1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

2

τῆς σῆς φιλανθρωπίας, ἐμνημόνευσε δὲ καὶ ὅτε οἱ περὶ Θάλασσον ἦλθον εἰς τὴν Πιτυβίωνα, καὶ ἡμεῖς ἐν τῇ Ἀκυληΐᾳ διετρίβομεν· μάρτυς ὁ Κύριος, ὅπως ἐμνημόνευον ἐγὼ τῆς σῆς θεοσεβείας, καὶ ταῦτα ἔλεγον ἅπερ ὁ Θεὸς ἀποκαλύψει τῇ σῇ ψυχῇ, ἵνα καταγνῷς τῆς συκοφαντίας τῶν με διαβαλόντων παρὰ σοί. Συγχώρησον εἰπόντι μοι ταῦτα, φιλανθρωπότατε Αὔγουστε, καὶ πολλήν μοι συγγνώμην δός. Οὐ γὰρ οὕτως ἦν εὐχερὴς ὁ φιλόχριστος ἐκεῖνος, οὐδὲ τηλικοῦτος ἤμην ἐγὼ ἵνα περὶ τοιούτων ἐκοινολογούμεθα, καὶ ἀδελφὸν ἀδελφῷ διέβαλλον, ἢ παρὰ βασιλεῖ περὶ βασιλέως κακῶς μνημονεύσω. Οὐ μαίνομαι, βασιλεῦ, οὐδὲ ἐπελαθόμην τῆς θείας φωνῆς λεγούσης· «Καί γε ἐν συνειδήσει σου βασιλέα μὴ καταράσῃ, καὶ ἐν ταμείοις κοιτῶνός σου μὴ καταράσῃ πλούσιον· ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει σου τὴν φωνὴν καὶ ὁ τὰς πτέρυγας ἔχων ἀπαγγελεῖ λόγον σου». Εἰ δὲ καὶ τὰ κατιδίαν λεγόμενα καθ' ὑμῶν τῶν βασιλέων οὐ κρύπτεται, πῶς οὐκ ἄπιστον εἰ παρόντος βασιλέως, καὶ τοσούτων ἑστώτων, ἔλεγον κατὰ σοῦ; Οὐ γὰρ μόνος ἑώρακά ποτε τὸν ἀδελφόν σου, οὐδὲ μόνῳ μοί ποτε ἐκεῖνος ὡμίλησεν· ἀλλ' ἀεὶ μετὰ τοῦ ἐπισκόπου τῆς πόλεως ἔνθα ἦν, καὶ ἄλλων τῶν ἐκεῖ παρατυγχανόντων εἰσηρχόμην· κοινῇ τε αὐτὸν ἐβλέπομεν, καὶ κοινῇ πάλιν ἀνεχωροῦμεν· δύναται Φουρτουνατιανὸς ὁ τῆς Ἀκυληΐας ἐπίσκοπος μαρτυρῆσαι περὶ τούτου, ἱκανός ἐστιν ὁ Πατὴρ Ὅσιος εἰπεῖν, καὶ Κρισπῖνος ὁ τῆς Πατάβων, καὶ Λούκιλλος ὁ ἐν Βερωνί, καὶ ∆ιονύσιος ὁ ἐν Ληΐδι, καὶ Βικέντιος ὁ ἐν Καμπανίᾳ ἐπίσκοπος. Καὶ ἐπειδὴ τετελευτήκασι Μαξιμῖνος ὁ Τριβέρεως, καὶ Προτάσιος ὁ τῆς Μεδιολάνου, δύναται καὶ Εὐγένιος ὁ γενόμενος μάγιστρος μαρτυρῆσαι· αὐτὸς γὰρ εἱστήκει πρὸ τοῦ βηλοῦ, καὶ ἤκουεν ἅπερ ἠξιοῦμεν αὐτὸν καὶ ἅπερ αὐτὸς κατηξίου λέγειν ἡμῖν. Ταῦτα τοίνυν εἰ καὶ ἱκανὰ πρὸς ἀπόδειξίν ἐστι, συγχώρησον ὅμως διηγήσασθαι καὶ τὸν λογισμὸν τῆς ἀποδημίας, ἵνα καὶ ἐκ τούτων καταγνῷς τῶν διαβαλλόντων ἡμᾶς μάτην.

4 Ἐξελθὼν ἀπὸ τῆς Ἀλεξανδρείας, οὐκ εἰς τὸ στρατόπεδον τοῦ ἀδελφοῦ σου, οὐδὲ πρὸς ἄλλους τινὰς ἢ μόνον εἰς τὴν Ῥώμην ἀνῆλθον. καὶ τῇ Ἐκκλησίᾳ τὰ κατ' ἐμαυτὸν παραθέμενος (τούτου γὰρ μόνου μοι φροντὶς ἦν), ἐσχόλαζον ταῖς συνάξεσι. Τῷ ἀδελφῷ σου οὐκ ἔγραψα, ἢ μόνον ὅτε οἱ περὶ Εὐσέβιον ἔγραψαν αὐτῷ κατ' ἐμοῦ, καὶ ἀνάγκην ἔσχον ἔτι ὢν ἐν τῇ Ἀλεξανδρείᾳ ἀπολογήσασθαι· καὶ ὅτε, πυκτία τῶν θείων Γραφῶν κελεύσαντος αὐτοῦ μοι κατασκευάσαι, ταῦτα ποιήσας ἀπέστειλα· χρὴ γὰρ ἀπολογούμενόν με ἀληθεύειν τῇ σῇ θεοσεβείᾳ. Τριῶν τοίνυν ἐτῶν παρελθόντων, τῷ ἐνιαυτῷ γράφει κελεύσας ἀπαντῆσαί με πρὸς αὐτόν· ἦν δὲ ἐν τῇ Μεδιολάνῳ. Ἐγὼ δέ, διερωτῶν τὴν αἰτίαν (οὐ γὰρ ἐγίνωσκον, μάρτυς ὁ Κύριος), ἔμαθον ὅτι ἐπίσκοποί τινες, ἀνελθόντες, ἠξίωσαν αὐτὸν γράψαι τῇ σῇ εὐσεβείᾳ ὥστε σύνοδον γενέσθαι. Πίστευε, βασιλεῦ, οὕτω γέγονε, καὶ οὐ ψεύδομαι. Κατελθὼν τοίνυν εἰς τὴν Μεδιόλανον, εἶδον πολλὴν φιλανθρωπίαν· κατηξίωσε γὰρ ἰδεῖν με, καὶ εἰπεῖν ὅτι ἔγραψε καὶ ἀπέστειλε πρὸς σὲ ἀξιῶν σύνοδον γενέσθαι. ∆ιάγοντα δέ με ἐν τῇ προειρημένῃ πόλει, μετεπέμψατο πάλιν εἰς τὰς Γαλλίας, ἐκεῖ γὰρ καὶ ὁ Πατὴρ Ὅσιος ἤρχετο, ἵνα ἐκεῖθεν εἰς τὴν Σαρδικὴν ὁδεύσωμεν. Μετὰ δὲ τὴν σύνοδον, ἐν τῇ Ναϊσσῷ μοι διάγοντι γράφει· καὶ ἀνελθὼν ἐν Ἀκυληΐᾳ λοιπὸν διέτριβον, ἔνθα με τὰ γράμματα τῆς σῆς θεοσεβείας κατέλαβον. Κἀκεῖθεν κληθεὶς πάλιν παρὰ τοῦ μακαρίτου, καὶ ἀνελθὼν εἰς τὰς Γαλλίας, οὕτως ἦλθον παρὰ τὴν σὴν εὐσέβειαν.

5 Ποῖον τοίνυν τόπον, ἢ τίνα χρόνον φησὶν ὁ κατήγορος, ἐν ᾧ τοιαῦτά με εἰρηκέναι διέβαλεν; ἢ τίνος παρόντος ἐμάνην φθέγξασθαι τοιαῦτα οἷα ὡς εἰπόντος μου κατεψεύσατο; ἢ τίς ἐστιν ὁ τούτῳ συνηγορῶν καὶ μαρτυρῶν; ἃ γὰρ εἶδον οἱ ὀφθαλμοὶ αὐτοῦ, ταῦτα καὶ λέγειν ὀφείλει, ὡς ἡ θεία Γραφὴ παρήγγειλεν. Οὐδένα μὲν οὖν οὗτος εὑρήσει μάρτυρα τῶν μὴ γενομένων· ἐγὼ δέ, ὅτι οὐ ψεύδομαι, μάρτυρα μετὰ τῆς ἀληθείας καὶ τὴν σὴν εὐσέβειαν ἔχω. Ἀξιῶ γάρ, γινώσκων σε