1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

5

ἔχειν; τοῦτο γὰρ ἀπέκαμον οἱ Ἀρειανοὶ θρυλοῦντες. Πρῶτον μὲν οὖν κἂν τὰ γράμματα τοῖς ἡμετέροις ὅμοια δεικνύῃ, οὔπω τὸ ἀσφαλὲς ἔχει· πλαστογράφοι γὰρ εἰσὶν οἵτινες καὶ τὰς ὑμῶν τῶν βασιλέων χεῖρας πολλάκις ἐμιμήσαντο· καὶ οὐχ ἡ μίμησις παρέχει τοῖς γράμμασι τὸ κῦρος, ἐὰν μὴ καὶ οἱ τὰ τοιαῦτα γράφειν εἰωθότες μαρτυρῶσι ταῖς ἐπιστολαῖς. Τοῦτο τοίνυν καὶ τοὺς διαβαλόντας πάλιν ἐρωτῆσαι βούλομαι, τίς ὁ παρασχὼν ταῦτά ποτε, καὶ πόθεν εὑρέθη ταῦτα· καὶ γὰρ κἀγὼ τοὺς γράφοντας εἶχον, κἀκεῖνος πάλιν τοὺς λαμβάνοντας παρὰ τῶν κομιζόντων καὶ ἐπιδιδόντας αὐτῷ. Οἱ μὲν οὖν ἡμέτεροι πάρεισι· καταξίωσον δὲ κἀκείνους καλέσαι· ζῇν γὰρ πάντως ἔξεστιν αὐτούς· καὶ μάθε περὶ τούτων τῶν γραμμάτων, ἐξέτασον ὡς ἀληθείας σοι συμπαρούσης. αὕτη γὰρ βασιλέων, καὶ μάλιστα χριστιανῶν, ἐστὶ φυλακτήριον· μετὰ ταύτης βασιλεύειν ὑμᾶς ἐστιν ἀσφαλὲς λεγούσης τῆς θείας Γραφῆς· «Ἐλεημοσύνη καὶ ἀλήθεια φυλακὴ βασιλεῖ, καὶ περικυκλώσει ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ». Ταύτην προβαλὼν Ζοροβάβελ ὁ σοφὸς νενίκηκε· καὶ πᾶς ὁ λαὸς ἐφώνησε· «Μεγάλη ἡ ἀλήθεια καὶ ὑπερισχύει».

12 Εἰ μὲν οὖν παρ' ἄλλοις ἤμην διαβληθείς, τὴν σὴν εὐσέβειαν ἐπεκαλούμην ὡς ὁ Ἀπόστολος ἐπεκαλέσατο τότε τὸν Καίσαρα καὶ πέπαυται τῶν ἐχθρῶν ἡ κατ' αὐτοῦ ἐπιβουλή· ἐπειδὴ δὲ παρὰ σοὶ τετολμήκασι κατειπεῖν, τίνα ἀπὸ σοῦ ἐπικαλέσομαι; -τὸν Πατέρα τοῦ λέγοντος, «Ἐγώ εἰμι ἡ ἀλήθεια», ἵνα σου τὴν καρδίαν εἰς εὐμένειαν κλίνῃ. ∆έσποτα παντοκράτορ, βασιλεῦ τῶν αἰώνων, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, σὺ διὰ τοῦ σοῦ Λόγου τὴν βασιλείαν ταύτην τῷ σῷ θεράποντι Κωνσταντίῳ δέδωκας· σὺ λάμψον εἰς τὴν καρδίαν αὐτοῦ, ἵνα, γνοὺς τὴν καθ' ἡμῶν συκοφαντίαν, εὐμενῶς μὲν αὐτὸς δέξηται τὴν ἀπολογίαν, πάντας δὲ ποιήσῃ γνῶναι ὅτι αἱ ἀκοαὶ αὐτοῦ ἠσφαλίσθησαν ἐν ἀληθείᾳ, καὶ κατὰ τὸ γεγραμμένον· «Μόνα βασιλεῖ δεκτὰ χείλη δίκαιά ἐστιν». Οὕτω γὰρ καὶ κατορθοῦσθαι τὸν θρόνον τῆς βασιλείας διὰ Σολομῶντος λεχθῆναι πεποίηκας. Οὐκοῦν ὅλως ἐρώτησον, μαθέτωσαν οἱ κατειρηκότες ὅτι σοι μέλει περὶ τῆς ἀληθείας μαθεῖν. Καὶ εἰ μὴ τῷ χρώματι τοῦ προσώπου δείξουσι τὴν συκοφαντίαν· τοῦτο γὰρ τοῦ συνειδότος ἔλεγχός ἐστι, καὶ γέγραπται· «Καρδίας εὐφραινομένης πρόσωπον θάλλει· ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει». Οὕτω τοὺς μὲν ἐπιβουλεύσαντας τῷ Ἰωσὴφ ἡ συνείδησις ἤλεγξε· τοῦ δὲ Λάβαν ἡ κατὰ τοῦ Ἰακὼβ πονηρία ἐκ τοῦ προσώπου δέδεικται. Ὁρᾷς γοῦν ἐκείνων μὲν τὴν ὑποψίαν, φευγόντων καὶ κρυπτομένων, ἡμῶν δὲ τὴν ἐλευθερίαν ἀπολογουμένων. Οὐ γὰρ περὶ κτημάτων νῦν ἡ κρίσις, ἀλλὰ περὶ δόξης τῆς Ἐκκλησίας. Ὁ λίθῳ κρουόμενος ζητεῖ τὸν ἰατρόν· τῶν δὲ λίθων ὀξύτερα τὰ ἐκ τῆς διαβολῆς ἐστι πλήγματα· «Ῥόπαλόν ἐστιν ἡ διαβολή, καὶ μάχαιρα, καὶ τόξευμα ἀκιδωτὸν», ὡς εἶπε Σολομών· καὶ ταῦτα μόνη ἡ ἀλήθεια ἰᾶσθαι δύναται· ταύτης δὲ παρορωμένης, αὐξάνει δεινότερον τὰ τραύματα.

13 ∆ιὰ ταῦτα πάντα τὰ πανταχοῦ τῶν Ἐκκλησιῶν τετάρακται. Καὶ προφάσεις μὲν ἐπενόησαν, ἐπίσκοποι δὲ τηλικοῦτοι καὶ πολυετεῖς ἐξωρίσθησαν, διὰ τὴν πρὸς ἐμὲ κοινωνίαν. Καὶ εἰ μὲν μέχρι τοσούτου τοῦτο ἐγίγνετο, προσδοκία τις ἦν ἀγαθή· φιλάνθρωπος γὰρ εἶ· ἵνα δὲ μὴ καὶ μετὰ ταῦτα διαβῇ τὸ κακόν, κρατείτω ἡ ἀλήθεια παρὰ σοί· καὶ μὴ ἀφῇς ὑπόνοιαν κατὰ πάσης Ἐκκλησίας γενέσθαι, ὡς τοιαῦτα βουλευομένων καὶ γραφόντων τῶν Χριστιανῶν, καὶ μάλιστα τῶν ἐπισκόπων. Ἢ εἰ μὴ βούλει ἀνακρίνειν, δίκαιον καὶ ἡμᾶς πιστεύεσθαι μᾶλλον ἀπολογουμένους ἢ τοὺς διαβάλλοντας. Οὗτοι μὲν γὰρ ὡς ἐχθροὶ πονηρεύονται, ἡμεῖς δὲ ἀγωνιῶντες τὰς ἀποδείξεις παρέχομεν. ∆ιὸ καὶ θαυμάζω πῶς ἡμεῖς μὲν μετ' εὐλαβείας φθεγγόμεθα, ἐκεῖνοι δὲ τοσαύτην ἔσχον ἀναισχυντίαν, ὡς καὶ ψεύσασθαι βασιλεῖ. Ἀλλ' ἐξέτασον διὰ τὴν ἀλήθειαν, καὶ ὥσπερ γέγραπται, «ἐρευνῶν ἐρεύνησον» παρόντων ἡμῶν, πόθεν ταῦτα λέγουσιν, ἢ πόθεν ηὑρέθη τὰ γράμματα. Ἀλλ' οὔτε τῶν ἡμετέρων τις