1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

8

δὲ παρὰ σοῦ μαθέτωσαν, φιλολόγος γὰρ εἶ, ὅτι καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ Ζοροβάβελ ὁ Σαλαθιὴλ ὁ σοφός, καὶ Ἔσδρας ὁ ἱερεὺς καὶ τοῦ νόμου γραμματεύς, τοῦ ἱεροῦ μετὰ τὴν αἰχμαλωσίαν οἰκοδομουμένου, καὶ ἐνστάσης τῆς Σκηνοπηγίας, ἑορτὴ δὲ ἦν αὕτη καὶ πανήγυρις καὶ εὐχὴ μεγάλη ἐν τῷ Ἰσραήλ, συνήγαγον τὸν λαὸν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον τοῦ πρώτου πυλῶνος τοῦ πρὸς τῇ ἀνατολῇ, καὶ τὸ θυσιαστήριον τοῦ Θεοῦ ἡτοίμασαν, κἀκεῖ προσήνεγκαν, κἀκεῖ τὴν ἑορτὴν ἐπετέλεσαν. Καὶ λοιπὸν οὕτως τὰς κατὰ Σάββατον καὶ νουμηνίαν προσέφερον θυσίας, καὶ οἱ λαοὶ τὰς εὐχὰς αὐτῶν ἀνέφερον. Καὶ φανερῶς φησιν ἡ Γραφὴ ὅτι ταῦτα ἐγίγνετο καὶ ὁ ναὸς τοῦ Θεοῦ οὔπω ᾠκοδόμητο· ἀλλὰ μᾶλλον τούτων οὕτως εὐχομένων ὁ οἶκος προέκοπτεν ὁ οἰκοδομούμενος· καὶ οὔτε διὰ τὴν προσδοκίαν τῶν ἐγκαινίων ἐκωλύθησαν αἱ εὐχαί, οὔτε διὰ τὰς γενομένας συνόδους τῶν εὐχῶν ἐμπεπόδισται τὰ ἐγκαίνια· ἀλλὰ καὶ ὁ λαὸς οὕτως ηὔχετο· καὶ ὅτε τετέλεστο πᾶς ὁ οἶκος, ἐποίησαν τὰ ἐγκαίνια, καὶ προσήνεγκαν εἰς τὸν ἐγκαινισμὸν καὶ πάντες ἑώρτασαν ἐπὶ τῇ τελεσιουργίᾳ. Τοῦτο δὲ πάλιν καὶ ὁ μακαρίτης Ἀλέξανδρος καὶ οἱ ἄλλοι Πατέρες πεποιήκασι· συναγαγόντες γὰρ καὶ τελειώσαντες τὸ ἔργον, ηὐχαρίστησαν τῷ Κυρίῳ, ἐγκαίνια ἐπιτελέσαντες. Τοῦτο καὶ σὲ ποιεῖν πρέπει, φιλομαθέστατε βασιλεῦ· ἕτοιμος γὰρ ὁ τόπος προαγνισθεὶς ταῖς προγενομέναις εὐχαῖς ζητῶν παρουσίαν τῆς σῆς εὐσεβείας· τοῦτο γὰρ αὐτῷ λείπει πρὸς τὸν τέλειον κόσμον. Τοῦτο μὲν οὖν πληρώσειας, καὶ τὴν εὐχὴν ἀποδοίης τῷ Κυρίῳ, ᾧ καὶ τὸν οἶκον πεποίηκας· τοῦτο γὰρ πάντων ἐστὶν εὐχή.

19 ∆ὸς δὴ καὶ τὴν ἄλλην ἴδωμεν διαβολήν, καὶ συγχώρησον ἀπολογήσασθαι καὶ περὶ αὐτῆς. Τετολμήκασι γὰρ καὶ τοῦτο διαβάλλειν, ὡς ἀντιστάντος ἐμοῦ τοῖς σοῖς προστάγμασιν, ὥστε μὴ ἐξελθεῖν τὴν ἐκκλησίαν. Ἐκείνους μὲν οὖν θαυμάζω μὴ ἀποκάμνοντας ταῖς συκοφαντίαις· ἐγὼ δὲ ὅμως οὐδὲ οὕτως ἀποκάμνω, χαίρω δὲ μᾶλλον ἀπολογούμενος. Ὅσῳ γὰρ ἀπολογίαι πολλαὶ τοσούτῳ καὶ πλέον ἐκεῖνοι δύνανται καταγινώσκεσθαι. Οὐκ ἀντέστην προστάγματι τῆς σῆς εὐσεβείας, μὴ γένοιτο· οὐ γὰρ τηλικοῦτος ἤμην, ἵνα καὶ λογιστῇ πόλεως ἀντιστῶ, μήτιγε τηλικούτῳ βασιλεῖ, καὶ περὶ τούτου οὐ τοσούτων δεῖ τῶν παρ' ἐμοῦ λόγων· πᾶσα γὰρ ἡ πόλις μοι μαρτυρεῖ. Συγχώρησον δὲ ὅμως καὶ τοῦτο πάλιν ἐξ ἀρχῆς διηγήσασθαι τὸ πρᾶγμα· καὶ γὰρ ἀκούσας, θαυμάσεις, εὖ οἶδ' ὅτι, τῶν ἐχθρῶν τὴν εὐχέρειαν. Μοντάνος ὁ Παλατινὸς ἦλθε κομίζων ἐπιστολὴν, ὡς ἐμοῦ γράψαντος, ἵνα εἰς τὴν Ἰταλίαν ἔλθω καὶ ἃ νομίζω λείπειν τοῖς ἐκκλησιαστικοῖς ταῦτα πληρωθῆναι δυνηθῇ. Τῇ μὲν οὖν σῇ εὐσεβείᾳ χάρις, ὅτι κατηξίωσεν, ὡς ἐμοῦ γράψαντος, ἐπινεῦσαι, καὶ τῆς ὁδοῦ πρόνοιαν πεποίηκεν ὑπὲρ τοῦ ταύτην ἐλθεῖν καὶ ἀκμητὶ διανῦσαί με· τοὺς δὲ ψευσαμένους τὰς σὰς ἀκοὰς τεθαύμακα πάλιν μὴ φοβηθέντας, ὅτι τὸ ψεῦδος ἴδιόν ἐστι τοῦ διαβόλου, καὶ οἱ ψευδόμενοι ἀλλότριοί εἰσι τοῦ λέγοντος· «Ἐγώ εἰμι ἡ ἀλήθεια». Οὐ γὰρ ἔγραψα οὐδὲ τοιαύτην ἐπιστολὴν εὑρεῖν ὁ κατήγορος δυνήσεται. Εἰ καὶ ἔδει με γράφειν καθημέραν, ἵνα τὴν ἀγαθήν σου πρόσοψιν θεωρῶ· ἀλλ' οὔτε τὰς Ἐκκλησίας καταλιμπάνειν ὅσιον οὐδὲ δι' ὄχλου τῇ σῇ εὐσεβείᾳ γίνεσθαι δίκαιον ἦν· μάλιστα ὅτι καὶ ἀπόντων ἡμῶν ἐπινεύεις ταῖς ἐκκλησιαστικαῖς ἀξιώσεσιν. Ἃ μὲν οὖν ἐκέλευσε Μοντάνος, κέλευσον ἀναγνῶναί με· ἔστι γὰρ ταῦτα ...

20 Πόθεν δὲ ἆρα καὶ ταύτην τὴν ἐπιστολὴν εὗρον οἱ κατειρηκότες; ἐβουλόμην παρ' αὐτῶν ἀκοῦσαι, τίς αὐτοῖς καὶ ταύτην ἐπιδέδωκε. Ποίησον αὐτοὺς ἀποκρίνασθαι. ∆υνήσῃ γὰρ ἐκ τούτου μαθεῖν ὅτι καὶ ταύτην ἔπλασαν, ὥσπερ κἀκείνην ἐθρύλησαν περὶ τοῦ δυσωνύμου Μαγνεντίου. Καταγνωσθέντες δὲ καὶ περὶ ταύτης, εἰς ποίαν ἆρα μετὰ ταῦτα πάλιν ἕλκουσιν ἡμᾶς ἀπολογίαν; Τοῦτο γὰρ μεμελετήκασι, καὶ ταύτην ἔχουσιν, ὡς ὁρῶ, σπουδὴν πάντα κινεῖν καὶ θορυβεῖν.