1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

13

ἁπάντων ἀσπάζεσθαι, πρώτους μὲν σοφίας ἐξηγητὰς καταστάντας, πρώτους δὲ Θεὸν τὸν ὄντα συνιέντας, οἳ καὶ τῶν ἐξηγητῶν τοὺς ἄκρους εἵλεσθε καὶ τὴν ἡμετέραν ψῆφον ἑκόντες ἐστέρξατε, τὸν μὲν ἀπατεῶνα καὶ φένακα δικαίως ἀποστραφέντες, τοῖς δὲ σεμνοῖς καὶ παντὸς ἑπέκεινα θαύματος δεόντως προσθέμενοι. Καίτοι τίς ἀγνοεῖ καὶ τῶν τὰς ἐσχατιὰς οἰκούντων τὴν ἐπὶ τοῖς πραχθεῖσι φιλοτιμίαν; οἷς οὐκ ἴσμεν καὶ τί δεῖ παραβάλλεσθαι ὧν συμβέβηκεν. Ἐτύφλωττον μὲν γὰρ οἱ πλεῖστοι τῶν κατὰ τὴν πόλιν· ἐπεκράτει δὲ ἀνὴρ βαράθρων ἀπὸ ἐσχάτων ὁρμώμενος, ὥσπερ ἐν σκότῳ τοὺς τῆς ἀληθείας ἐφιεμένους πρὸς τὸ ψεῦδος ἀπατῶν, λόγον μὲν ἔγκαρπον οὐδέποτε παρασχόμενος, τερθρείας δὲ καὶ τηνάλλως τὰς ψυχὰς λυμαινόμενος· οἱ μὲν κόλακες ἐβόων καὶ ἐκρότουν, ἐξεπλήττοντο, οὓς ἔτι γρύζειν εἰκὸς ὑπὸ ὀδόντα· οἱ δὲ πλεῖστοι τῶν ἀφελεστέρων, πρὸς τὸ τούτων ἔζων σύνθημα· τὰ δὲ πράγματα κατὰ ῥοῦν ἐφέρετο ὥσπερ ἐν κατακλυσμῷ, πάντων ἄρδην ὀλιγωρουμένων. Ἡγεῖτο δὲ ἀνὴρ τοῦ πλήθους (πῶς ἂν ἀληθέστερον αὐτὸ εἴποιμι;) οὐδὲν τῶν βαναύσων διαφέρων, τοῦτο μόνον τῇ πόλει συναράμενος, τὸ μὴ κατὰ βαράθρων ὦσαι τοὺς ἐν αὐτῇ. Ἀλλ' ὁ γενναῖος καὶ λαμπρὸς οὐδὲ κρίσιν ἔμεινε κατ' αὐτοῦ, φυγὴν ἐν δίκῃ καταγνούς· ὡς ἔστι γε καὶ ὑπὲρ τῶν βαρβάρων ὑφελέσθαι, μή τινας αὐτῶν δυσσεβεῖν ἀναπείσῃ, καθάπερ ἐν δράματι πρὸς τοὺς πρώτους ἐντυγχάνοντας ὀλοφυρόμενος. Τούτῳ μὲν οὖν μακρὰν χαίρειν εἰρήσεται· ὑμᾶς δέ με χρὴ μετ' ὀλίγων τάττειν, μᾶλλον δὲ μόνους πρὸ τῶν ἄλλων σεμνύνειν, οἷς τοσοῦτον ἀρετῆς καὶ νοῦ περίεστιν, ὅσον αἱ πράξεις κηρύττουσι, μικροῦ πᾶσαν τὴν οὖσαν ὑμνούμεναι. Εὖγε τῆς σωφροσύνης· εἰ γὰρ ἀγγέλων ἀκροασαίμην τοσούτων καὶ δεύτερον διεξιόντων τὰ ὑμέτερα καὶ σεμνυνόντων, ὦ καὶ τοὺς πρότερον ἀποκρύψαντες φιλοτιμίᾳ, καὶ τοῖς νῦν τε καὶ ὕστερον παράδειγμα καλὸν ἐσόμενοι· μόνοι τε καὶ τοῖς ἤθεσι λόγων καὶ ἔργων ἡγεμόνα τὸν τελειότατον τῶν ὄντων ἑλόμενοι, καὶ οὐδὲ πρὸς βραχὺ διστάσαντες, ἀλλ' ἀνδρείως μεταθέμενοι καὶ τοῖς ἄλλοις προσθέμενοι, ἀπὸ τῶν χαμαὶ τούτων καὶ περιγείων πρὸς τὰ κατουράνια ἐπειχθέντες, ξεναγοῦντος ἐπ' αὐτὰ τοῦ σεμνοτάτου Γεωργίου, ἀνδρὸς τοιαῦτα παντὸς μᾶλλον ἠκριβωκότος. ∆ι' ὃν καὶ κατὰ τὸν ὕστερον βίον, μετὰ καλῆς ἐλπίδος διάξετε καὶ τὸν ἐν τῷ παρόντι μετὰ ῥᾳστώνης βιώσεσθε. Εἴη δὲ κοινῇ πάντας τοὺς κατὰ τὴν πόλιν, ὥσπερ ἱερᾶς ἀγκύρας, τῆς τούτου φωνῆς ἐξηρτῆσθαι, ἵνα μὴ τομῶν ἢ καύσεων δεηθῶμεν, κατὰ τῶν τὰς ψυχὰς λελωβημένων· οἷς ὅτι μάλιστα παραινοῦμεν ἀφίστασθαι τῆς Ἀθανασίου σπουδῆς, καὶ μηδὲ μεμνῆσθαι τῆς περιττῆς ἐκείνης ἀδολεσχίας, ἢ λήσουσι τοῖς ἐσχάτοις ἔνοχοι ὄντες κινδύνοις, ὧν οὐκ ἴσμεν εἴ τις τῶν πάνυ δεινῶν ἐξαιρήσεται τοὺς στασιάζοντας. Καὶ γὰρ ἄτοπον τὸν μὲν ὄλεθρον Ἀθανάσιον γῆν πρὸ γῆς ἀπεληλᾶσθαι, καὶ τοῖς αἰσχίστοις ἁλόντα, ὥς ποτε ἂν ἐκεῖνος τὴν ἀξίαν ἐκτίσειε, καὶ εἰ δέκατόν τις τοῦ ζῇν προσαφέληται· τοὺς δὲ ἐκείνου κόλακας καὶ θεραπευτὰς ἀγύρτας τινὰς καὶ τοιούτους ἀνθρώπους, οἵους ὀνομάζειν αἰσχύνη, περιορᾷν σφαδάζοντας, οὓς πάλαι τεθνάναι διηγόρευται τοῖς δικασταῖς. Καὶ ἴσως οὐδέπω τεθνήξονται, ἢν μή, τῶν φθασάντων ἀποστάντες πλημμελημάτων, ὀψέ ποτε μεταθῶνται· ὧν ὁ μοχθηρότατος Ἀθανάσιος ἡγεῖτο, καὶ τῇ κοινῇ πολιτείᾳ λυμαινόμενος, καὶ τοῖς ἁγιωτάτοις δυσσεβεῖς καὶ ἐναγεῖς προσάγων τὰς χεῖρας.

31 Ἃ δὲ καὶ Φρουμεντίου χάριν τοῦ ἐπισκόπου τῆς Αὐξούμεως γέγραπται τοῖς ἐκεῖ τυράννοις, ἔστι ταῦτα· Νικητὴς Κωνστάντιος Μέγιστος Σεβαστὸς Ἀϊζανᾷ καὶ Σαζανᾷ. Πάνυ διὰ φροντίδος καὶ διὰ σπουδῆς τῆς μεγίστης ἡμῖν ἐστιν ἡ τοῦ Κρείττονος γνῶσις. ∆εῖ γὰρ, οἶμαι, τὸ κοινὸν τῶν ἀνθρώπων γένος τῆς ἴσης ἐν τοῖς τοιούτοις ἀξιοῦσθαι κηδεμονίας, ὡς ἂν μέχρι τῆς ἐλπίδος τὸν βίον διάγοιεν, τὰ τοιαῦτα περὶ τοῦ Θεοῦ γινώσκοντες καὶ μηδὲν διαφωνοῦντες περὶ τὴν τοῦ δικαίου