Fragmenta in epistulam I ad 1Kor inthios (in catenis) 544 1Kor 1,1-3 Μὴ γὰρ νομίσητε ὅτι ἐμαυτῷ περιποιούμενος τὸ τῆς διδασκαλίας ἀξίωμα, ὑμᾶς μέλλω κ

 τί γάρ ἐστι σοφώτερον ἢ εἰς γνῶσιν ἄμεινον καὶ λαμπρότερον τοῦ μαθεῖν καὶ διδάξαι ὅτι σταυρῷ καὶ θανάτῳ κατήργηται θάνατος, καὶ τὸ ἡμέτερον τῶν ἀνθρώπ

 πνευματικὸς οὐ δεῖται ἀνακρίσεως, ἀλλ' αὐτὸς πνευματικῶς καὶ θεοσόφως ἅπαντα δοκιμάζων καὶ κρίνων, τελειοῦται τῇ γνώσει τοῦ πνεύματος. διὸ ὑπ' οὐδενὸς

 ἀνθρώπων μάταιοί εἰσιν καὶ οἱ σοφοὶ ἐν τῇ πανουργίᾳ αὐτῶν μᾶλλον ἁλίσκονται ἤπερ τι κέρδος ἐξ αὐτῆς ἔχουσιν, δῆλον ὅτι οὔτε σοφία ἀνθρωπίνη οὔτε λογισ

 ὧν μὲν καθήψατο, τούτους εἰς ἀπόγνωσιν ἐμβάλλῃ, ἢ εἰς ὀργὴν καὶ φιλονεικίαν μείζονα ἀνάψῃ, ὧν δ' ἐπὶ τοῖς ἐλέγχοις οὐκ ἐμνήσθη, τούτους δὲ ἄρα διὰ τοῦ

 5,9-11 Ἔγραψα ὑμῖν. ποῦ ἔγραψεν; ἐν οἷς λέγει· καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τοιοῦτος, οὐχὶ ὁ δεῖνα ἢ ὁ δεῖνα, ἀλλ' ὅστις ἂν

 ἀσθενές ἐστι καὶ ἀδύνατον εἰς τὸ διαλύειν τὰς δίκας ὑμῖν καὶ τὰς φιλονεικίας, ἀλλ' οὖν εἰ καὶ ἀσθενεῖς καθ' ὑμᾶς καὶ ἐξουθενημένοι ὦσιν οἱ πιστοὶ καὶ

 πνεῦμά ἐστιν. μονοειδής ἐστιν ὅλος, γίνεται πνευματικὸς τῇ πρὸς τὸν κύριον ἑνώσει, οὐκ ἐπισύρεται τὰ σαρκικὰ πάθη, οὐδὲ σχίζεται εἰς διπλόην τινὰ θεῷ

 ἔταξε καὶ ἐμέρισε κατὰ τὸ ἑκάστῳ συμφέρον, οὐκ ὀφείλει ὁ πιστὸς ἀπίστῳ συναφθεὶς δυσφορεῖν ἢ ἀγωνιᾶν καὶ λύσιν ἐπιζητεῖν, ἀλλὰ καθὼς ἐκλήθη ἕκαστος, τ

 σύνταξις. 1Kor 7,34 Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος, τοῦτ' ἔστι πολλή ἐστιν ἡ ἀναμεταξὺ αὐτῶν παραλλαγὴ καὶ διαφορά. καὶ ἐπάγει λοιπὸν τὰς διαφορ

 ἀλλ' ἐφ' ᾧ ἐλπίδα ἔχειν μετὰ ταύτην τὴν πρόσκαιρον καὶ βραχείαν ἀπόλαυσιν καὶ τῶν αἰωνίων καὶ ὑπερφυῶν τυχεῖν ἀγαθῶν. τοῦτο γὰρ δηλοῖ τὸ καὶ ὁ ἀλοῶν τ

 διασκεδάζει καὶ παύει αὐτόν, ὥστε καὶ ὑμᾶς δύνασθαι διὰ τὸ ὀλίγον χρόνον ἐνοχλεῖν ὑμᾶς ὑπενεγκεῖν αὐτόν· ἢ ὅτι σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἐπὶ τῇ

 τότε εὐχαρίστως ἐσθίειν ὡς τοῦ κυρίου παρασχόντος ἡμῖν εἰς βρῶσιν ταῦτα, καὶ νῦν εἰκότως μὴ ἐσθίειν ὡς φυλαττομένους σκανδαλίζειν τοὺς τοῦ κυρίου δούλ

 ἐφ' οἷς ἐπαινεῖσθαι αὐτοῖς ἐνῆν, ἀντὶ τούτου παραγγελίας καὶ τὸ μὴ ἐπαινεῖσθαι ἑαυτοῖς ἐπεσπάσαντο. διὰ τί δὲ οὐκ ἐπαινεῖ τὸ συνέρχεσθαι; ὅτι οὐκ ἐπὶ

 νοήματος καὶ εἰπών· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστι θεός, ἐπισυνάπτει λέγων· ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμ

 ἀλλὰ καὶ ἄθλιοι παντελῶς, ὡς ἐκεῖνοι οἱ λέγοντες· κύριε, οὐ τῷ σῷ ὀνόματι τάδε καὶ τάδε ἐποιήσαμεν; οἷς ἀπεῖπεν ὁ δεσπότης μήτε εἰδέναι αὐτούς ποτε οὐ

 γινώσκομεν. ἀντὶ ἐκ μέρους γάρ· αἰτία γάρ ἐστι τοῦ διὰ τί μέλλουσι καταργηθῆναι καὶ παύσασθαι. Ὅτε ἤμην νήπιος. νηπιότητι γὰρ ἔοικεν ἡ παροῦσα γνῶσις

 ἐκεῖνος ἐμοὶ βάρβαρος. εἰ δὲ ὡς ὕστερον ἐρρήθη ἐκληψόμεθα, τό τε ἄφωνον ἀντὶ τοῦ ἄσημον ἐκληψόμεθα, καὶ ὁ νοῦς τοιοῦτος· πολλὰ γένη φωνῶν ἐστὶν ἐν κόσ

 εὐχαριστεῖς ἢ ἄλλο τι λαλεῖς, ὁ δὲ ἀκροατὴς οὐδὲν κερδαίνει, οὐδὲν ὠφελεῖται ἀπὸ σοῦ. 1Kor 14,19 ∆ιὰ τοῦ νοός μου λαλῆσαι, τοῦτ' ἔστι διὰ τῆς τοῦ νοός

 διαφθείρουσι, καὶ γὰρ ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν. διὰ τοῦτο δὲ παραινεῖ αὐτοὺς ἐκτρέπεσθαι τὰς ὁμιλίας τῶν μοχθηρῶν, καὶ μὴ θαρροῦντας ἑαυτοῖς

 καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. τὸ φορέσομεν εἰ μὲν διὰ τοῦ ˉο βραχέος γραπτέον, προαγόρευσίς ἐστιν ἐξ ἀκολουθίας ληφθεῖσα τοῦ μέλλοντος, καὶ ἀποφάσεως

 χρόνον ἐπιμεῖναι πρὸς ὑμᾶς. τὸ δὲ ἐὰν ὁ κύριος ἐπιτρέπῃ, ἑρμηνεία ἐστὶ τοῦ εἰρημένου ἄνωθεν τοῦ πρὸς ὑμᾶς δὲ τυχὸν καὶ παραμενῶ. διὰ τί εἶπον τυχόν; ὅ

5,9-11 Ἔγραψα ὑμῖν. ποῦ ἔγραψεν; ἐν οἷς λέγει· καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τοιοῦτος, οὐχὶ ὁ δεῖνα ἢ ὁ δεῖνα, ἀλλ' ὅστις ἂν ᾖ τοιοῦτος. καὶ πάλιν· ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, οὐχὶ τήνδε ἢ τήνδε, ἀλλ' ὅλην τὴν παλαιὰν ζύμην· λαβὼν γὰρ ἀφορμὴν ἀπὸ τοῦ ἑνὸς τοῦ πεπορνευκότος, ἐπὶ τὸ κοινὸν ἀνεβίβασε τὸν λόγον, τοῦτ' ἔστιν ἐπὶ πάντα πόρνον. κἀκεῖθεν πάλιν κοινότερον ἔτι τὸν λόγον ὑποφαίνει, ἐπάγων τὸ αὐτὸ παράγγελμα καὶ ἐπὶ τῶν τὰ ὅμοια πλημμελούντων, οἷον πλεονεκτούντων, εἰδωλολατρούντων, καὶ εἴ τι ὅμοιον. 554 Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος. τὸ ὀνομαζόμενος τινὲς μὲν τῇ προηγουμένῃ λέξει συνάπτουσι καὶ δηλοῦσθαι βούλονται δι' αὐτοῦ, ὅτι ἀδελφὸς μὲν ὀνομαζόμενος καὶ μέχρι κλήσεως ἔχων τὴν κοινωνίαν, τῷ ὄντι δὲ διὰ τῶν ἔργων ἐχθρὸς ὑπάρχων καὶ διϊστάμενος. ἐμοὶ δὲ εὖ ἔχειν δοκεῖ, καὶ εἴ τις αὐτὸ τοῖς ἑπομένοις συνάψας ἐκλάβοι, οὐκέτι τοῦ ὀνομαζόμενος τὴν αὐτὴν σημαίνοντος ἔννοιαν, ἀλλὰ τοὐναντίον τὸν ἐπὶ προδήλοις ἔργοις ἤδη καὶ παρὰ πᾶσι κατὰ τὰ οἰκεῖα ἔργα ὀνομαζόμενον. καὶ γὰρ ἡ τῆς λέξεως αὐτὴ σημασία, ὥσπερ καὶ ἄλλαι πολλαὶ λέξεις, διχῆ σχίζεται· ἐνίοτε μέν, ὡς ἔφημεν, τὸν μόνῳ κοινωνοῦντα τῷ ὀνόματι προδηλοῦσα, ἐνίοτε δὲ τὸν εἰς ἄκρον ἐλθόντα τῆς πράξεως, ὥστε καὶ τὴν κοινὴν προσηγορίαν εἰς ἑαυτὸν ἐπισπάσαντα ἐκ ταύτης μᾶλλον ἢ ἐκ τοῦ κυρίου ἐπιγινώσκεσθαί τε καὶ ὀνομάζεσθαι. τὸν οὖν τοιοῦτον πόρνον καὶ πλεονέκτην καὶ λοίδορον καὶ μέθυσον, τοῦτ' ἔστι τὸν πρόδηλον καὶ φανερὸν οὕτως ὥστε παρὰ πᾶσι γινώσκεσθαι καὶ ὀνομάζεσθαι, τοῦτον ἐκτρέπεσθαι παρακελεύεται, καὶ μηδὲ συνεσθίειν αὐτῷ μήτε κοινολογεῖσθαι μήτε συναναστρέφεσθαι, οὐχὶ δὲ τὸν ὑπ' ἐνίων ὑποψιθυριζόμενον ἢ λοιδορούμενον. διὸ σοφῶς ἄγαν καὶ δραστηρίως τοῖς ἄλλοις ἀτόποις ἐργάταις συνῆψε καὶ τὸν λοίδορον, ἵνα τὸ αὐτὸ εἰδὼς ἔχειν ἐπιτίμιον ὅπερ ὁ πόρνος καὶ ὁ εἰδωλολάτρης, ὅσον εἰς τὸ ὑπὸ πάντων ἀποτρόπαιος εἶναι, χαλινοῖ τὴν γλῶσσαν καὶ κατέχει, καὶ μὴ ἐπαφίησιν αὐτὴν καταβόσκεσθαι τοὺς τῶν πλησίον βίους. καὶ τὸ εἰδωλολάτρης δὲ διὰ τοῦτό μοι δοκεῖ ἐνταῦθα συναριθμῆσαι, διδάσκων καὶ ἀσφαλιζόμενος ὡς, εἰ καὶ μέγα εἴη καὶ τῶν ἀτοπωτάτων ἐν ᾧ τινες αἰτιῶνται τὸν ἄνθρωπον, μὴ ᾖ δὲ εἰς φῶς ἠγμένον τὸ τόλμημα, οὐδ' οὕτω χρὴ τὸν τοιοῦτον ἐξ ὑποψίας μόνης ἐκτρέπεσθαι, ἐπεὶ οὕτω γε ἂν ταῖς εἰς ἀλλήλους ὑποψίαις καὶ διαβολαῖς ἐξερεθιζόμενοι ἄνθρωποι εἰς πολεμίων, μᾶλλον δὲ εἰς θηρίων βίον τὴν πολιτείαν αὐτοῖς μεταστήσωνται. ἀλλ' ἐκεῖνον δεῖ ἑαυτῶν ἐξαίρειν καὶ ἀποχωρίζειν, ὃς ἐπίδηλος καὶ τοῖς ἔργοις καὶ τῇ παρὰ πάντων ὀνομασίᾳ καθέστηκεν. 11Kor 6,1-9 Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων. τούτων οὕτως, φησί, κατὰ τὸ προσῆκον ἐχόντων, καὶ τοὺς μὲν ἐν ὑμῖν ἀδελφοὺς κρίνειν ἐχόντων τὴν ἐξουσίαν, ἐπὶ δὲ τοὺς ἔξω τοῦτο πράττειν οὐ συγχωρουμένων, τολμᾷ τις τοὺς ἔξω καλεῖν κριτὰς ἑαυτοῖς γενέσθαι ὑμῖν, καὶ οὐ καταδύεται κἂν εἰς λογισμοὺς τοῦτο λαβεῖν; οἱ πιστοὶ τοὺς πιστοὺς ἑαυτοῖς καθίσουσι κριτάς, ἐκλέξονται δὲ ἀντὶ τῶν ἁγίων τοὺς ἀδίκους. σφοδρῶς δὲ τοῦτό φησι πανταχόθεν ἀσφαλιζόμενος περιστέλλειν ἑαυτούς, καὶ μὴ 555 διδόναι τοῖς ἀπίστοις λαβὴν ἐν μηδενί, μήτε δικαζομένους μήτε ἄλλο τι τῶν οὐχὶ σεμνῶν καὶ εἰρηνικῶν διαπραττομένους· τοῦτο γὰρ οὔτε τὸ ὄνομα τοῦ θεοῦ δι' αὐτοὺς βλασφημεῖσθαι παρεσκεύαζεν, κἀκείνους ἐποίει πρὸς τὸν ἔρωτα διανίστασθαι καὶ τὸν θειασμὸν τῆς θρησκείας. Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; εἰ ἀγγέλους τοὺς ἐκπεπτωκότας τῆς οἰκείας τάξεως γνώμης ἰδίας μοχθηρίᾳ, εἰ τούτους κρινοῦμεν ἤτοι ἐλέγξομεν, αὐτοὶ μετὰ σώματος ὄντες, ὅτι ἐκεῖνοι χωρὶς σώματος ὄντες τὸν οἰκεῖον θεσμὸν οὐκ ἐτήρησαν, ἡμεῖς δὲ κατὰ τοὺς δοθέντας ἡμῖν ὑπὸ τοῦ κυρίου νόμους κἀκείνων ἐπηρεαζόντων ἐπολιτευσάμεθα, εἰ οὖν ἐκείνους ἐλέγξομεν καὶ ἀναπολόγητον αὐτοῖς καταστησόμεθα τὸ ἁμάρτημα, πόσῳ μᾶλλόν ἐσμεν ἱκανοὶ τὰ βιωτικὰ διαλύειν φιλονεικήματα καὶ τὰς πρὸς ἀλλήλους δίκας καὶ ἔριδας; εἰ δ' οὔπω τοῖς εἰρημένοις δυσωπεῖσθε, ἀλλ' ἔτι νομίζετε ὅτι τῶν πιστῶν τὸ δικαστήριον