Fragmenta in epistulam I ad 1Kor inthios (in catenis) 544 1Kor 1,1-3 Μὴ γὰρ νομίσητε ὅτι ἐμαυτῷ περιποιούμενος τὸ τῆς διδασκαλίας ἀξίωμα, ὑμᾶς μέλλω κ

 τί γάρ ἐστι σοφώτερον ἢ εἰς γνῶσιν ἄμεινον καὶ λαμπρότερον τοῦ μαθεῖν καὶ διδάξαι ὅτι σταυρῷ καὶ θανάτῳ κατήργηται θάνατος, καὶ τὸ ἡμέτερον τῶν ἀνθρώπ

 πνευματικὸς οὐ δεῖται ἀνακρίσεως, ἀλλ' αὐτὸς πνευματικῶς καὶ θεοσόφως ἅπαντα δοκιμάζων καὶ κρίνων, τελειοῦται τῇ γνώσει τοῦ πνεύματος. διὸ ὑπ' οὐδενὸς

 ἀνθρώπων μάταιοί εἰσιν καὶ οἱ σοφοὶ ἐν τῇ πανουργίᾳ αὐτῶν μᾶλλον ἁλίσκονται ἤπερ τι κέρδος ἐξ αὐτῆς ἔχουσιν, δῆλον ὅτι οὔτε σοφία ἀνθρωπίνη οὔτε λογισ

 ὧν μὲν καθήψατο, τούτους εἰς ἀπόγνωσιν ἐμβάλλῃ, ἢ εἰς ὀργὴν καὶ φιλονεικίαν μείζονα ἀνάψῃ, ὧν δ' ἐπὶ τοῖς ἐλέγχοις οὐκ ἐμνήσθη, τούτους δὲ ἄρα διὰ τοῦ

 5,9-11 Ἔγραψα ὑμῖν. ποῦ ἔγραψεν; ἐν οἷς λέγει· καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τοιοῦτος, οὐχὶ ὁ δεῖνα ἢ ὁ δεῖνα, ἀλλ' ὅστις ἂν

 ἀσθενές ἐστι καὶ ἀδύνατον εἰς τὸ διαλύειν τὰς δίκας ὑμῖν καὶ τὰς φιλονεικίας, ἀλλ' οὖν εἰ καὶ ἀσθενεῖς καθ' ὑμᾶς καὶ ἐξουθενημένοι ὦσιν οἱ πιστοὶ καὶ

 πνεῦμά ἐστιν. μονοειδής ἐστιν ὅλος, γίνεται πνευματικὸς τῇ πρὸς τὸν κύριον ἑνώσει, οὐκ ἐπισύρεται τὰ σαρκικὰ πάθη, οὐδὲ σχίζεται εἰς διπλόην τινὰ θεῷ

 ἔταξε καὶ ἐμέρισε κατὰ τὸ ἑκάστῳ συμφέρον, οὐκ ὀφείλει ὁ πιστὸς ἀπίστῳ συναφθεὶς δυσφορεῖν ἢ ἀγωνιᾶν καὶ λύσιν ἐπιζητεῖν, ἀλλὰ καθὼς ἐκλήθη ἕκαστος, τ

 σύνταξις. 1Kor 7,34 Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος, τοῦτ' ἔστι πολλή ἐστιν ἡ ἀναμεταξὺ αὐτῶν παραλλαγὴ καὶ διαφορά. καὶ ἐπάγει λοιπὸν τὰς διαφορ

 ἀλλ' ἐφ' ᾧ ἐλπίδα ἔχειν μετὰ ταύτην τὴν πρόσκαιρον καὶ βραχείαν ἀπόλαυσιν καὶ τῶν αἰωνίων καὶ ὑπερφυῶν τυχεῖν ἀγαθῶν. τοῦτο γὰρ δηλοῖ τὸ καὶ ὁ ἀλοῶν τ

 διασκεδάζει καὶ παύει αὐτόν, ὥστε καὶ ὑμᾶς δύνασθαι διὰ τὸ ὀλίγον χρόνον ἐνοχλεῖν ὑμᾶς ὑπενεγκεῖν αὐτόν· ἢ ὅτι σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἐπὶ τῇ

 τότε εὐχαρίστως ἐσθίειν ὡς τοῦ κυρίου παρασχόντος ἡμῖν εἰς βρῶσιν ταῦτα, καὶ νῦν εἰκότως μὴ ἐσθίειν ὡς φυλαττομένους σκανδαλίζειν τοὺς τοῦ κυρίου δούλ

 ἐφ' οἷς ἐπαινεῖσθαι αὐτοῖς ἐνῆν, ἀντὶ τούτου παραγγελίας καὶ τὸ μὴ ἐπαινεῖσθαι ἑαυτοῖς ἐπεσπάσαντο. διὰ τί δὲ οὐκ ἐπαινεῖ τὸ συνέρχεσθαι; ὅτι οὐκ ἐπὶ

 νοήματος καὶ εἰπών· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστι θεός, ἐπισυνάπτει λέγων· ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμ

 ἀλλὰ καὶ ἄθλιοι παντελῶς, ὡς ἐκεῖνοι οἱ λέγοντες· κύριε, οὐ τῷ σῷ ὀνόματι τάδε καὶ τάδε ἐποιήσαμεν; οἷς ἀπεῖπεν ὁ δεσπότης μήτε εἰδέναι αὐτούς ποτε οὐ

 γινώσκομεν. ἀντὶ ἐκ μέρους γάρ· αἰτία γάρ ἐστι τοῦ διὰ τί μέλλουσι καταργηθῆναι καὶ παύσασθαι. Ὅτε ἤμην νήπιος. νηπιότητι γὰρ ἔοικεν ἡ παροῦσα γνῶσις

 ἐκεῖνος ἐμοὶ βάρβαρος. εἰ δὲ ὡς ὕστερον ἐρρήθη ἐκληψόμεθα, τό τε ἄφωνον ἀντὶ τοῦ ἄσημον ἐκληψόμεθα, καὶ ὁ νοῦς τοιοῦτος· πολλὰ γένη φωνῶν ἐστὶν ἐν κόσ

 εὐχαριστεῖς ἢ ἄλλο τι λαλεῖς, ὁ δὲ ἀκροατὴς οὐδὲν κερδαίνει, οὐδὲν ὠφελεῖται ἀπὸ σοῦ. 1Kor 14,19 ∆ιὰ τοῦ νοός μου λαλῆσαι, τοῦτ' ἔστι διὰ τῆς τοῦ νοός

 διαφθείρουσι, καὶ γὰρ ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν. διὰ τοῦτο δὲ παραινεῖ αὐτοὺς ἐκτρέπεσθαι τὰς ὁμιλίας τῶν μοχθηρῶν, καὶ μὴ θαρροῦντας ἑαυτοῖς

 καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. τὸ φορέσομεν εἰ μὲν διὰ τοῦ ˉο βραχέος γραπτέον, προαγόρευσίς ἐστιν ἐξ ἀκολουθίας ληφθεῖσα τοῦ μέλλοντος, καὶ ἀποφάσεως

 χρόνον ἐπιμεῖναι πρὸς ὑμᾶς. τὸ δὲ ἐὰν ὁ κύριος ἐπιτρέπῃ, ἑρμηνεία ἐστὶ τοῦ εἰρημένου ἄνωθεν τοῦ πρὸς ὑμᾶς δὲ τυχὸν καὶ παραμενῶ. διὰ τί εἶπον τυχόν; ὅ

ἐκεῖνος ἐμοὶ βάρβαρος. εἰ δὲ ὡς ὕστερον ἐρρήθη ἐκληψόμεθα, τό τε ἄφωνον ἀντὶ τοῦ ἄσημον ἐκληψόμεθα, καὶ ὁ νοῦς τοιοῦτος· πολλὰ γένη φωνῶν ἐστὶν ἐν κόσμῳ, καὶ οὐδὲν τούτων ἐστὶ τοῖς ὁμογενέσιν ἄσημον καὶ ἀνεπίγνωστον. πῶς οὖν ὑμεῖς εἰς ἀέρα λαλοῦντες καὶ ἄσημα τοῖς ὁμογενέσι φθεγγόμενοι, ὡς μέγα τι κατωρθωκότες ἐπαίρεσθε; ἀλλ' οὐχὶ σπουδάζετε μᾶλλον καὶ ἐπιμελεῖσθε, ἵνα καὶ τὸ διερμηνεύειν τὰς γλώσσας προσλαβόντες εἰς κοινὴν ὠφέλειαν χρήσησθε τῷ χαρίσματι; ὁ γὰρ δὴ μόνον γλώσσαις λαλῶν, ἀσήμου καὶ 576 ἀνεπιγνώστου τῆς φωνῆς ὑπαρχούσης τῷ ἀκροατῇ, ἀντὶ τοῦ ὠφελεῖν ἔσται αὐτῷ βάρβαρος, καὶ ὁ ἀκροατὴς ὁμοίως τῷ λαλοῦντι βάρβαρος λογισθήσεται. καὶ τί τὸ ἐνταῦθα κέρδος; 1Kor 14,12-18 Οὕτως καὶ ὑμεῖς, ἀντὶ τοῦ διὰ τοῦτο καὶ ὑμεῖς. διὰ ποῖον; ἵνα μὴ ἦτε ἀλλήλοις βάρβαροι. διὰ τοῦτο οὖν καὶ ὑμεῖς, ἐπεὶ ἐπιθυμίαν ἔχετε χαρισμάτων, ἐκείνων τυχεῖν ἀγωνίσασθε, δι' ὧν ὑμῖν ἡ ὠφέλεια τῆς ἐκκλησίας καὶ ἡ οἰκοδομὴ κατορθωθήσεται. αὐτὸς δὲ ἵνα περισσεύητε, φησίν, τοῦτ' ἔστιν ἵνα πλέον ἢ νῦν ἔχητε, γλώσσαις νῦν μόνον λαλοῦντες καὶ οὐχ ἑρμηνεύοντες. ἢ ἵνα περισσεύητε μᾶλλον, ἀντὶ τοῦ γλώσσαις λαλεῖν· τὰ γὰρ ἄλλα χαρίσματα περισσεύει τῶν γλωσσῶν ὡς πλείονα ὠφέλειαν παρεχόμενα. Ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται. τὸ προσεύχομαι καὶ προσεύξομαι ἀντὶ τοῦ λαλεῖν τι ταῖς γλώσσαις καλὸν καὶ σπουδαῖον εἴληφεν· καὶ γὰρ καὶ ἡ προσευχὴ εἶδός τί ἐστι τοῦ λόγου. φησὶν οὖν ὅτι ἐάν τι λαλῶ τῶν ἀναγκαίων καὶ καλῶν, μὴ διερμηνεύω δὲ αὐτὸ καὶ τοῖς ἀκροαταῖς, ἐμαυτὸν μὲν ὠφελῶ τοῦτο γάρ ἐστι τὸ πνεῦμά μου προσεύχεται , τοῦτ' ἔστιν ἐγὼ μόνος ἀπολαύω τοῦ ἀναγκαίου ἐκείνου καὶ τοῦ καλοῦ, ἄλλος δὲ οὐκ ὠφελεῖται, ἵνα ἐκέρδησέ μου ἐντεῦθεν ὁ νοῦς καὶ τὸν καρπὸν τῆς ἐκείνων ὠφελείας. τὸν νοῦν δὲ ἐστερῆσθαι τοῦ τοιούτου καρποῦ καὶ πάλιν ἀπολαβεῖν ὑποτίθεται, ὅτι ἐκεῖνος μᾶλλον τῶν ἐν ἡμῖν δυνάμεων ἐραστής ἐστι τῆς τοῦ πλησίον ὠφελείας, ἅτε μήτε πρὸς τὸ θυμικὸν μήτε πρὸς τὸ ἐπιθυμητικὸν ῥᾳδίως οὕτω παθαινόμενος καὶ τῆς ἰδίας καὶ κατὰ φύσιν ἀρετῆς εὐχερῶς μεθιστάμενος. καὶ ἐκεῖνός ἐστι μᾶλλον ὁ καὶ ἄκαρπος, ὅτε ἐστὶ συναισθανόμενος, καὶ πάλιν ἐπειδὰν ἐπιτύχῃ τοῦ καρποῦ ἐνευφραινόμενος. εἶτά φησιν· τί οὖν ἐστιν; οἷον· τί δεῖ γενέσθαι; πῶς ἔσται ἡμῖν μὴ ἀκάρποις εἶναι; πῶς; ἐπιμεληθεῖσι δι' ἀρετῆς ὥστε γλώσσαις λαλοῦντας καὶ τῷ πνεύματι λαλεῖν καὶ τῷ νοΐ, τοῦτ' ἔστι καὶ ἕνεκα τῆς ἰδίας ὠφελείας λαλεῖν καὶ ἕνεκα τοῦ ἀπολαύειν τὸν νοῦν τοῦ καταλλήλου καρποῦ· τοῦτο δέ ἐστιν ἡ τῶν πλησίον ὠφέλεια. ἔσται δὲ τοῦτο, ἐὰν ταῖς γλώσσαις λαλοῦντες λάβωμεν χάρισμα καὶ ἵνα διερμηνεύωμεν. ἐπειδὴ δὲ ἐπὶ τοῦ λαλεῖν τι τῶν καλῶν καὶ σπουδαίων τὸ τῆς προσευχῆς ὄνομα λαβὼν ἐπέμεινε χρώμενος αὐτῷ, ἵνα μὴ νομίσῃς ὅτι προηγουμένως περὶ προσευχῆς ἐστιν ὁ λόγος, ἀλλ' οὐχὶ περὶ παντὸς ἀναγκαίου καὶ ἐπιτηδείου λόγου γλώσσαις λαλουμένου, μετέπεσεν εἰς τὸ ψάλλειν, ὡσανεὶ λέγων ὅτι εἴτε ἐπὶ 577 προσευχῆς εἴτε ἐπὶ ψαλμῳδίας εἴτε ἐπὶ ἄλλου τινὸς λόγου τῶν ἀναγκαίων καὶ καλῶν, ἐπὶ πάντων ὁμοίως δεῖ καὶ ἑαυτὸν ὠφελεῖν καὶ τοὺς πλησίον. εἶτα φέρει καὶ παράδειγμα, δεικνὺς ὅτι κατὰ πολλὰ ἐλλείπει καὶ ὑστερεῖ τὸ γλώσσαις μόνον λαλεῖν ἄνευ γε τοῦ διερμηνεύειν· ἐὰν γάρ, φησί, τῷ πνεύματι εὐλογήσῃς, τοῦτ' ἔστι σὺ μόνος συνιεὶς καὶ σαυτὸν οἷς εὐλογεῖς ὠφελῶν, ὁ δὲ ἀκροατὴς οὐ συνίησιν ἃ λέγεις, τί ἀποκριθήσεται πρὸς σέ; πῶς ἐρεῖ τὸ ἀμήν, ἂν τοῦτο ᾖ χρεία τυχὸν αὐτὸν ἀποκρίνασθαι, μηδὲν ὅλως εἰδὼς ὧν λέγεις σύ; σὺ μὲν γὰρ καλῶς καὶ ἐπὶ σαυτοῦ συμφέροντι εὐλογεῖς ἢ εὐχαριστεῖς εἰ τύχοι, ἢ ἄλλο τι τῶν δεόντων ποιεῖς καθόλου γὰρ τὸν λόγον βούλεται ἐξακούεσθαι καὶ οὐκ ἐπί τινος εἴδους ὡρισμένου· διὸ ποτὲ μὲν τὸ ψάλλειν, ἄλλοτε δὲ τὸ εὐλογεῖν καὶ μετ' αὐτὸ καὶ ἀντ' αὐτοῦ τίθησι τὸ εὐχαριστεῖν, δεικνὺς ὅτι καθόλου περὶ παντὸς ἀναγκαίου καὶ ἐπιτηδείου γλώσσαις λαλουμένου ἐστὶν αὐτῷ ἡ παραίνεσις καὶ ἡ σπουδή. ἀλλ' ὅπερ ἔλεγον, σὺ μέν, φησίν, ἐπὶ τῷ σεαυτοῦ συμφέροντι γλώσσαις λαλῶν εὐλογεῖς ἢ