1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

3

μνημονικώτατον, ἀναμνησθῆναι τῶν λόγων ὧν ἀνέφερον τότε, ὅτε κατηξίωσας ἰδεῖν με· πρῶτον μὲν ἐν Βιμινακίῳ, δεύτερον δὲ ἐν Καισαρείᾳ τῆς Καππαδοκίας, καὶ τρίτον ἐν τῇ Ἀντιοχείᾳ· εἰ κἂν τῶν περὶ Εὐσέβιον τῶν με λυπησάντων κακῶς ἐμνημόνευσα παρὰ σοί, εἰ διέβαλλόν τινας τῶν ἀδικησάντων με. Εἰ δὲ μηδὲ καθ' ὧν ἔδει με λέγειν τούτους διέβαλον, ποίαν εἶχον μανίαν βασιλέα βασιλεῖ διαβάλλειν, καὶ ἀδελφὸν ἀδελφῷ συγκροῦσαι; Παρακαλῶ, ἢ παρόντα με ποίησον ἐλεγχθῆναι, ἢ κατάγνωθι τῶν διαβολῶν, καὶ μίμησαι τὸν ∆αυὶδ λέγοντα· «Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον, τοῦτον ἐξεδίωκον». Τὸ μὲν γὰρ ὅσον εἰς αὐτοὺς ἧκε, «στόμα καταψευσάμενον ἀνεῖλε ψυχήν». Ἡ δὲ σὴ μακροθυμία νενίκηκε, παρασχοῦσα παρρησίαν ἀπολογίας, ἵνα καὶ καταγνωσθῆναι δυνηθῶσιν ὡς φιλόνεικοι καὶ συκοφάνται. Περὶ μὲν οὖν τοῦ εὐσεβεστάτου σου ἀδελφοῦ τοῦ τῆς μακαρίας μνήμης ταῦτα· δύνασαι γὰρ κατὰ τὴν δοθεῖσάν σοι σοφίαν παρὰ Θεοῦ προλαμβάνειν τὰ πολλὰ ἐκ τῶν ὀλίγων τούτων, καὶ γινώσκειν τὴν πλασθεῖσαν κατηγορίαν.

6 Περὶ δὲ τῆς ἑτέρας διαβολῆς, εἰ ἔγραψα τῷ τυράννῳ (τοὔνομα γὰρ οὐδὲ λέγειν βούλομαι), παρακαλῶ, ὡς θέλεις καὶ δι' ὧν ἂν δοκιμάσῃς, ἐξέταζε καὶ ἀνάκρινε· ἡ γὰρ ὑπερβολὴ τῆς διαβολῆς ἐξίστησί με, καὶ εἰς πολλὴν ἀσάφειαν ἄγει. Καὶ πίστευε, θεοφιλέστατε βασιλεῦ, πολλάκις κατ' ἐμαυτὸν λογιζόμενος ἠπίστουν εἰ ἄρα τις ἐμάνη τοσοῦτον ὥστε καὶ τοιαῦτα ψεύσασθαι. Ἐπειδὴ δὲ παρὰ τῶν Ἀρειανῶν ἐθρυλεῖτο καὶ τοῦτο, καὶ ὡς αὐτοὶ δεδωκότες ἀντίγραφον ἐπιστολῆς ἐκαυχῶντο, ἐξιστάμην μειζόνως, καὶ ἀΰπνους νύκτας διατελῶν, ὡς πρὸς παρόντας τοὺς κατειπόντας ἐμαχόμην· καὶ κραυγὴν ἐξαπιναίως ἠφίειν μεγάλην, καὶ ηὐχόμην εὐθὺς στενάζων μετὰ δακρύων, εὑρεῖν τὰς σὰς ἀκοὰς εὐμενεῖς. Ἀλλὰ καὶ οὕτω τῇ χάριτι τοῦ Κυρίου ταύτας εὑρών, πάλιν ἀπορῶ ποίαν ἀρχὴν τῆς ἀπολογίας ποιήσομαι· ὁσάκις γὰρ ἂν ἐπιβάλωμαι λέγειν, ἐμποδίζομαι διὰ τὴν τοῦ πράγματος ἔκπληξιν. Ὅλως μὲν γὰρ περὶ τοῦ μακαρίτου σου ἀδελφοῦ πρόφασις ἦν πιθανὴ τοῖς συκοφάνταις, ὅτι τε κατηξιούμεθα βλέπειν αὐτὸν καὶ περὶ ἡμῶν ἠξίου τὴν σὴν ἀδελφικὴν διάθεσιν, καὶ παρόντας μὲν ἐτίμα πολλάκις, καὶ ἀπόντας δὲ μετεπέμπετο. Τὸν δὲ διάβολον Μαγνέντιον, μάρτυς ὁ Κύριος καὶ μάρτυς ὁ Χριστὸς αὐτοῦ, οὔτε γινώσκω οὔτε ὅλως ἠπιστάμην αὐτόν. Ποία τοίνυν συνήθεια τῷ μὴ γινωσκομένῳ πρὸς τὸν μὴ γινώσκοντα; ποία με πρόφασις εἷλκε γράψαι τῷ τοιούτῳ; Ποῖον προοίμιον τῆς ἐπιστολῆς ἔτασσον, γράφων αὐτῷ; Ὅτι· Τὸν τιμῶντά με, οὗ τῶν εὐεργεσιῶν οὐκ ἄν ποτε ἐπιλαθοίμην, τοῦτον φονεύσας καλῶς ἐποίησας; καὶ ἀποδέχομαί σε τοὺς γνωρίμους ἡμῶν Χριστιανοὺς καὶ πιστοτάτους ἄνδρας ἀνελόντα; καὶ θαυμάζομέν σε σφάξαντα τοὺς ἐν Ῥώμῃ γνησίως ἡμᾶς ὑποδεξαμένους, τὴν μακαρίαν σου θείαν τὴν ἀληθῶς Εὐτρόπον, καὶ Ἀβουτήριον τὸν γνήσιον ἐκεῖνον, καὶ Σπειράντιον τὸν πιστότατον, καὶ ἄλλους πολλοὺς καλούς;

7 Ἄρ' οὐχὶ καὶ τὸ μόνον ὑποπτεύειν περὶ τούτων τὸν κατήγορον ἐστὶ μανικόν; Τί γάρ με πάλιν θαρρεῖν ἔπειθεν αὐτῷ; Ποίαν αὐτοῦ διάθεσιν ἔβλεπον ἀσφαλῆ; Ὅτι τὸν ἴδιον δεσπότην ἀνεῖλε, καὶ περὶ τοὺς ἑαυτοῦ φίλους ἄπιστος γέγονε, καὶ ὅρκους μὲν παρέβη, εἰς δὲ τὸν Θεὸν ἠσέβησε φαρμακοὺς καὶ ἐπαοιδοὺς ἐπινοῶν κατὰ τῆς τοῦ Θεοῦ κρίσεως; Ποίῳ δὲ συνειδότι χαίρειν ἔλεγον τούτῳ, οὗ ἡ μανία καὶ ἡ ὠμότης οὐκ ἐμὲ μόνον, ἀλλὰ καὶ πᾶσαν τὴν καθ' ἡμᾶς οἰκουμένην ἐλύπησε; Μεγάλην γε χάριν καὶ πολλὴν ἐκ τούτων ὤφειλον τούτῳ, ὅτι ὁ μὲν μακαρίτης ἀδελφός σου τὰς ἐκκλησίας ἀναθημάτων ἐπλήρωσεν, οὗτος δὲ αὐτὸν ἀποστέλλοντα πεφόνευκε. Καὶ οὔτε ταῦτα βλέπων ὁ μιαρὸς ᾐδέσθη, οὔτε τὴν δοθεῖσαν χάριν τῷ μακαρίτῃ διὰ τοῦ βαπτίσματος πεφόβηται· ἀλλ' ὡς δαίμων τις ἀλάστωρ καὶ διαβολικὸς ἐμάνη κατ' αὐτοῦ. Τῷ μὲν οὖν μακαρίτῃ τοῦτο γέγονεν εἰς μαρτύριον· ἐκεῖνος δὲ λοιπὸν ὡς δέσμιος κατὰ τὸν Κάϊν στένων καὶ τρέμων