Fragmenta in epistulam I ad 1Kor inthios (in catenis) 544 1Kor 1,1-3 Μὴ γὰρ νομίσητε ὅτι ἐμαυτῷ περιποιούμενος τὸ τῆς διδασκαλίας ἀξίωμα, ὑμᾶς μέλλω κ

 τί γάρ ἐστι σοφώτερον ἢ εἰς γνῶσιν ἄμεινον καὶ λαμπρότερον τοῦ μαθεῖν καὶ διδάξαι ὅτι σταυρῷ καὶ θανάτῳ κατήργηται θάνατος, καὶ τὸ ἡμέτερον τῶν ἀνθρώπ

 πνευματικὸς οὐ δεῖται ἀνακρίσεως, ἀλλ' αὐτὸς πνευματικῶς καὶ θεοσόφως ἅπαντα δοκιμάζων καὶ κρίνων, τελειοῦται τῇ γνώσει τοῦ πνεύματος. διὸ ὑπ' οὐδενὸς

 ἀνθρώπων μάταιοί εἰσιν καὶ οἱ σοφοὶ ἐν τῇ πανουργίᾳ αὐτῶν μᾶλλον ἁλίσκονται ἤπερ τι κέρδος ἐξ αὐτῆς ἔχουσιν, δῆλον ὅτι οὔτε σοφία ἀνθρωπίνη οὔτε λογισ

 ὧν μὲν καθήψατο, τούτους εἰς ἀπόγνωσιν ἐμβάλλῃ, ἢ εἰς ὀργὴν καὶ φιλονεικίαν μείζονα ἀνάψῃ, ὧν δ' ἐπὶ τοῖς ἐλέγχοις οὐκ ἐμνήσθη, τούτους δὲ ἄρα διὰ τοῦ

 5,9-11 Ἔγραψα ὑμῖν. ποῦ ἔγραψεν; ἐν οἷς λέγει· καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τοιοῦτος, οὐχὶ ὁ δεῖνα ἢ ὁ δεῖνα, ἀλλ' ὅστις ἂν

 ἀσθενές ἐστι καὶ ἀδύνατον εἰς τὸ διαλύειν τὰς δίκας ὑμῖν καὶ τὰς φιλονεικίας, ἀλλ' οὖν εἰ καὶ ἀσθενεῖς καθ' ὑμᾶς καὶ ἐξουθενημένοι ὦσιν οἱ πιστοὶ καὶ

 πνεῦμά ἐστιν. μονοειδής ἐστιν ὅλος, γίνεται πνευματικὸς τῇ πρὸς τὸν κύριον ἑνώσει, οὐκ ἐπισύρεται τὰ σαρκικὰ πάθη, οὐδὲ σχίζεται εἰς διπλόην τινὰ θεῷ

 ἔταξε καὶ ἐμέρισε κατὰ τὸ ἑκάστῳ συμφέρον, οὐκ ὀφείλει ὁ πιστὸς ἀπίστῳ συναφθεὶς δυσφορεῖν ἢ ἀγωνιᾶν καὶ λύσιν ἐπιζητεῖν, ἀλλὰ καθὼς ἐκλήθη ἕκαστος, τ

 σύνταξις. 1Kor 7,34 Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος, τοῦτ' ἔστι πολλή ἐστιν ἡ ἀναμεταξὺ αὐτῶν παραλλαγὴ καὶ διαφορά. καὶ ἐπάγει λοιπὸν τὰς διαφορ

 ἀλλ' ἐφ' ᾧ ἐλπίδα ἔχειν μετὰ ταύτην τὴν πρόσκαιρον καὶ βραχείαν ἀπόλαυσιν καὶ τῶν αἰωνίων καὶ ὑπερφυῶν τυχεῖν ἀγαθῶν. τοῦτο γὰρ δηλοῖ τὸ καὶ ὁ ἀλοῶν τ

 διασκεδάζει καὶ παύει αὐτόν, ὥστε καὶ ὑμᾶς δύνασθαι διὰ τὸ ὀλίγον χρόνον ἐνοχλεῖν ὑμᾶς ὑπενεγκεῖν αὐτόν· ἢ ὅτι σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἐπὶ τῇ

 τότε εὐχαρίστως ἐσθίειν ὡς τοῦ κυρίου παρασχόντος ἡμῖν εἰς βρῶσιν ταῦτα, καὶ νῦν εἰκότως μὴ ἐσθίειν ὡς φυλαττομένους σκανδαλίζειν τοὺς τοῦ κυρίου δούλ

 ἐφ' οἷς ἐπαινεῖσθαι αὐτοῖς ἐνῆν, ἀντὶ τούτου παραγγελίας καὶ τὸ μὴ ἐπαινεῖσθαι ἑαυτοῖς ἐπεσπάσαντο. διὰ τί δὲ οὐκ ἐπαινεῖ τὸ συνέρχεσθαι; ὅτι οὐκ ἐπὶ

 νοήματος καὶ εἰπών· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστι θεός, ἐπισυνάπτει λέγων· ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμ

 ἀλλὰ καὶ ἄθλιοι παντελῶς, ὡς ἐκεῖνοι οἱ λέγοντες· κύριε, οὐ τῷ σῷ ὀνόματι τάδε καὶ τάδε ἐποιήσαμεν; οἷς ἀπεῖπεν ὁ δεσπότης μήτε εἰδέναι αὐτούς ποτε οὐ

 γινώσκομεν. ἀντὶ ἐκ μέρους γάρ· αἰτία γάρ ἐστι τοῦ διὰ τί μέλλουσι καταργηθῆναι καὶ παύσασθαι. Ὅτε ἤμην νήπιος. νηπιότητι γὰρ ἔοικεν ἡ παροῦσα γνῶσις

 ἐκεῖνος ἐμοὶ βάρβαρος. εἰ δὲ ὡς ὕστερον ἐρρήθη ἐκληψόμεθα, τό τε ἄφωνον ἀντὶ τοῦ ἄσημον ἐκληψόμεθα, καὶ ὁ νοῦς τοιοῦτος· πολλὰ γένη φωνῶν ἐστὶν ἐν κόσ

 εὐχαριστεῖς ἢ ἄλλο τι λαλεῖς, ὁ δὲ ἀκροατὴς οὐδὲν κερδαίνει, οὐδὲν ὠφελεῖται ἀπὸ σοῦ. 1Kor 14,19 ∆ιὰ τοῦ νοός μου λαλῆσαι, τοῦτ' ἔστι διὰ τῆς τοῦ νοός

 διαφθείρουσι, καὶ γὰρ ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν. διὰ τοῦτο δὲ παραινεῖ αὐτοὺς ἐκτρέπεσθαι τὰς ὁμιλίας τῶν μοχθηρῶν, καὶ μὴ θαρροῦντας ἑαυτοῖς

 καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. τὸ φορέσομεν εἰ μὲν διὰ τοῦ ˉο βραχέος γραπτέον, προαγόρευσίς ἐστιν ἐξ ἀκολουθίας ληφθεῖσα τοῦ μέλλοντος, καὶ ἀποφάσεως

 χρόνον ἐπιμεῖναι πρὸς ὑμᾶς. τὸ δὲ ἐὰν ὁ κύριος ἐπιτρέπῃ, ἑρμηνεία ἐστὶ τοῦ εἰρημένου ἄνωθεν τοῦ πρὸς ὑμᾶς δὲ τυχὸν καὶ παραμενῶ. διὰ τί εἶπον τυχόν; ὅ

καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. τὸ φορέσομεν εἰ μὲν διὰ τοῦ ˉο βραχέος γραπτέον, προαγόρευσίς ἐστιν ἐξ ἀκολουθίας ληφθεῖσα τοῦ μέλλοντος, καὶ ἀποφάσεως ἅμα δύναμιν πληροῦσα, τοῦτ' ἔστι πάντως φορέσομεν τὴν εἰκόνα τοῦ ἐπουρανίου, ὥσπερ ἐφορέσαμεν καὶ τὴν εἰκόνα τοῦ χοϊκοῦ. καὶ εἴη ἂν εἰκὼν μὲν τοῦ χοϊκοῦ ὁ θάνατος, εἰκὼν δὲ τοῦ ἐπουρανίου ἡ ἀνάστασις καὶ ἡ ἀφθαρσία· ὅ τε γὰρ Ἀδὰμ διὰ τοῦ θανάτου εἰκονίζεται αὐτὸς γὰρ καὶ πρῶτος καὶ τῶν ἄλλων αἴτιος τοῦ θανεῖν γέγονεν , καὶ ὁ δεσπότης Χριστὸς πάλιν διὰ τῆς ἀναστάσεως καὶ τῆς ἀφθαρσίας εἰκονίζεται· αὐτός τε γὰρ πρῶτος ἀνέστη σαρκὶ νικήσας τὸν θάνατον καὶ τῷ γένει παντὶ τῶν ἀνθρώπων τὴν ἀνάστασιν καὶ ἀφθαρσίαν ἐπήγαγεν. εἰ δὲ τὸ φορέσωμεν διὰ μακροῦ γραπτέον ἐστὶ τοῦ ˉω, παραίνεσίς ἐστι καὶ συμβουλὴ ἐπ' ἀρετὴν καὶ ἔνθεον πολιτείαν. φορέσωμεν, φησίν, ἐνδυσώμεθα τὴν εἰκόνα τοῦ ἐπουρανίου, ἵνα κληρονομήσωμεν τὴν οὐράνιον βασιλείαν. καὶ εἴη ἂν εἰκὼν μὲν ἐνταῦθα χοϊκοῦ λαμβανομένη αἱ πράξεις αἱ πονηραὶ καὶ βρίθουσαι πρὸς τὰ γήϊνα καὶ σαρκικὰ πάθη ταῦτα γὰρ μορφοῖ καὶ χαρακτηρίζει τὸν ἁμαρτωλόν, ὅς ἐστι χοϊκός , εἰκὼν δὲ ἐπουρανίου τὸ ὑψηλὸν καὶ μετάρσιον τῆς πολιτείας καὶ ἡ κτῆσις τῶν οὐρανίων ἀρετῶν. φησὶν οὖν ἅμα καὶ ἐντρέπων· φορέσωμεν τὴν εἰκόνα τοῦ ἐπουρανίου, κτησώμεθα πολιτείαν ὑψοῦσαν ἡμᾶς πρὸς οὐρανόν. οὐ γὰρ αἰσχύνεσθε οὐδὲ ἐγκαλύπτεσθε ὅτι τὴν μὲν εἰκόνα τοῦ χοϊκοῦ προθύμως ἐφορέσαμεν, καίτοι κατασπῶσαν ἡμᾶς καὶ τῆς βασιλείας τοῦ θεοῦ 582 ἀναξίους ἀποφαίνουσαν, πρὸς δὲ τὴν εἰκόνα τοῦ ἐπουρανίου ἔτι μέλλομεν καὶ ἀναβαλλόμεθα; σπουδάσωμεν ταύτην ἐνδύσασθαι, ταύτην ζηλῶσαι τὴν οὐράνιον πολιτείαν· ἄλλως γὰρ οὐκ ἔνι τυχεῖν τῆς οὐρανίου βασιλείας. 1Kor 15,50 Καὶ τὸ τοῦτο δέ φημι, ἀδελφοί, πρὸς τὴν διάφορον ἑρμηνείαν τοῦ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου, ἐκληφθήσεται. ἢ γὰρ τῆς προτροπῆς καὶ συμβουλῆς ἐστιν αἰτία, ὅτι διὰ τοῦτο παραινῶ ὑμῖν καὶ συμβουλεύω ταῦτα ποιεῖν, ἵνα τὴν οὐρανῶν κληρονομήσητε βασιλείαν, διότι οἱ σαρκικοὶ καὶ ἐμπαθεῖς βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν· οὐ γάρ ἐστι φύσιν ἢ ἀκολουθίαν ἔχον, ἵνα ὁ καταφθείρας καὶ καταρρυπώσας ἑαυτὸν ταῖς ἀκαθαρσίαις τὰ τῶν ἀπαθῶν καὶ μὴ καταφθαρέντων τοῖς πάθεσι γέρα κληρονομήσῃ. εἰ δὲ τῆς δογματικῶς εἰρημένης ἑρμηνείας αἰτίαν αὐτὸ ἐκληψόμεθα, τοῦτ' ἔστι τῆς ὅτι ἔσται πάντως ἡ ἀνάστασις, καὶ οὕτως πολλὴν τὴν ἀκολουθίαν ἕξει· συλλογιστικώτερον γὰρ τὸ τοῦτο δέ φημι τὴν ἀνάστασιν κατασκευάζον εἴη ἄν, τὸ δὲ ὅπως ἐν τοῖς πλατυκωτέροις. 1Kor 15,54-57 Ἐπειδή ἐστι καταποθῆναι θάνατον εἰς φθορὰν τῶν καταπιόντων, ὥσπερ καὶ φάρμακόν ἐστι καταποθῆναι ἐπὶ διαφθορᾷ ὁμοίως τῶν χρησαμένων, διὰ τοῦτο ἐπήγαγε τὸ εἰς νῖκος, ἀντὶ τοῦ οὐχ ἵνα φθείρῃ τὸν καταπιόντα, ἀλλ' ἵνα αὐτὸς ἀφανισθῇ καὶ κατὰ κράτος ἐκνικηθῇ ὥστε μηκέτι μηδ' ἴχνος μάχης ἢ σκιὰν ἐνοχλήσεως ὑπολειφθῆναι. καὶ τὸ κατεπόθη δὲ μετὰ τῆς προθέσεως ῥηθὲν τὴν σφοδρὰν αὐτοῦ διαφθορὰν σημαίνει· ὅλος, φησί, κατεπόθη εἰς νῖκος ὥστε μηδὲν αὐτοῦ ἔτι ἐναπολειφθῆναι. Ἐπειδὴ τὸν νόμον εἶπε δύναμιν ἁμαρτίας, ἵνα μή τινες αὐτόν τε τὸν νόμον ὡς φαῦλον πεπαῦσθαι νομίσωσι καὶ τὸν νομοθέτην καταβλασφημήσωσιν, ἐπάγει· τῷ δὲ θεῷ χάρις, οἷον· τῷ δὲ νομοθέτῃ θεῷ καὶ πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ χάρις· αὐτὸς γὰρ καὶ τὸν νόμον κατὰ καιροὺς συμφέροντα ἔδωκεν, καὶ τούτῳ ἡμῶν εἰς ἰσχὺν ἁμαρτίας ἀποχρησαμένων καὶ κραταιωσάντων τὴν ἁμαρτίαν, αὐτὸς πάλιν διὰ τοῦ υἱοῦ αὐτοῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔδωκεν ἡμῖν τὸ κατ' αὐτῆς ἀναμφήριστον κράτος καὶ νῖκος. 583 1Kor 16,6-7 Πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ. τὸ δὲ παρέλκει ἐνταῦθα· πρὸς ὑμᾶς δέ. σύνηθες δὲ τοῦτο τῇ θείᾳ γραφῇ, ἀλλὰ καὶ παρὰ τοῖς ἔξω συγγραφεῦσι πολλὴ ἡ τοιαύτη χρῆσις, καὶ μάλιστα παρὰ τοῖς ἀττικισταῖς. Ἢ καὶ παραχειμάσω καὶ τὰ ἐφεξῆς εἰς παράκλησιν αὐτῶν καὶ παραμυθίαν εἴρηκεν, οἷον· ἵνα ὑμεῖς με προπέμψητε, καὶ οὐ θέλω ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν καὶ ἐλπίζω