1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

15

δὲ φεύγειν, ὡς παρήγγειλεν ὁ Σωτήρ, γινώσκειν ἐστὶ τὸν καιρὸν καὶ ἀληθῶς κήδεσθαι τῶν διωκόντων, ἵνα μὴ καὶ μέχρις αἵματος φθάσαντες ὑπεύθυνοι γένωνται τῷ «Μὴ φονεύσῃς»· καὶ τὰ μάλιστα καὶ τὸ παθεῖν οἱ ἡμᾶς διαβάλλοντες βούλονται. Ἃ γὰρ καὶ νῦν πάλιν πεποιήκασι, δείκνυσιν αὐτῶν ταύτην εἶναι τὴν σπουδὴν καὶ μιαιφόνον τὴν προαίρεσιν. Ἀκούσας δέ, εὖ οἶδ' ὅτι, θεοφιλέστατε Αὔγουστε, θαυμάσεις· καὶ γὰρ ἄξιον ἀληθῶς ἐκπλήξεως τὸ τόλμημα. Ἡλίκον δ' ἐστὶ τοῦτο, ἄκουσον ἐν βραχεῖ λόγῳ.

33 Ὁ τοῦ Θεοῦ Υἱὸς ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστός, ἄνθρωπος γενόμενος δι' ἡμᾶς, καὶ καταργήσας τὸν θάνατον, ἐλευθερώσας τε τὸ γένος ἡμῶν ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, ἐχαρίσατο πρὸς τοῖς ἄλλοις πᾶσι καὶ εἰκόνα τῆς τῶν ἀγγέλων ἁγιότητος ἔχειν ἡμᾶς ἐπὶ γῆς τὴν παρθενίαν. Τὰς γοῦν ταύτην ἐχούσας τὴν ἀρετὴν νύμφας τοῦ Χριστοῦ καλεῖν εἴωθεν ἡ καθολικὴ Ἐκκλησία. Ταύτας καὶ Ἕλληνες ὁρῶντες ὡς ναὸν οὔσας τοῦ Λόγου θαυμάζουσι· παρ' οὐδενὶ γὰρ ἀληθῶς τοῦτο τὸ σεμνὸν καὶ οὐράνιον ἐπάγγελμα κατορθοῦται ἢ παρὰ μόνοις ἡμῖν τοῖς Χριστιανοῖς. Μάλιστα γὰρ καὶ τοῦτο μέγα τεκμήριόν ἐστι τοῦ παρ' ἡμῖν εἶναι τὴν ὄντως καὶ ἀληθῆ θεοσέβειαν. Ταύτας καὶ πρὸ τῶν ἄλλων καὶ ὁ τῆς μακαρίας μνήμης ὁ εὐσεβέστατός σου πατὴρ Κωνσταντῖνος ὁ Αὔγουστος ἐτίμα· ταύτας καὶ ἡ σὴ εὐσέβεια γράφουσα πολλάκις τιμίας καὶ ἁγίας ὠνόμασεν. Ἀλλὰ νῦν οἱ θαυμαστοὶ Ἀρειανοὶ οἱ καὶ ἡμᾶς διαβάλλοντες, δι' οὓς καὶ πλεῖστοι τῶν ἐπισκόπων ἐπεβουλεύθησαν, ὑπουργοὺς ἔχοντες καὶ ὑπακούοντας αὐτοὺς τοὺς δικαστάς, ταύτας γυμνώσαντες, ἐποίησαν ἐπὶ τῶν καλουμένων ἑρμηταρίων κρεμασθῆναι, καὶ τοσοῦτον αὐτῶν τρίτον ἔξεσαν τὰς πλευρὰς, ὅσον οὐδὲ οἱ ἀληθῶς κακοῦργοι πώποτε πεπόνθασι. Πιλᾶτος μὲν οὖν, καθηκεύων τοῖς τότε Ἰουδαίοις, λόγχῃ μίαν πλευρὰν τοῦ Σωτῆρος ἔνυξεν· οὗτοι δὲ καὶ τὴν μανίαν Πιλάτου νενικήκασιν, ὅτι μὴ μίαν ἀλλ' ἀμφοτέρας ἔξεσαν· τὰ γὰρ μέλη τῶν παρθένων ἐξαιρέτως ἴδια τοῦ Σωτῆρός ἐστι. Πάντες μὲν οὖν, καὶ μόνον ἀπαγγελλόντων τινῶν, φρίττουσιν ἐπὶ τῇ τοιαύτῃ ἀκοῇ· μόνοι δὲ οὗτοι οὐ μόνον οὐκ ἐφοβήθησαν γυμνοῦντες καὶ ξέοντες ἄχραντα μέλη, ἃ μόνῳ τῷ Σωτῆρι ἡμῶν τῷ Χριστῷ ἀνατεθείκασιν αἱ παρθένοι, ἀλλὰ καὶ τό γε χείριστον, ὀνειδιζόμενοι παρὰ πάντων διὰ τὴν τοσαύτην ὠμότητα, ἀντὶ τοῦ ἐρυθριᾷν προφασίζονται τοῦτο πρόσταγμα τῆς σῆς εὐσεβείας εἶναι· οὕτως εἰσὶ πρὸς πάντα τολμηροὶ καὶ τὴν προαίρεσιν πονηροί. Οὐδὲ γὰρ οὐδὲ ἐν τοῖς γενομένοις διωγμοῖς τοιοῦτον ἠκούσθη πραχθέν. Εἰ δὲ καὶ ἐγεγόνει ποτὲ τοιοῦτον, ἀλλ' οὐκ ἔπρεπεν ἐπὶ σοῦ χριστιανοῦ ὄντος οὔτε τὴν παρθενίαν τοσαύτην ὕβριν καὶ ἀτιμίαν παθεῖν, οὔτε τούτους τὴν ἑαυτῶν ὠμότητα εἰς τὴν σὴν εὐσέβειαν ἐπιρρίπτειν· μόνοις γὰρ αἱρετικοῖς οἰκεῖον τὸ τοιοῦτον κακὸν ἀσεβεῖν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ πλημμελεῖν κατὰ τῶν ἁγίων αὐτοῦ παρθένων.

34 Τοιούτων δὲ πάλιν καὶ τοσούτων γενομένων παρὰ τῶν Ἀρειανῶν, οὐκ ἐσφάλην ἄρα πεισθεὶς τῇ θείᾳ Γραφῇ λεγούσῃ· «Ἀλλ' ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως παρέλθῃ ἡ ὀργὴ Κυρίου». Καὶ αὕτη γάρ μοι πάλιν πρόφασις γέγονε τῆς ἀναχωρήσεως, θεοφιλέστατε Αὔγουστε, καὶ οὐ παρῃτησάμην οὔτε εἰς τὴν ἔρημον ἀπελθεῖν, οὔτε, εἰ ἀνάγκη γένοιτο, διὰ σαργάνης ἀπὸ τείχους χαλασθῆναι. Πάντα γὰρ ὑπέμεινα, καὶ θηρίοις συνῴκησα, καὶ ὑμᾶς περιελθεῖν, ἐκδεχόμενος τούτων τῶν λόγων καιρόν, καὶ θαρρῶν ὅτι οἱ μὲν διαβάλλοντες καταγνωσθήσονται, ἡ δὲ σὴ φιλανθρωπία δειχθήσεται. Ὦ μακάριε καὶ θεοφιλέστατε Αὔγουστε, τί ἐβούλου; ἐλθεῖν με φλεγμαινόντων καὶ ζητούντων ἀποκτεῖναι τῶν συκοφαντούντων ἡμᾶς, ἢ κατὰ τὸ γεγραμμένον, ἀποκρυβῆναι μικρόν, ἵνα ἐν τῷ τοσούτῳ διαστήματι οἱ μὲν συκοφάνται καταγνωσθῶσιν αἱρετικοί, ἡ δὲ σὴ φιλανθρωπία δειχθήσεται; Τί δέ, ὦ βασιλεῦ, ἐβούλου με ὀφθῆναι τοῖς σοῖς δικασταῖς, ἵνα, εἰ καὶ σὺ μέχρι μόνης ἀπειλῆς