Fragmenta in epistulam I ad 1Kor inthios (in catenis) 544 1Kor 1,1-3 Μὴ γὰρ νομίσητε ὅτι ἐμαυτῷ περιποιούμενος τὸ τῆς διδασκαλίας ἀξίωμα, ὑμᾶς μέλλω κ

 τί γάρ ἐστι σοφώτερον ἢ εἰς γνῶσιν ἄμεινον καὶ λαμπρότερον τοῦ μαθεῖν καὶ διδάξαι ὅτι σταυρῷ καὶ θανάτῳ κατήργηται θάνατος, καὶ τὸ ἡμέτερον τῶν ἀνθρώπ

 πνευματικὸς οὐ δεῖται ἀνακρίσεως, ἀλλ' αὐτὸς πνευματικῶς καὶ θεοσόφως ἅπαντα δοκιμάζων καὶ κρίνων, τελειοῦται τῇ γνώσει τοῦ πνεύματος. διὸ ὑπ' οὐδενὸς

 ἀνθρώπων μάταιοί εἰσιν καὶ οἱ σοφοὶ ἐν τῇ πανουργίᾳ αὐτῶν μᾶλλον ἁλίσκονται ἤπερ τι κέρδος ἐξ αὐτῆς ἔχουσιν, δῆλον ὅτι οὔτε σοφία ἀνθρωπίνη οὔτε λογισ

 ὧν μὲν καθήψατο, τούτους εἰς ἀπόγνωσιν ἐμβάλλῃ, ἢ εἰς ὀργὴν καὶ φιλονεικίαν μείζονα ἀνάψῃ, ὧν δ' ἐπὶ τοῖς ἐλέγχοις οὐκ ἐμνήσθη, τούτους δὲ ἄρα διὰ τοῦ

 5,9-11 Ἔγραψα ὑμῖν. ποῦ ἔγραψεν; ἐν οἷς λέγει· καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τοιοῦτος, οὐχὶ ὁ δεῖνα ἢ ὁ δεῖνα, ἀλλ' ὅστις ἂν

 ἀσθενές ἐστι καὶ ἀδύνατον εἰς τὸ διαλύειν τὰς δίκας ὑμῖν καὶ τὰς φιλονεικίας, ἀλλ' οὖν εἰ καὶ ἀσθενεῖς καθ' ὑμᾶς καὶ ἐξουθενημένοι ὦσιν οἱ πιστοὶ καὶ

 πνεῦμά ἐστιν. μονοειδής ἐστιν ὅλος, γίνεται πνευματικὸς τῇ πρὸς τὸν κύριον ἑνώσει, οὐκ ἐπισύρεται τὰ σαρκικὰ πάθη, οὐδὲ σχίζεται εἰς διπλόην τινὰ θεῷ

 ἔταξε καὶ ἐμέρισε κατὰ τὸ ἑκάστῳ συμφέρον, οὐκ ὀφείλει ὁ πιστὸς ἀπίστῳ συναφθεὶς δυσφορεῖν ἢ ἀγωνιᾶν καὶ λύσιν ἐπιζητεῖν, ἀλλὰ καθὼς ἐκλήθη ἕκαστος, τ

 σύνταξις. 1Kor 7,34 Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος, τοῦτ' ἔστι πολλή ἐστιν ἡ ἀναμεταξὺ αὐτῶν παραλλαγὴ καὶ διαφορά. καὶ ἐπάγει λοιπὸν τὰς διαφορ

 ἀλλ' ἐφ' ᾧ ἐλπίδα ἔχειν μετὰ ταύτην τὴν πρόσκαιρον καὶ βραχείαν ἀπόλαυσιν καὶ τῶν αἰωνίων καὶ ὑπερφυῶν τυχεῖν ἀγαθῶν. τοῦτο γὰρ δηλοῖ τὸ καὶ ὁ ἀλοῶν τ

 διασκεδάζει καὶ παύει αὐτόν, ὥστε καὶ ὑμᾶς δύνασθαι διὰ τὸ ὀλίγον χρόνον ἐνοχλεῖν ὑμᾶς ὑπενεγκεῖν αὐτόν· ἢ ὅτι σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἐπὶ τῇ

 τότε εὐχαρίστως ἐσθίειν ὡς τοῦ κυρίου παρασχόντος ἡμῖν εἰς βρῶσιν ταῦτα, καὶ νῦν εἰκότως μὴ ἐσθίειν ὡς φυλαττομένους σκανδαλίζειν τοὺς τοῦ κυρίου δούλ

 ἐφ' οἷς ἐπαινεῖσθαι αὐτοῖς ἐνῆν, ἀντὶ τούτου παραγγελίας καὶ τὸ μὴ ἐπαινεῖσθαι ἑαυτοῖς ἐπεσπάσαντο. διὰ τί δὲ οὐκ ἐπαινεῖ τὸ συνέρχεσθαι; ὅτι οὐκ ἐπὶ

 νοήματος καὶ εἰπών· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστι θεός, ἐπισυνάπτει λέγων· ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμ

 ἀλλὰ καὶ ἄθλιοι παντελῶς, ὡς ἐκεῖνοι οἱ λέγοντες· κύριε, οὐ τῷ σῷ ὀνόματι τάδε καὶ τάδε ἐποιήσαμεν; οἷς ἀπεῖπεν ὁ δεσπότης μήτε εἰδέναι αὐτούς ποτε οὐ

 γινώσκομεν. ἀντὶ ἐκ μέρους γάρ· αἰτία γάρ ἐστι τοῦ διὰ τί μέλλουσι καταργηθῆναι καὶ παύσασθαι. Ὅτε ἤμην νήπιος. νηπιότητι γὰρ ἔοικεν ἡ παροῦσα γνῶσις

 ἐκεῖνος ἐμοὶ βάρβαρος. εἰ δὲ ὡς ὕστερον ἐρρήθη ἐκληψόμεθα, τό τε ἄφωνον ἀντὶ τοῦ ἄσημον ἐκληψόμεθα, καὶ ὁ νοῦς τοιοῦτος· πολλὰ γένη φωνῶν ἐστὶν ἐν κόσ

 εὐχαριστεῖς ἢ ἄλλο τι λαλεῖς, ὁ δὲ ἀκροατὴς οὐδὲν κερδαίνει, οὐδὲν ὠφελεῖται ἀπὸ σοῦ. 1Kor 14,19 ∆ιὰ τοῦ νοός μου λαλῆσαι, τοῦτ' ἔστι διὰ τῆς τοῦ νοός

 διαφθείρουσι, καὶ γὰρ ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν. διὰ τοῦτο δὲ παραινεῖ αὐτοὺς ἐκτρέπεσθαι τὰς ὁμιλίας τῶν μοχθηρῶν, καὶ μὴ θαρροῦντας ἑαυτοῖς

 καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. τὸ φορέσομεν εἰ μὲν διὰ τοῦ ˉο βραχέος γραπτέον, προαγόρευσίς ἐστιν ἐξ ἀκολουθίας ληφθεῖσα τοῦ μέλλοντος, καὶ ἀποφάσεως

 χρόνον ἐπιμεῖναι πρὸς ὑμᾶς. τὸ δὲ ἐὰν ὁ κύριος ἐπιτρέπῃ, ἑρμηνεία ἐστὶ τοῦ εἰρημένου ἄνωθεν τοῦ πρὸς ὑμᾶς δὲ τυχὸν καὶ παραμενῶ. διὰ τί εἶπον τυχόν; ὅ

σύνταξις. 1Kor 7,34 Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος, τοῦτ' ἔστι πολλή ἐστιν ἡ ἀναμεταξὺ αὐτῶν παραλλαγὴ καὶ διαφορά. καὶ ἐπάγει λοιπὸν τὰς διαφοράς, εἰπών τινας καὶ πρὸ τούτων. 561 1Kor 7,36-38 Εἰ δέ τις, φησίν, ἀσχημοσύνην νομίζει φέρειν αὐτῷ, ἀνέκδοτον γάμῳ φυλάττειν οἴκοι τὴν θυγατέρα παρθενεύουσαν, καὶ οἴεται οὕτω μᾶλλον ὀφείλειν γίνεσθαι οἷον ἐκδοῦναι, ποιείτω ὃ θέλει· οὐ γὰρ κεκώλυται ὁ γάμος μὴ γένοιτο εἰ καὶ ὑψηλότερον ἡ παρθενία. ὥστε εἰ βούλονται, ἐκγαμείτωσαν αὐτάς, φησίν. εἰ δέ τις ἕστηκεν ἐν ταύτῃ τῇ γνώμῃ ἑδραῖος, ἤτοι εἰς τὸ μὴ ἐκγαμίσαι αὐτήν, μὴ ποιῶν τοῦτο ὡς ἐξ ἀνάγκης καὶ ἀπὸ νόμου κωλυόμενος ὁ γὰρ οὕτως τοῦτο ποιῶν λίαν ἁμαρτάνει · ἐὰν οὖν τις τοῦτο ὡς μὴ ἔχων ἀνάγκην ποιῇ, ἀλλ' ὡς κύριος μὲν ὢν ἑκατέρου θελήματος ἀπὸ τοῦ νόμου, αὐτὸς δὲ αἱρετώτερον κρίνων τὸ μὴ ἐκγαμίζειν, καὶ οὗτος καλῶς ποιεῖ φυλάττων παρθένον καὶ ἀμέριμνον τὴν ἑαυτοῦ θυγατέρα. δύναται τὸ μὴ ἔχων ἀνάγκην καὶ ἄλλως οὐδὲν ἧττον οἰκείως ἐκληφθῆναι, οἷον· μὴ ἀναγκαζόμενος τὸ ἐναντίον ποιεῖν ἀπὸ τῆς θυγατρός. ἐὰν ὁρᾷ γὰρ τὰ τῆς θυγατρὸς εἰς τὸ ἐκγαμίζειν αὐτὸν ἀναγκάζοντα, οὐκ ὀφείλει παρθένον αὐτὴν τηρεῖν εἰς τὸ ἐναντίον αὐτὴν καὶ τῆς ὁρμῆς καὶ τῆς γνώμης ἐκβιαζόμενος ἑκούσιον γὰρ ἀλλ' οὐκ ἀκούσιον τὸ τῆς παρθενίας , ἐπεὶ μετὰ τοῦ ἀκουσίου καὶ εἰς χεῖρον ἂν ἀποκλίνειεν ἑαυτῇ μὲν συγγνώμην φέρουσα, εἰς δὲ τὸν βιασάμενον παρθενεύειν τῆς ἀτοπίας τὴν αἰτίαν ἀναφέρουσα. ἢ τὸ μὴ ἔχων ἀνάγκην καὶ τοῦτο ἂν ὑποδηλώσειεν· μὴ ἔχων, φησίν, ἀνάγκην τοῦτο ποιεῖν, ἢ ὡς προαφιερώσας τῷ θεῷ καὶ ἀναθεὶς παρθενεύειν, ἢ ὡς τῆς θυγατρὸς ἐπὶ τούτῳ καταναγκαζούσης· τῷ γὰρ ὑπό τινος τῶν εἰρημένων ἀνάγκην ἔχοντι μὴ ἐκγαμίζειν οὐδὲ βουλεύσασθαι ἄλλως ἔνι, οὐδὲ κρίσιν ἄλλην ἐν τῇ καρδίᾳ μελετῆσαι· ἀλλ' οὐδ' ἐπιτελοῦντι τηλικοῦτος ὁ ἔπαινος, ὅσον μὴ ἐπιτελοῦντι τὸ κατάκριμα, ἀλλὰ πολλαπλάσιον. ὃς δὲ χωρὶς ἀνάγκης ἐν τῇ καρδίᾳ τοῦτο κέκρικε ποιεῖν παρθένον μὲν ἔχων, μέγα κατώρθωσεν, ἐκγαμίσας δὲ οὐδὲν ὅλως ἥμαρτεν. 1Kor 7,40 Κατὰ τὴν ἐμὴν γνώμην· κατὰ τὴν ἐμὴν παραίνεσιν καὶ συμβουλήν, οὐ κατά τινα νομοθεσίας ἀνάγκην. εἶτα ἵνα μή τις εἴπῃ· οὐκοῦν εἰ μὴ ἔστι νομοθεσία, τί χρὴ ὅλως τινὰ κατὰ τὴν παραίνεσιν ποιεῖν; ἐπήγαγεν ὅτι καὶ ταῦτα ἐκ τοῦ παναγίου πνεύματος παραινοῦμεν, εἰ καὶ μὴ εἰς νόμου ἀνάγκην διὰ τὴν ἀσθένειαν ὑμῶν τὴν συμβουλὴν κατακλείομεν. 562 1Kor 8,4 Ἐν κόσμῳ εἴδωλον οὐδέν ἐστιν, τοῦτ' ἔστιν οὐδέν ἐστι τῶν ἐν κόσμῳ ὄντων τὸ εἴδωλον, ἐπινοίας δὲ ματαίας ἀναπλασμὸς καὶ ἀνατύπωσις. διὸ ἐν μόναις ταῖς τοιούτων διανοίαις ἡ τῶν εἰδώλων ὕπαρξις ἵδρυται, ἐν ἄλλῳ οὐδενὶ δυναμένων ἔχειν τὴν ὑπόστασιν. 1Kor 9,2 Εἶτα ἵνα μὴ λέγωσιν· εἰ καὶ ἀπόστολος εἶ, οὐδὲν μέντοι ἔργον ἐπεδείξω· πῶς; φησίν· οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε; τοῦτ' ἔστιν οὐκ ἐργασίαν ἀποστόλοις πρέπουσαν ἐπεδειξάμην εἰς ὑμᾶς, ἐπιστρέψας ὑμᾶς; ὅπερ ἐν κυρίῳ διὰ Χριστοῦ πέπραχα. 1Kor 9,6 Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; τοῦ τὰ πρὸς τροφὴν καὶ αὐτάρκειαν ἀπὸ τοῦ κηρύγματος πορίζεσθαι; ἀλλ' ὅμως ἔχοντες ἐξουσίαν οὐ χρώμεθα τῇ ἐξουσίᾳ, ἵνα μᾶλλον ὑμᾶς ὠφελήσωμεν, ἀδάπανον κηρύσσοντες τὸ εὐαγγέλιον. εἰ δὲ τοῦτο, δηλονότι, εἰ καὶ συνῄδειν σκανδαλιζομένους ὑμᾶς ἕνεκεν κρεωφαγίας, καίτοι ἀκώλυτον ὄν, οὐκ ἂν ἔφαγον εἰς τὸν αἰῶνα, ἵνα μὴ σκανδάλου πρόξενος γενοίμην τῷ ἀδελφῷ. εἰ δὲ τοῦτο, πόσῳ μᾶλλον δεῖ φυλάττεσθαι ὑμᾶς ἐκ τῶν εἰδωλοθύτων, δι' ὧν οὐ μόνον οἱ ἀδελφοὶ σκανδαλίζονται, ἀλλὰ καὶ τὰς συνειδήσεις μολύνουσιν; τὸ δὲ ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; οἰκειότερόν ἐστι τῆς λέξεως οὕτως ἐκλαβεῖν. οἱ μὲν οὖν ἄλλοι ἀπόστολοι, φησίν, ἐξουσίαν ἔχουσι μὴ ἐργάζεσθαι μηδὲ κοπιᾶν ταῖς χερσίν, ἀλλ' ἐκ τῶν διακονούντων αὐτοῖς διατρέφεσθαι, ἐγὼ δὲ καὶ Βαρνάβας, ὡς φαίνεται, φησίν, οὐκ ἔχομεν ἐξουσίαν μὴ ἐργάζεσθαι, ἀλλ' ἀνάγκη ταῖς χερσὶ κοπιῶντας οὕτως ἑαυτοῖς τὰ πρὸς τὴν ἀναγκαίαν χρείαν ἐπαρκεῖν. 1Kor 9,10 Οὐχὶ ἐφ' ὅτῳ μηδὲν περαιτέρω ἀπολαύειν,