶ συκοφαντίαι δι' οὐδὲν ἕτερον γεγόνασιν ἢ ἵνα ἡμᾶς μὲν ἐκβάλωσι τῶν Ἐκκλησιῶν, τὴν δὲ ἰδίαν ἀσέβειαν ἀντεισενεγκεῖν δυνηθῶσι. Τῶν γὰρ ἀληθινῶν καὶ πολυετῶν ἐπισκόπων τῶν μὲν ἐξορισθέντων, τῶν δὲ φυγαδευθέντων, ἐθνικοὶ λοιπόν, κατηχούμενοι, καὶ οἱ τὰ πρῶτα τῆς βουλῆς ἔχοντες, καὶ οἱ ἐν πλούτῳ διαβόητοι ἀντὶ Χριστιανῶν εὐσεβῆ πίστιν παραγγέλλονται παρὰ τῶν Ἀρειανῶν ὁμιλήσωσι. Καὶ οὐκέτι μέν, ὡς παρήγγειλεν ὁ Ἀπόστολος, εἴ τίς ἐστιν ἀνεπίληπτος, ἐζητεῖτο· ὡς δὲ ὁ ἀσεβέστατος Ἱεροβοὰμ πεποίηκεν, ὁ πλεῖον διδοὺς χρυσίον ὠνομάσθη ἐπίσκοπος. Καὶ οὐ διέφερεν αὐτοῖς εἰ κἂν ἐθνικὸς ἐτύγχανε, μόνον εἰ χρυσίον παρεῖχε. Καὶ οἱ μὲν ἀπὸ Ἀλεξάνδρου ἐπίσκοποι, μονάζοντες καὶ ἀσκηταί, ἐξωρίσθησαν· οἱ δὲ σοφοὶ περὶ τὰς διαβολὰς διέφθειραν, τὸ ὅσον ἐπ' αὐτοῖς, τὴν ἀποστολικὴν διάταξιν, καὶ τὰς ἐκκλησίας ἐμίαναν. Μεγάλα γε ἐκέρδησαν αὐτῶν αἱ συκοφαντίαι, ἵνα ἐξῇ αὐτοῖς παρανομεῖν καὶ τοιαῦτα πράττειν ἐν τοῖς σοῖς καιροῖς, ὥστε κατ' αὐτῶν εἶναι τὸ γεγραμμένον· «Οὐαὶ δι' οὓς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν».

29 Τοιούτων οὖν ὄντων τῶν θρυλουμένων, καὶ τῶν πραγμάτων ἄνω καὶ κάτω πάντων ἀνατετραμμένων, ὅμως οὐκ ἀπέστην ἐγὼ τῆς προθυμίας, ἀλλὰ πάλιν εἰχόμην τῆς ὁδοῦ πρὸς τὴν σὴν εὐσέβειαν· καὶ τοῦτο μᾶλλον σπουδαιότερον ἔπραττον, θαρρῶν ὅτι παρὰ γνώμην μὲν τῆς σῆς εὐσεβείας ἐπράττετο ταῦτα· εἰ μάθοι δὲ ἡ σὴ φιλανθρωπία τὰ γενόμενα, κωλύσει τοῦ λοιποῦ γενέσθαι· μὴ γὰρ εἶναι θεοσεβοῦς βασιλέως θέλειν ἐξορίζεσθαι ἐπισκόπους καὶ γυμνοῦσθαι παρθένους, ἢ ὅλως τὰς ἐκκλησίας ταράττεσθαι. Ἀλλὰ τοιαῦτα λογιζομένους ἡμᾶς καὶ σπεύδοντας ἐν ταῖς ὁδοῖς, ἰδοὺ πάλιν τρίτη τις κατέλαβεν ἀκοὴ ὅτι γέγραπται τοῖς ἐν Αὐξούμει τυράννοις, ὥστε Φρουμέντιον τὸν ἐπίσκοπον τῆς Αὐξούμεως ἐκεῖθεν ἀχθῆναι, καὶ ἐμὲ μὲν μέχρι τῆς βαρβάρων ζητεῖσθαι, καὶ εἰς τὰ λεγόμενα κομεντάρια τῶν ἐπάρχων παραπέμπεσθαι, τοὺς δὲ λαοὺς καὶ τοὺς κληρικοὺς πάντας ἀναγκάζεσθαι κοινωνεῖν τῇ Ἀρειανῇ αἱρέσει· ἐὰν δὲ μὴ ὑπακούσωσιν, ἀποθνήσκειν τοὺς τοιούτους. Καὶ ὅτι οὐ λόγῳ μόνον ἐθρυλεῖτο ταῦτα ἀλλὰ καὶ αὐτοῖς ἔργοις ἐδείκνυτο, ἐπειδὴ συνεχώρησεν ἡ σὴ φιλανθρωπία, ἰδοὺ καὶ ἡ ἐπιστολή· ταύτην γὰρ ἐκεῖνοι συνεχῶς ἀνεγίνωσκον, ἀπειλοῦντες ἑκάστῳ θάνατον.

30 Ἀντίγραφον ἐπιστολῆς· Νικητὴς Κωνστάντιος Μέγιστος Σεβαστὸς Ἀλεξανδρεῦσιν. Ἡ μὲν πόλις τὸ πάτριον σχῆμα φυλάττουσα, καὶ τῆς τῶν οἰκιστῶν ἀρετῆς μεμνημένη, πειθηνίαν ἑαυτὴν συνήθως καὶ νῦν παρέσχηκεν· ἡμεῖς δέ, εἰ μὴ καὶ τὸν Ἀλέξανδρον ἀποκρύψαιμεν εὐνοίᾳ τῇ περὶ τὴν πόλιν τὴν ὑμετέραν, οὐ τὰ τυχόντα πλημμελεῖν συνεισόμεθα. Ὡς μὲν γὰρ σωφροσύνης ἴδιον, κοσμίαν ἑαυτῷ διὰ πάντων ἄγειν· βασιλείας δὲ τῆς ἀρετῆς (δότε δὲ εἰπεῖν) τῆς ὑμετέρας πρὸ