Fragmenta in epistulam I ad 1Kor inthios (in catenis) 544 1Kor 1,1-3 Μὴ γὰρ νομίσητε ὅτι ἐμαυτῷ περιποιούμενος τὸ τῆς διδασκαλίας ἀξίωμα, ὑμᾶς μέλλω κ

 τί γάρ ἐστι σοφώτερον ἢ εἰς γνῶσιν ἄμεινον καὶ λαμπρότερον τοῦ μαθεῖν καὶ διδάξαι ὅτι σταυρῷ καὶ θανάτῳ κατήργηται θάνατος, καὶ τὸ ἡμέτερον τῶν ἀνθρώπ

 πνευματικὸς οὐ δεῖται ἀνακρίσεως, ἀλλ' αὐτὸς πνευματικῶς καὶ θεοσόφως ἅπαντα δοκιμάζων καὶ κρίνων, τελειοῦται τῇ γνώσει τοῦ πνεύματος. διὸ ὑπ' οὐδενὸς

 ἀνθρώπων μάταιοί εἰσιν καὶ οἱ σοφοὶ ἐν τῇ πανουργίᾳ αὐτῶν μᾶλλον ἁλίσκονται ἤπερ τι κέρδος ἐξ αὐτῆς ἔχουσιν, δῆλον ὅτι οὔτε σοφία ἀνθρωπίνη οὔτε λογισ

 ὧν μὲν καθήψατο, τούτους εἰς ἀπόγνωσιν ἐμβάλλῃ, ἢ εἰς ὀργὴν καὶ φιλονεικίαν μείζονα ἀνάψῃ, ὧν δ' ἐπὶ τοῖς ἐλέγχοις οὐκ ἐμνήσθη, τούτους δὲ ἄρα διὰ τοῦ

 5,9-11 Ἔγραψα ὑμῖν. ποῦ ἔγραψεν; ἐν οἷς λέγει· καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τοιοῦτος, οὐχὶ ὁ δεῖνα ἢ ὁ δεῖνα, ἀλλ' ὅστις ἂν

 ἀσθενές ἐστι καὶ ἀδύνατον εἰς τὸ διαλύειν τὰς δίκας ὑμῖν καὶ τὰς φιλονεικίας, ἀλλ' οὖν εἰ καὶ ἀσθενεῖς καθ' ὑμᾶς καὶ ἐξουθενημένοι ὦσιν οἱ πιστοὶ καὶ

 πνεῦμά ἐστιν. μονοειδής ἐστιν ὅλος, γίνεται πνευματικὸς τῇ πρὸς τὸν κύριον ἑνώσει, οὐκ ἐπισύρεται τὰ σαρκικὰ πάθη, οὐδὲ σχίζεται εἰς διπλόην τινὰ θεῷ

 ἔταξε καὶ ἐμέρισε κατὰ τὸ ἑκάστῳ συμφέρον, οὐκ ὀφείλει ὁ πιστὸς ἀπίστῳ συναφθεὶς δυσφορεῖν ἢ ἀγωνιᾶν καὶ λύσιν ἐπιζητεῖν, ἀλλὰ καθὼς ἐκλήθη ἕκαστος, τ

 σύνταξις. 1Kor 7,34 Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος, τοῦτ' ἔστι πολλή ἐστιν ἡ ἀναμεταξὺ αὐτῶν παραλλαγὴ καὶ διαφορά. καὶ ἐπάγει λοιπὸν τὰς διαφορ

 ἀλλ' ἐφ' ᾧ ἐλπίδα ἔχειν μετὰ ταύτην τὴν πρόσκαιρον καὶ βραχείαν ἀπόλαυσιν καὶ τῶν αἰωνίων καὶ ὑπερφυῶν τυχεῖν ἀγαθῶν. τοῦτο γὰρ δηλοῖ τὸ καὶ ὁ ἀλοῶν τ

 διασκεδάζει καὶ παύει αὐτόν, ὥστε καὶ ὑμᾶς δύνασθαι διὰ τὸ ὀλίγον χρόνον ἐνοχλεῖν ὑμᾶς ὑπενεγκεῖν αὐτόν· ἢ ὅτι σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἐπὶ τῇ

 τότε εὐχαρίστως ἐσθίειν ὡς τοῦ κυρίου παρασχόντος ἡμῖν εἰς βρῶσιν ταῦτα, καὶ νῦν εἰκότως μὴ ἐσθίειν ὡς φυλαττομένους σκανδαλίζειν τοὺς τοῦ κυρίου δούλ

 ἐφ' οἷς ἐπαινεῖσθαι αὐτοῖς ἐνῆν, ἀντὶ τούτου παραγγελίας καὶ τὸ μὴ ἐπαινεῖσθαι ἑαυτοῖς ἐπεσπάσαντο. διὰ τί δὲ οὐκ ἐπαινεῖ τὸ συνέρχεσθαι; ὅτι οὐκ ἐπὶ

 νοήματος καὶ εἰπών· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστι θεός, ἐπισυνάπτει λέγων· ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμ

 ἀλλὰ καὶ ἄθλιοι παντελῶς, ὡς ἐκεῖνοι οἱ λέγοντες· κύριε, οὐ τῷ σῷ ὀνόματι τάδε καὶ τάδε ἐποιήσαμεν; οἷς ἀπεῖπεν ὁ δεσπότης μήτε εἰδέναι αὐτούς ποτε οὐ

 γινώσκομεν. ἀντὶ ἐκ μέρους γάρ· αἰτία γάρ ἐστι τοῦ διὰ τί μέλλουσι καταργηθῆναι καὶ παύσασθαι. Ὅτε ἤμην νήπιος. νηπιότητι γὰρ ἔοικεν ἡ παροῦσα γνῶσις

 ἐκεῖνος ἐμοὶ βάρβαρος. εἰ δὲ ὡς ὕστερον ἐρρήθη ἐκληψόμεθα, τό τε ἄφωνον ἀντὶ τοῦ ἄσημον ἐκληψόμεθα, καὶ ὁ νοῦς τοιοῦτος· πολλὰ γένη φωνῶν ἐστὶν ἐν κόσ

 εὐχαριστεῖς ἢ ἄλλο τι λαλεῖς, ὁ δὲ ἀκροατὴς οὐδὲν κερδαίνει, οὐδὲν ὠφελεῖται ἀπὸ σοῦ. 1Kor 14,19 ∆ιὰ τοῦ νοός μου λαλῆσαι, τοῦτ' ἔστι διὰ τῆς τοῦ νοός

 διαφθείρουσι, καὶ γὰρ ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν. διὰ τοῦτο δὲ παραινεῖ αὐτοὺς ἐκτρέπεσθαι τὰς ὁμιλίας τῶν μοχθηρῶν, καὶ μὴ θαρροῦντας ἑαυτοῖς

 καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. τὸ φορέσομεν εἰ μὲν διὰ τοῦ ˉο βραχέος γραπτέον, προαγόρευσίς ἐστιν ἐξ ἀκολουθίας ληφθεῖσα τοῦ μέλλοντος, καὶ ἀποφάσεως

 χρόνον ἐπιμεῖναι πρὸς ὑμᾶς. τὸ δὲ ἐὰν ὁ κύριος ἐπιτρέπῃ, ἑρμηνεία ἐστὶ τοῦ εἰρημένου ἄνωθεν τοῦ πρὸς ὑμᾶς δὲ τυχὸν καὶ παραμενῶ. διὰ τί εἶπον τυχόν; ὅ

τί γάρ ἐστι σοφώτερον ἢ εἰς γνῶσιν ἄμεινον καὶ λαμπρότερον τοῦ μαθεῖν καὶ διδάξαι ὅτι σταυρῷ καὶ θανάτῳ κατήργηται θάνατος, καὶ τὸ ἡμέτερον τῶν ἀνθρώπων γένος μακρᾶς καὶ χαλεπωτάτης τῆς τοῦ διαβόλου τυραννίδος ἠλευθέρωται; Ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. κενοῦται γὰρ καὶ κατευτελίζεται ὁ σταυρὸς τοῦ Χριστοῦ, ἤτοι τὸ ὑπὲρ ἡμῶν ἑκούσιον πάθος αὐτοῦ τοῖς λόγῳ σοφίας καὶ πιθανότητι πειρωμένοις αὐτοῦ τὸ μεγαλεῖον καὶ τὴν θειότητα παραστῆσαι. πῶς γάρ ἐστι τὸ ὑπὲρ λόγον καὶ φύσιν λόγοις καὶ τέχνῃ τινὶ παραστῆσαι; τίς δὲ καὶ χρεία λόγου καὶ πειθοῦς, τῶν σημείων καὶ θαυμάτων μεῖζον φωνῆς ἁπάσης κεκραγότων καὶ πάντα τὸν βουλόμενον ἐπὶ τὴν εὐσέβειαν καὶ τὸ κήρυγμα χειραγωγούντων; 1Kor 1,18 ∆είκνυσι λοιπὸν ὅτι οὐδ' ἐνῆν λόγῳ σοφίας προσαγάγεσθαί τινας τῷ κηρύγματι, ἀλλὰ μόνῃ τῇ ἄνωθεν συνεργείᾳ καὶ χάριτι. εἰ γὰρ κεφάλαιόν ἐστι τοῦ κηρύγματος ὁ σταυρός, ὁ δὲ περὶ τοῦ σταυροῦ λόγος οὐ μόνον οὐ προσάγει, ἀλλὰ καὶ τοῖς ἀπολλυμένοις μωρία δοκεῖ, τί ἄν τις ἔχοι λέγειν περὶ τοῦ κηρύγματος μὴ πάντα τῆς χάριτος αὐτῷ χορηγούσης; 1Kor 1,25-31 Βούλει μαθεῖν ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ καὶ τὸ ἀσθενὲς ἰσχυρότερον; ἀπ' αὐτῆς καὶ μόνης τῆς κλήσεως ῥᾷόν ἐστι τοῦτο κατανοῆσαι, βλέπε γάρ μοι· οὐχὶ πολλοὶ σοφοὶ ἦσαν τὴν ἐν κόσμῳ σοφίαν, οὐχὶ πολλοὶ δυνατοὶ ταύτην τὴν δύναμιν, οὐχὶ πολλοὶ εὐγενεῖς τὴν ἐπίκαιρον 547 εὐγένειαν. τί οὖν μὴ τούτους ἐποιήσατο ὁ Χριστὸς ἑαυτοῦ μαθητάς, καὶ δι' αὐτῶν ἐκλήθητε ὑμεῖς; οὐδαμῶς. ἀλλὰ τοὐναντίον· ἀλλὰ τὰ μωρὰ κατὰ τὸν κόσμον καὶ τὰ ἀσθενῆ καὶ τὰ ἀγενῆ καὶ τὰ ἐξουθενημένα ἐξελέξατο, ἀνθρώπους ἁλιεῖς, πένητας, ἀγραμμάτους. καὶ δι' αὐτῶν ἐποιήσατο τὴν κλῆσιν ὑμῶν πάντων, καὶ σοφῶν καὶ ἰδιωτῶν, καὶ πενήτων καὶ πλουσίων, καὶ ἀσθενῶν καὶ ἰσχυρῶν, καὶ κατῄσχυνε τοὺς εὐγενεῖς καὶ ἰσχυροὺς καὶ σοφούς, ὅτι ὅπερ αὐτοὶ οὐκ ἂν οὐδ' ἐπιχειρῆσαι ἐτόλμησαν κόσμον ὅλον μεταστῆσαι, τοῦτο τὰ ἀσθενῆ καὶ τὰ μωρὰ περιφανῶς κατεπράξαντο. ἆρ' οὐχὶ κατῃσχύνθησαν οἱ δοκοῦντες εἶναι σοφοὶ καὶ δυνατοί; ἆρ' οὐχὶ ἐναργῶς ἀποδέδεικται, ὅτι τὸ μωρὸν καὶ ἀσθενὲς τοῦ θεοῦ σοφώτερον καὶ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν; Ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ. οὐκοῦν οὐδὲ ἡμεῖς, φησί, καυχησόμεθα; ναί, φησίν· ὑμεῖς οἱ πιστοὶ καυχᾶσθαι ὀφείλετε· οὐ γάρ ἐστε ὑμεῖς σάρξ, ἀλλ' ἐξ αὐτοῦ διὰ τῆς παλιγγενεσίας ἐγεννήθητε. καὶ σοφοί ἐστε, ἀλλ' αὐτὸν ἔχοντες σοφίαν τὸν ἀπολυτρωσάμενον τῆς τυραννίδος· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἁγιάσαντα διὰ τοῦ βαπτίσματος· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ δικαιώσαντα διὸ τῶν χαρισμάτων. ἡμεῖς οὖν διὰ ταῦτα ὀφείλομεν καυχᾶσθαι· καυχᾶσθαι δὲ οὐχ ὅτι κατορθώματί τινι ἡμετέρῳ τούτων ἠξιώθημεν, ἀλλ' ἐν κυρίῳ, ὅτι πάντα τῆς αὐτοῦ φιλανθρωπίας καὶ δωρεᾶς τῆς εἰς ἡμᾶς τὰ τηλικαῦτα ὑπάρχει πλεονεκτήματα. Σοφία ἀπὸ θεοῦ ἀντὶ τοῦ θεία σοφία, θεϊκή, οὐχ οἵα ἡ ἀνθρωπίνη. 1Kor 2,3 Καὶ ἐγὼ ἐν ἀσθενείᾳ. μονονουχὶ λέγων· τί προσενείματε ἑαυτούς, οἱ μὲν τοῖς σοφοῖς, οἱ δὲ τοῖς δυνατοῖς; μή τι ταῦτα συμβάλλετε πρὸς τὸ κήρυγμα, ἡ δοκοῦσα σοφία καὶ ὁ πλοῦτος καὶ ἡ δύναμις; ἐνθυμήθητε πῶς ἦλθον κηρύσσων ὑμῖν· ἐν σοφίᾳ; ἀλλ' οὐκ ἔχοιτ' ἂν τοῦτο εἰπεῖν. ἀλλ' ἐν δυναστείᾳ; καὶ μὴν τρέμων καὶ φόβων καὶ ἀπειλῶν γέμων, οὕτως ἐκήρυσσον ἐν ὑμῖν. τί οὖν ὑμεῖς τούτων λήθην λαβόντες, σοφοὺς καὶ πλουσίους καὶ δυνάστας ἐπιζητεῖτε, καὶ τούτους ὑμῖν διδασκάλους καὶ καθηγητὰς ἀποφαίνεσθε; 1Kor 2,14-16 Ὁ ψυχικὸς χρείαν ἔχει ἀνακρίσεως καὶ ἐξετάσεως καὶ μαθήσεως πνευματικῆς, ἵνα παραδέξηται τὰ τοῦ πνεύματος. ἀλλὰ πρὸς ταύτην 548 ἀπαυθαδιζόμενος καὶ δοκῶν ἀρκεῖσθαι τοῖς ἀνθρωπίνοις λογισμοῖς, οὐ μόνον οὐδὲν ὧν ἀγνοεῖ καταλαμβάνει, ἀλλὰ καὶ τοὐναντίον εἰς πλείονα καταβαπτιζόμενος ἄγνοιαν, τὸ ἐκείνου πάθος καὶ νόσημα τοῖς τοῦ πνεύματος νόμοις περιάπτει καὶ ἡγεῖται αὐτὰ μωρίαν, δέον ἑαυτῷ μέμφεσθαι ταπεινοῖς καὶ ἀνθρωπίνοις μέτροις τὰ ὑπερφυῆ καὶ κρείττονα λογισμῶν μετρεῖν καὶ καταλαμβάνειν ἐγχειρήσαντι. ὁ δὲ