1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

14

καὶ ἀληθοῦς ἐξέτασιν. Τῆς αὐτῆς τοίνυν προνοίας ἀξιοῦντες ὑμᾶς, καὶ τῶν ἴσων Ῥωμαίοις μεταδιδόντες, ἕν τι μετ' αὐτῶν κρατεῖν δόγμα ἐν ταῖς Ἐκκλησίαις κελεύομεν. Οὐκοῦν Φρουμέντιον τὸν ἐπίσκοπον ἐκπέμπετε τὴν ταχίστην εἰς Αἴγυπτον παρὰ τὸν σεμνότατον Γεώργιον τὸν ἐπίσκοπον καὶ τοὺς ἄλλους τοὺς κατ' Αἴγυπτον, οἳ τοῦ χειροτονεῖν καὶ κρίνειν τὰ τοιαῦτα κύριοι μᾶλλόν εἰσιν. Ἴστε γὰρ δήπου καὶ μέμνησθε, εἰ μὴ λίαν τὰ παρὰ πᾶσιν ὁμολογούμενα μόνοι ἀγνοεῖν προσποιεῖσθε, ὅτι τὸν Φρουμέντιον τοῦτον εἰς ταύτην τὴν τάξιν τοῦ βίου κατέστησεν Ἀθανάσιος, μυρίοις ἔνοχος ὢν κακοῖς· ὃς οὐδὲν τῶν ἐπιφερομένων ἐγκλημάτων αὐτῷ δικαίως ἔσχεν ἐπιλύσασθαι, αὐτίκα τῆς μὲν καθέδρας ἐκπέπτωκε, καὶ τοῦ βίου τοῦ πάντη διαμαρτὼν ἀλᾶται, ἀπ' ἄλλης εἰς ἄλλην γῆν μετανιστάμενος, ὥσπερ ἐκ τούτου τὸ κακὸς εἶναι διαφευξόμενος. Εἰ μὲν οὖν ἑτοίμως ὑπακούσειεν ὁ Φρουμέντιος, εὐθύνας τῆς ὅλης καταστάσεως δώσων, δῆλος ἔσται παρὰ πάντων τῷ τῆς Ἐκκλησίας νόμῳ καὶ τῇ κρατούσῃ πίστει κατ' οὐδὲν διαφωνῶν· κριθείς τε καὶ δοὺς πεῖραν ἑαυτοῦ τοῦ παντὸς βίου, καὶ λόγον τούτου παρασχόμενος παρὰ τῶν τὰ τοιαῦτα κρινόντων. Καὶ καταστήσεται παρ' αὐτῶν εἰ μέλλοι τῷ ὄντι κατὰ τὸ δίκαιον ἐπίσκοπος εἶναι δοκεῖν. Εἰ δὲ ἀναβάλοιτο καὶ φύγοι τὴν κρίσιν, εὔδηλον δήπουθεν ὅτι τοῖς Ἀθανασίου τοῦ πονηροτάτου λόγοις ἠγμένος δυσσεβεῖ περὶ τὸ θεῖον, οὕτω προῃρημένος ὡς ἐκεῖνος ἀπεδείχθη πονηρὸς ὤν. Καὶ δέος μή, διαβὰς εἰς Αὔξουμιν, διαφθείρῃ τοὺς παρ' ὑμῖν, λόγους ἐναγεῖς καὶ δυσσεβεῖς παρεχόμενος, μὴ μόνον τὰς Ἐκκλησίας συγχέων καὶ θορυβῶν καὶ βλασφημῶν εἰς τὸν Κρείττονα ἀλλὰ καὶ τοῖς κατὰ τὸ ἔθνος ἐκ τούτων ἀνατροπὴν καὶ ἀνάστασιν παντελῆ προξενῶν. Ἴσμεν δὲ ὅτι, προσμαθών τι καὶ μέγα καὶ κοινὸν ὄφελος ἐκ τῆς τοῦ σεμνοτάτου Γεωργίου συνουσίας ἀπονάμενος, καὶ τῶν λοιπῶν, ὅσοι παιδεύειν τὰ τοιαῦτα ἄκρως ἴσασι, τὴν αὐτὴν ἐπανήξει, πάντα τὰ τῶν ἐκκλησιαστικῶν εἰς ἄκρον ἠκριβωκώς. Ὁ Θεὸς ὑμᾶς διαφυλάττοι, ἀδελφοὶ τιμιώτατοι.

32 Ταῦτα ἀκούων ἐγὼ καὶ σχεδὸν βλέπων ἀφ' ὧν οἱ ἀπαγγέλλοντες ὠδύροντο, ὁμολογῶ, πάλιν εἰς τὴν ἔρημον ὑπέστρεψα, τοῦτο λογισάμενος ὅπερ καὶ ἡ σὴ θεοσέβεια συνορᾷ· ὅτι, εἰ ζητούμεθα, ἵνα εὑρεθέντες παραπεμφθῶμεν πρὸς τοὺς ἐπάρχους, κώλυσίς ἐστι τοῦ μὴ παρὰ τὴν σὴν φιλανθρωπίαν ἐλθεῖν. Καὶ εἰ οἱ μὴ θελήσαντες ὑπογράψαι καθ' ἡμῶν, τοιαῦτα καὶ τοσαῦτα πεπόνθασιν, οἵ τε μὴ θέλοντες τῶν λαϊκῶν κοινωνεῖν τοῖς Ἀρειανοῖς ἐκελεύσθησαν ἀποθνῄσκειν· οὐκ ἀμφίβολον, ὅτι πάντως ἐπινοηθήσονται παρὰ τῶν συκοφαντῶν καινότεροι καὶ μυρίοι θάνατοι κατ' ἐμοῦ· καὶ μετὰ θάνατον κινήσουσι λοιπὸν οἷς βούλονται καὶ ἃ βούλονται πράγματα οἱ ἐχθροί, ψευδόμενοι καθ' ἡμῶν μειζόνως, ὡς μηκέτι ἔχοντες τοὺς ἐλέγχοντας αὐτούς. Οὐ γὰρ τὴν σὴν εὐσέβειαν δεδιὼς ἔφευγον (οἶδα γάρ σου τὴν ἀνεξικακίαν καὶ τὴν φιλανθρωπίαν), ἀλλ' ὁρῶν ἐκ τῶν γινομένων τὸν θυμὸν τῶν ἐχθρῶν, καὶ λογιζόμενος ὅτι φοβούμενοι μήποτε ἐλεγχθῶσιν ἐφ' οἷς ἔπραξαν παρὰ γνώμην τῆς σῆς καλοκἀγαθίας, πάντα πράξουσιν ὥστε καὶ ἀποκτεῖναι. Ἰδοὺ γὰρ ἡ μὲν σὴ φιλανθρωπία μόνον ἔξω τῶν πόλεων καὶ τῆς ἐπαρχίας προσέταξεν ἐκβάλλεσθαι τοὺς ἐπισκόπους· οἱ δὲ θαυμαστοὶ πλέον τι τῆς σῆς προστάξεως τολμῶντες, ὑπὲρ τρεῖς ἐπαρχίας εἰς ἐρήμους καὶ ἀήθεις καὶ φοβεροὺς τόπους ἐξώρισαν γέροντας ἀνθρώπους καὶ πολυετεῖς ἐπισκόπους. Οἱ μὲν γὰρ ἀπὸ τῆς Λιβύης εἰς τὴν μεγάλην Ὄασιν, οἱ δὲ ἀπὸ τῆς Θηβαΐδος εἰς τὴν Ἀμμωνιακὴν τῆς Λιβύης ἀπεστάλησαν. Καὶ οὐ δεδιὼς πάλιν ἀποθανεῖν, ἔφυγον· μὴ δειλίας μου τίς αὐτῶν καταγινωσκέτω· ἀλλ' ὅτι καὶ τοῦ Σωτῆρός ἐστι παράγγελμα, διωκομένους μὲν ἡμᾶς φεύγειν, ζητουμένους δὲ κρύπτεσθαι, καὶ μὴ εἰς προὖπτον κίνδυνον ἑαυτοὺς ἐκδιδόναι, μηδὲ φαινομένους πλέον ἐκκαίειν τὸν θυμὸν τῶν διωκόντων. Ἴσον γάρ ἐστι τὸ φονεύειν ἑαυτὸν καὶ διδόναι πάλιν ἑαυτὸν τοῖς ἐχθροῖς εἰς τὸ φονεύειν. Τὸ